Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι τῇ θαλάσσῃ ἐοικέναι τὸν βίον τοῦτον

Ἰωάννης ὁ Χρυσόστομος

Η τυπολογία του Ιωνά και η θεία Οικονομία

Παραλληλισμός της καθόδου του Χριστού στη μήτρα της Παρθένου και στον Άδη με τον τύπο του προφήτη Ιωνά, με αναφορές στην Ανάσταση, τη μετάνοια και τη σωτηρία των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Νύκτα λέγει τὴν πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Πάσης οὖν τῆς ἀνθρωπότητος, καθὼς ἔφαμεν ὑπὸ τῆς τοῦ διαβόλου κακίας χειμαζομένης, θεωρήσας ὁ τοῦ Θεοῦ Λόγος, ἐλθὼν εἰς τόνδε τὸν βίον, εἰσέρχεται εἰς τὴν κοιλίαν τοῦ πλοίου τῆς Παρθένου Μαρίας· οὗ τὴν εἰκόνα ἐν Ἰωνᾷ τῷ προφήτῃ γεγονυῖαν εὕραμεν. Πέμπεται γὰρ Ἰωνᾶς εἰς Νινευῒ, ἔρχεται ὁ Χριστὸς εἰς τόνδε τὸν βίον· ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μαρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις. Τότε μᾶλλον ἐξηγείρετο ὁ διαβολικὸς τῆς κακίας χειμὼν, ὡς ἐπὶ τοῦ Ἰωνᾶ· ἀλλ᾽ ὅτε ἐῤῥίφη Ἰωνᾶς εἰς τὸ πέλαγος, τουτέστιν, ὅτε Ἰησοῦς προῆλθεν ἐκ τῆς κοιλίας τῆς Παρθένου εἰς τόνδε τὸν βίον, καὶ πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, καὶ μέχρις οὗ φθάσῃ τὸ κῆτος εἰς τὸν ᾅδην, πολλὰ σημεῖα καὶ τέρατα ἐπετέλει διανηχόμενος εἰς τόνδε τὸν βίον. Ἦλθεν Ἰωνᾶς εἰς τὸ κῆτος, καὶ αὐτὸς εἰς τὸν ᾅδην ἦλθεν· τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας τὰς αὐτὰς τῷ Ἰωνᾷ ἐν τῷ ᾅδῃ πεποίηκεν.

Ἐκρίπτεται Ἰωνᾶς ἐκ τοῦ κήτους εἰς τὴν Νινευῒ, καὶ Χριστὸς ἀνίσταται ἐκ νεκρῶν καὶ ἔρχεται εἰς τὸν κόσμον τοῦτον κηρύσσει μετάνοιαν· μετανοοῦσι Νινευῖται, καὶ οἱ τοῦ κόσμου τούτου πολῖται· νηστεύουσι τριάδα ἡμερῶν, καὶ σώζεται τὰ πολυαρίθμητα πλήθη, ὡς καὶ ἐν τῇ Νινευῒ δεκαδύο μυριάδες ἀνθρώπων καὶ κτήνη πολλά. Τοῦ γὰρ Κυρίου κηρύσσοντος τῷ κόσμῳ τούτῳ τὴν μετάνοιαν καὶ τὴν πίστιν, σώζονται αἱ δέκα δύο φυλαὶ τοῦ Ἰσραήλ. Ὅταν γὰρ Τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι δὲ εἰκὼν τοῦ Χριστοῦ ἦν Ἰωνᾶς αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· Ὃν τρόπον Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ, καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.