Μικρόν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν. Ὁ θέλων κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. Διὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα. Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὢν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα. Μέμνησο τῶν ἱερῶν τοῦ Παύλου διδασκαλιῶν· Μὴ γίνεσθε, φησὶ, φρόνιμοι παρ᾽ ἑαυτοῖς, μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ᾽ ἐπίῤῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι· Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησὶν, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Μὴ λέγε, Θεὸς ἀνταποδίδωσιν, ἀνταποδώσω κἀγώ· σκέψαι τί σοι Χριστὸς ἐπέδειξεν εἰς κόσμον ἐλθὼν, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς.