Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι τὸν τοῦ Χριστοῦ μαθητὴν ἐπιεικῆ εἶναι δεῖ

Ἰωάννης ὁ Χρυσόστομος

Η μίμηση της ανεξικακίας του Χριστού και καταληκτήρια προτροπή

Οδηγίες για την ειρηνική αντιμετώπιση των αδικούντων με πρότυπο την πραότητα του Κυρίου, συνοδευόμενες από τελική προτροπή σε πνευματική μακροθυμία και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Μικρόν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν. Ὁ θέλων κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. Διὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα. Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὢν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα. Μέμνησο τῶν ἱερῶν τοῦ Παύλου διδασκαλιῶν· Μὴ γίνεσθε, φησὶ, φρόνιμοι παρ᾽ ἑαυτοῖς, μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ᾽ ἐπίῤῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι· Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησὶν, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Μὴ λέγε, Θεὸς ἀνταποδίδωσιν, ἀνταποδώσω κἀγώ· σκέψαι τί σοι Χριστὸς ἐπέδειξεν εἰς κόσμον ἐλθὼν, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς.

Οὐκ ἦλθε γὰρ κριτὴς, οὐδὲ τοὺς ἐπανισταμένους ἀμυνόμενος· καίτοι γε οὐχ ἑαυτῷ διὰ τῆς ἀνεξικακίας κέρδος μνηστευόμενος, ἀλλὰ τῷ κόσμῳ τὴν σωτηρίαν πραγματευόμενος. Ἡ γὰρ Χριστοῦ ἀνεξικακία τὴν τοῦ διαβόλου θρασύτητα καταβέβληκε, καὶ ἡ τοῦ Κυρίου ἠπιότης τὸν ἄγριον θυμὸν τοῦ Πονηροῦ κατεπάλαισε.

Καὶ σὺ τοίνυν τὸν τύπον εἰς μίμησιν προτίθει. Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμαρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με· ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Οὐκοῦν καὶ σὺ μὴ ἑαυτὸν ἐκδίκει, ἀλλ᾽ ἀνάμενε τὸν κριτήν. Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμενος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ (Λοιδορούμενος γὰρ, φησὶν, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως), καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν Δεσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει. Καὶ γὰρ πρὸς τὸν Πατέρα ἔλεγεν, Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἠδίκησεν ὁ ἀδελφὸς, ἀνάξιος τῆς ἀδελφότητος ὤφθη· ἀλλὰ σὺ μὴ διαφθείρῃς τὴν ἀδελφότητα. Ὁ ἀδελφὸς ἐμιμήσατο τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς, ἀδελφοκτονίαν ὡπλίσατο, ἐχθρὸς ἀνεφάνη ἀντ᾽ ἀδελφοῦ, πονηρίας ἔδειξεν ὑπερβολὴν, οὐδὲν ἀδικούμενος ἀδικεῖ. Ἀλλὰ σὺ τὸ ἐναντίον ποίησον, ἵνα εἴπῃς καὶ σὺ κατὰ τὸν μελῳδὸν Δαυΐδ· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.

Νίκα ἐν τῷ ἀγαθῷ τὸν κακὸν, προκαλοῦ αὐτὸν εἰς τὸ ἀγαθὸν, λῦσον τὸν θυμὸν ἠπιότητι, δεῖξον αὐτῷ ὅτι ἀδίκως διώκει τὸν ἐν σοὶ Χριστὸν, οὐκ ἄξιον τοῦ διώκεσθαι σεαυτὸν ἐπιδεικνύων. Ἀλλ᾽ ἀδιόρθωτός ἐστι, καὶ πρὸς τὴν σὴν ἡμερότητα οὐ μεταβάλλεται. Καὶ θηρία μὲν μεταβάλλεται εἰς τὴν τῶν ἀνθρώπων ἡμερότητα, ἐκεῖνος δὲ τῶν θηρίων ἀγριώτερος καθέστηκε. Μὴ φιλονείκει πρὸς τὸν τοιοῦτον, μηδὲ ἀντιπαρεξάγαγε θυμῷ θυμόν· ἔκκλινον δὲ ὥσπερ [τὰς] χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης· φύλαξαι δὲ ὥσπερ ἀσπίδα κωφὴν καὶ βύουσαν τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾴδοντος. Ἐξαγόρασον τὸν καιρὸν, Ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· ἐν σοφίᾳ περιπάτει, εἰδὼς, ὅτι ξένος εἶ καὶ πάροικος ἐπὶ τῆς γῆς καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες σου. Πρόβατον εἰς μέσον λύκων ἀπεστάλης καὶ σὺ, ὥσπερ καὶ οἱ ἀπόστολοι· μὴ λύκος ἀντὶ προβάτου γίνου· πρὸς λύκους φιλονεικῶν, φυλάσσου ὅση δύναμις, ἵνα μὴ τὸν θησαυρὸν τῆς δικαιοσύνης ἀπολέσῃς· φυλάσσου τοὺς διαρπάζοντας· φρόνιμος ὢν ὡς ὄφις φυλάσσου τὰς ἐπιβουλάς· εἰ δὲ καὶ βλάψειεν ὁ λύκος, εἰ δὲ καὶ σπαράττειν μέλλοι σε, παρασκευάζου φέρειν, μεμνημένος τοῦ λέγοντος· Ἐγενήθημεν ὡς πρόβατα σφαγῆς· ἀφορῶν εἰς αὐτὸν τὸν Κύριον, Ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.

Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρὸς, ὅταν νικήσῃς ἀνεξικακῶν μετὰ Χριστοῦ. Καὶ γὰρ ὁ Κύριος οὐκ ἤρισεν οὐδὲ ἐκραύγασεν, οὐδὲ ἤκουσέ τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Καὶ ὁ Ἀπόστολος ἐν ἑτοίμῳ ἔχειν φησὶν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ τῶν ὑπακουσάντων ἡ ὑπακοή. Θεοῦ δὲ μακροθυμοῦντος, μακροθύμει καὶ σύ· ὅτε γὰρ σήμερον πάσχει Χριστὸς, σοῦ πάσχοντος, διὰ Χριστὸν ὑπομένειν δεῖ καὶ τὸν Χριστοῦ διάκονον. Βόα πρὸς αὐτὸν, καὶ ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει· συντελέσει τὴν πονηρίαν ἁμαρτωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος· μακροθυμεῖ γὰρ πρὸς τὸ ἡμᾶς ἐπιστρέψαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.