Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐδεὶς ἀδικεῖται εἰ μὴ ἀφ’ ἑαυτοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδειγμα των Τριών Παίδων στη Βαβυλώνα

Εκτενής αναφορά στην ακεραιότητα και την ομολογία πίστεως των Τριών Παίδων εν μέσω αιχμαλωσίας, στερήσεων και της καμίνου, ως απόδειξη ότι οι εξωτερικές συνθήκες δεν βλάπτουν την αγαθή προαίρεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 7

Τί δὲ τῶν παίδων τῶν τριῶν, εἰπέ μοι, τὴν ἀρετὴν τὰ ἐπελθόντα κακὰ ἐλυμήνατο; οὐχὶ νέοι ὄντες καὶ νέοι κομιδῇ, ἐν ἡλικίᾳ ἀώρῳ τὴν χαλεπὴν ἐκείνην ὑπέμειναν αἰχμαλωσίαν καὶ τὴν μακρὰν ἀπεδήμησαν ἀποδημίαν καὶ πατρίδος καὶ οἰκίας καὶ ναοῦ καὶ βωμοῦ καὶ θυσιῶν καὶ προσφορῶν καὶ σπονδῶν καὶ αὐτοῦ δὲ τοῦ ψάλλειν, εἰς τὴν ἀλλοτρίαν ἐλθόντες γῆν, ἐχωρίσθησαν; Οὐ γὰρ ἡ οἰκία αὐτοῖς μόνον ἄβατος ἦν, ἀλλὰ καὶ πολλὰ τῆς λατρείας ἐντεῦθεν εἴδη. Οὐχὶ βαρβαρικαῖς ἐξεδόθησαν χερσὶ καὶ λύκοις μᾶλλον ἢ ἀνθρώποις καὶ τὸ δὴ χαλεπώτατον εἰς μακρὰν οὕτω κειμένην καὶ βάρβαρον ἀποικισθέντες γῆν καὶ αἰχμαλωσίας νόμῳ χαλεπωτάτῳ οὐ διδάσκαλον εἶχον, οὐ προφήτην, οὐκ ἄρχοντα; «Οὐ γὰρ ἐστί, φησίν, ἄρχων, οὐδὲ προφήτης καὶ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρποῦσαι ἐνώπτιόν σου καὶ εὑρεῖν ἔλεος». Ἀλλὰ καὶ εἰς τὴν βασιλικὴν οἰκίαν, ὡς εἰς σκόπελόν τινα καὶ κρημνὸν καὶ πέλαγος ὑφάλων γέμον καὶ σπιλάδων οὕτως εἰσήχθησαν, χωρὶς κυβερνήτου καὶ πρῳρέως καὶ ναυτῶν καὶ ἱστίων ἀναγκαζόμενοι τὴν χαλεπὴν ἐκείνην θαλάττην πλεῖν καὶ καθάπερ ἐν δεσμωτηρίῳ ταῖς βασιλικαῖς αὐλαῖς ἐναπειλημμένοι.

Ἐπειδὴ γὰρ φιλοσοφεῖν ᾔδεσαν καὶ βιωτικῶν ἦσαν ἀνώτεροι τῶν πραγμάτων, καὶ τὸν τῦφον ἅπαντα κατεπάτησαν τὸν ἀνθρώπινον, καὶ κοῦφον αὐτῶν τὸ πτερὸν εἰργάσαντο, προσθήκην κακῶν καὶ τὴν αὐτόθι διατριβὴν ἐνόμιζον εἶναι.

Ἔξω μὲν γὰρ ὄντες καὶ ἐν ἰδιωτικῇ οἰκίᾳ, πλείονος ἔμελλον ἀπολαύσεσθαι τῆς ἐξουσίας· εἰς δὲ τὸ δεσμωτήριον εἰσαχθέντες ἐκεῖνο—δεσμωτηρίου γὰρ τὴν φαντασίαν ἅπασαν ἐκείνην, καὶ κρημνῶν καὶ σκοπέλων οὐδὲ ἄμεινον εἶναι ἐνόμιζον—εὐθέως δυσκολίαν ὑπέμειναν χαλεπήν· Ὁ μὲν γὰρ βασιλεὺς ἐκέλευσε κοινωνοὺς αὐτοὺς τῆς τραπέζης εἶναι τῆς ἑαυτοῦ, τῆς συβαριτικῆς ἐκείνης καὶ ἀκαθάρτου καὶ βεβήλου, αὐτοῖς δὲ ἀπηγορεύετο τοῦτο, καὶ θανάτου χαλεπώτερον εἶναι ἐδοκεῖ· καὶ μόνοι καθάπερ ἀρνία λύκων μεταξὺ τοσούτων ἦσαν ἀπειλημμένοι. Καὶ ἀνάγκη ἦν λιμῷ τήκεσθαι, μᾶλλον καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι ἢ τῶν κωλυτικῶν ἀπογεύεσθαι ἐδεσμάτων. Τί οὖν ποιοῦσιν οἱ νέοι, οἱ ἐν ὀρφανίᾳ, οἱ αἰχμάλωτοι, οἱ ξένοι, οἱ δοῦλοι τῶν ταῦτα κελευόντων; Οὐκ ἐνόμισαν ἀρκεῖν αὐτοῖς εἰς ἀπολογίαν τὴν ἀνάγκην οὐδὲ τὴν τυραννίδα τοῦ τὴν πόλιν ἔχοντος, ἀλλὰ πάντα μηχανῶνται καὶ πραγματεύονται, ὥστε τὴν ἁμαρτίαν φευγεῖν, καίτοι πανταχόθεν προδεδομένοι. Οὔτε γὰρ χρήμασι πείθειν ἠδύναντο· πῶς γὰρ οἱ αἰχμάλωτοι; οὐ φιλίᾳ καὶ συνουσίᾳ· πῶς γὰρ οἱ ξένοι; οὐ δυναστείᾳ περιγενέσθαι· πῶς γὰρ οἱ δοῦλοι; οὐ πλήθει κρατῆσαι· πῶς γὰρ οἱ τρεῖς μόνοι; Προσελθόντες τοίνυν πείθουσι τὸν εὐνοῦχον ἐκεῖνον λόγοις τὸν ταύτην ἔχοντα τὴν ἐξουσίαν.

Ἐπειδὴ γὰρ εὗρον αὐτὸν περιδεῆ καὶ τρέμοντα καὶ περὶ τῆς οἰκείας σωτηρίας ἀγωνιῶντα, καὶ φόβος ἀφόρητος ἦν ὁ περὶ τοῦ θανάτου κατασείων αὐτοῦ τὴν ψυχήν. «Φοβοῦμαι γὰρ ἐγώ, φησί, τὸν κύριόν μου τὸν βασιλέα, μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ ὑπὲρ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ».

Ἀπαλλάξαντες αὐτὸν τούτου τοῦ δέους πείθουσι δοῦναι τὴν χάριν. Καὶ ἐπειδὴ πάντα τὰ παρ᾽ ἑαυτῶν εἰσήνεγκαν, καὶ ὁ θεὸς τὰ παρ᾽ ἑαυτοῦ λοιπὸν εἰσέφερεν. Οὐδὲ γὰρ τοῦ θεοῦ μόνου τὸ κατόρθωμα ἐπὶ τούτοις ἦν οἷς ἔμελλον ἐκεῖνοι λαμβάνειν, ἀλλὰ τῆς ἐκείνων γνώμης ἡ ἀρχὴ καὶ τὰ προοίμια, ἣν παρασχόμενοι γενναίαν καὶ ἀνδρείαν, ἐπεσπάσαντο τοῦ θεοῦ τὴν ῥοπὴν καὶ εἰς τέλος ἤγαγον ὅπερ ἐσπούδαζον.

Ὁρᾷς ὅτι τὸν μὴ ἑαυτὸν ἀδικοῦντα, οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται; ἰδοῦ γοῦν νεότης καὶ αἰχμαλωσία καὶ ὀρφανία καὶ εἰς ἀλλοτρίαν ἀπαγωγὴ καὶ μόνωσις καὶ ἐρημία τῶν βοηθησόντων καὶ ἐπίταγμα χαλεπὸν καὶ φόβος θανάτου πολὺς ἐπιτειχίζων τοῦ εὐνούχου τὴν δειλίαν καὶ πενία καὶ ὀλιγότης καὶ τὸ ἐν μέσῳ βαρβάρων εἶναι καὶ τὸ τοὺς ἐχθροὺς ἔχειν δεσπότας καὶ τὸ εἰς αὐτὰς ἐκδεδόσθαι τὰς χεῖρας τὰς βασιλικὰς καὶ τῶν οἰκείων ἁπάντων ὁ χωρισμὸς καὶ ἱερέων καὶ προφητῶν καὶ τῶν ἄλλων τῶν ἐπιμελουμένων αὐτῶν ἀλλοτρίωσις καὶ σπονδῶν καὶ θυσιῶν ἀργία καὶ ναοῦ καὶ ψαλμῶν ἀφαίρεσις καὶ οὐδὲν τούτων αὐτοὺς παρέβλαψεν· ἀλλὰ τότε μειζόνως εὐδοκίμησαν ἢ ὅτε τούτων ἀπήλαυον ἐπὶ τῆς πατρίδος τῆς ἑαυτοῦ. Καὶ πρῶτον ἆθλον ἀνύσαντες τοῦτον καὶ λαμπρὸν ἀναδησάμενοι τὸν στέφανον, καὶ τὸν νόμον καὶ ἐν ἀλλοτρίᾳ τηρήσαντες καὶ ἐπίταγμα καταπατήσαντες τυραννικὸν καὶ φόβον νικήσαντες τοῦ ἀλάστορος καὶ μηδὲν μηδαμόθεν παραβλαβέντες· ὥσπερ οἴκοι καθήμενοι καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετ᾽ ἀδείας ἀνύσαντες, ἐφ᾽ ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα· καὶ πάλιν ἦσαν οἱ αὐτοί.

Καὶ ἀγὼν τοῦ προτέρου χαλεπώτερος αὐτοῖς ἐτίθετο καὶ κάμινος ἀνήπτετο καὶ βαρβαρικὸν πρὸς αὐτοὺς στρατόπεδον μετὰ τοῦ βασιλέως παρετάττετο καὶ ἡ Περσικὴ πᾶσα δύναμις ἐκινεῖτο καὶ πάντα πρὸς ἀπάτην αὐτῶν ἐπετηδεύετο καὶ βίαν καὶ μουσικῆς εἴδη διάφορα καὶ κολάσεων ποικίλοι τρόποι καὶ ἀπειλαὶ καὶ ὄψις πάντοθεν ἦν φοβερὰ καὶ ῥήματα ὄψεως φοβερώτερα· Ἀλλ᾽ ὅμως ἐπειδὴ ἑαυτοὺς οὐ προέδωκαν, ἀλλὰ τὰ παρ᾽ ἑαυτῶν πάντα εἰσήνεγκαν, οὐδὲν οὐδέποτε παρεβλάβησαν, ἀλλὰ καὶ λαμπροτέρους τῶν προτέρων ἀνεδήσαντο τοὺς στεφάνους. Ἔδησε μὲν γὰρ αὐτοὺς ὁ Ναβουχοδονόσορ καὶ ἐνέβαλεν εἰς τὴν κάμινον, οὐ μὴν παρέβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε καὶ ἐνδοξοτέρους εἰργάσατο. Καὶ οὔτε ναόν—πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ—οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς.

Οὕτως οὖν, ὅταν μηδεὶς ἑαυτὸν ἀδικῇ, οὐδὲν παρ᾽ ἑτέρου βλαβῆναι δυνήσεται—οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων τὸ ῥῆμα—εἰ γὰρ αἰχμαλωσία καὶ δουλεία καὶ μόνωσις καὶ πατρίδος ἀποβολὴ καὶ τῶν οἰκείων ἁπάντων καὶ θάνατος καὶ ἐμπρησμὸς καὶ στρατόπεδον τοσοῦτον καὶ τύραννος οὕτως ὠμὸς, οὐκ ἴσχυσαν παῖδας τρεῖς νέους αἰχμαλώτους, δούλους, ξένους, ἐπ᾽ ἀλλοτρίας ὄντας λυμήνασθαί τι εἰς τὴν οἰκείαν αὐτῶν ἀρετήν, ἀλλὰ καὶ μείζονος αὐτοῖς παρρησίας γέγονε πρόφασις ἡ ἐπιβουλή, τί τὸν νήφοντα παραβλάψαι δυνήσεται; οὐκ ἔστιν οὐδέν, κἂν πᾶσαν τὴν οἰκουμένην ἔχῃ πολεμοῦσαν αὐτῷ. «Ἀλλ᾽ ὁ θεὸς τότε, φησί, παρέστη αὐτοῖς καὶ ἐξήρπασεν αὐτοὺς τῆς φλογός». Μάλιστα μὲν οὖν, καὶ σὺ τὰ παρ᾽ ἑαυτοῦ πάντα ἐὰν παράσχῃς, τὰ παρὰ τοῦ θεοῦ ἕψεται πάντως.

Πλὴν ἀλλ᾽ ἐγὼ τοὺς παῖδας ἐκείνους οὐ διὰ τοῦτο θαυμάζω καὶ μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι τὴν φλόγα κατεπάτησαν καὶ τῆς τοῦ πυρὸς ἐνεργείας κρείττους ἐγένοντο, ἀλλ᾽ ὅτι ὑπὲρ τῶν ἀληθῶν ἐδέθησαν δογμάτων καὶ εἰς κάμινον ἐνεβλήθησαν καὶ τῷ πυρὶ παρεδόθησαν.

Ἐνταῦθα γὰρ αὐτοῖς ἅπαν τὸ τρόπαιον ἀπήρτισται καὶ ὁμοῦ κατενεχθεῖσιν εἰς τὴν κάμινον, στέφανος ἐπετίθετο· καὶ ἀπὸ τῶν ῥημάτων ἐκείνων ἤρξατο πλέκεσθαι καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἃ μετὰ πολλῆς τῆς παρρησίας καὶ τῆς ἐλευθεροστομίας πρὸς τὸν βασιλέα ἀχθέντες εἰς μέσον ἔλεγον. «Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστιν γὰρ ὁ θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, ἱκανὸς ἐξελέσθαι ἡμᾶς ἐκ καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν». Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω, ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προσθέντες.

Εἰ δὲ ἐμβληθέντων ᾐδέσθη τὸ πῦρ αὐτῶν τὰ σώματα, καὶ τὰ δεσμὰ ἔλυσε, καὶ παρέσχε κάτω μετ᾽ ἀδείας βαδίζειν, καὶ τῆς οἰκείας ἐνεργείας ἐπελάθετο καὶ πηγὴ ψυχρῶν ὑδάτων γέγονε τοῦ πυρὸς ἡ κάμινος, τοῦτο λοιπὸν τῆς τοῦ θεοῦ χάριτος τὸ θαῦμα ἦν καὶ τῆς ἄνωθεν παραδοξοποιίας· ὥστε οἱ ἀθληταὶ καὶ πρὶν ἢ ταῦτα γενέσθαι, ὁμοῦ τῆς φλογὸς ἐπιβάντες καὶ τὸ τρόπαιον ἔστησαν καὶ τὴν νίκην ἤραντο καὶ τοὺς στεφάνους ἀνεδήσαντο καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ἀνεκηρύχθησαν καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐδοκίμησιν οὐδὲν ἦν.

Τί οὖν ἂν ἔχοις πρὸς ταῦτα εἰπεῖν; Εἰς ὑπερορίαν ἀπηνέχθης, τῆς πατρίδος ἐξεβλήθης; ἰδοῦ καὶ οὗτοι. Αἰχμαλωσίαν ὑπέμεινας καὶ ὑπὸ βαρβάροις ἐγένου δεσπόταις; ἀλλὰ καὶ τοῦτο εὑρήσεις τούτοις συμβάν. Ἀλλ᾽ οὐδένα ἔχεις ἐκεῖ παρόντα καὶ διορθούμενον τὰ σὰ οὐδὲ νουθετοῦντα καὶ διδάσκοντα; καὶ ταύτης οὗτοι τῆς ἐπιμελείας ἦσαν ἐστερημένοι.

Ἀλλ᾽ ἐδέθης; ἀλλ᾽ ἐνεπρήσθης; ἀλλ᾽ ἀπέθανες; οὐδὲν γάρ μοι τούτων χαλεπώτερον ἔχεις εἰπεῖν. Ἀλλ᾽ ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι᾽ ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα· καὶ πανταχοῦ σχεδὸν τῆς χώρας τῆς ἐν Παλαιστίνῃ τὰς παρανόμους ἐκείνας καὶ ἐναγεῖς ἐργασάμενοι θυσίας καὶ ἕτερα μυρία τολμήσαντες. Οὗτοι δὲ ἐν βαρβάρῳ μέσῃ, ἐν πολεμίᾳ γῇ, ἐν οἰκίᾳ τυραννικῇ στρεφόμενοι, πάσης ἐκείνης τῆς ἐπιμελείας ἐστερημένοι, ἀπαγόμενοι, καιόμενοι, οὐ μόνον ἐντεῦθεν οὐδὲν παρεβλάβησαν, οὐ μικρόν, οὐ μέγα, ἀλλὰ καὶ μειζόνως διέλαμψαν.