Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι τὸν τοῦ Χριστοῦ μαθητὴν ἐπιεικῆ εἶναι δεῖ

Ἰωάννης ὁ Χρυσόστομος

Η απαγόρευση της οργής και η μακροθυμία του Θεού

Ερμηνεία της ευαγγελικής διδασκαλίας για την υπέρβαση της οργής και ανάλυση της αναβολής της θείας δίκης ως ευκαιρίας για μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὅτι χρὴ τὸν Χριστοῦ μαθητὴν ἤπιον εἶναι, καὶ μὴ ταχέως ὀργίζεσθαι. Ἡ θεία φωνὴ τοῦ Κυρίου ἐν τοῖς Εὐαγγελίοις διδάσκει ἡμᾶς, ἡ ἀναπληροῦσα τὸν νόμον, οὐ καταργοῦσα, μὴ ὀργίζεσθαι τῷ ἀδελφῷ, καὶ διὰ τῆς προσθήκης ταύτης τοῦ λόγου ἀνεπλήρωσε τὸ, Οὐ φονεύσεις, αὐτὴν τὴν ῥίζαν ἐξαίρων τοῦ φόνου, καὶ τὴν καρδίαν ἔσωθεν καθαρίζων, καὶ οὐχὶ τὰς χεῖρας ἔξωθεν.

Τιμωρίαν γὰρ ἐπέθηκεν οὐχὶ τοιαύτην, ἥνπερ ὁ νόμος, τὴν παρ᾽ εὐθὺ, ἀλλὰ τὴν ἐπὶ τῆς κρίσεως, λέγων· Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Οὐ γὰρ ὀξεῖαι αἱ παρὰ Χριστοῦ τιμωρίαι, καθάπερ ἐν τῷ νόμῳ· ἀλλὰ πολλὴ μὲν ἀναβολὴ τῶν κατὰ τὸ δίκαιον ἀνταποδόσεων, φοβερὰ δὲ ὕστερον ἡ δίκη. Ὥσπερ ἐπιτάττει τὰ μείζω, οὕτω καὶ μειζόνως μακροθυμεῖ, κάθαρσιν καρδίας ἐπιζητῶν, ἣν δυσκόλως ἔστιν ἐξεργάσασθαι.

Διόπερ εἰ καὶ προαχθείημεν εἰς ὀργὴν, οὐκ εὐθὺ τιμωρεῖται· εἰ γὰρ παρ᾽ εὐθὺ ἐτιμωρεῖτο, οὐκ ἂν ἦν διὰ μετανοίας ἐπάνοδος. Διὰ τοῦτο ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἔχωμεν καιρὸν μετανοίας, ἵνα ὁ χθὲς ὀργισθεὶς τῷ ἀδελφῷ, σήμερον μετανοήσῃ, καὶ διαθήκην ἑαυτῷ διάθηται μηκέτι ὀργίζεσθαι τῷ ἀδελφῷ· καὶ κατὰ μέρος ὅμοιοι Θεῷ γινώμεθα. Μεταβάλλει γὰρ ἡμᾶς ἐκ τῶν ἀλλοτριούντων τὴν ζωὴν ἡμῶν ἐκ τῆς ὁμοιώσεως τοῦ Θεοῦ, καὶ ἄγει εἰς τὸ κατὰ φύσιν καλὸν μετὰ τὸ προκείμενον· εἰς γὰρ τὸ κατὰ φύσιν ἀγόμεθα, καὶ εἰς τὴν τοῦ θείου Πνεύματος κοινωνίαν, καὶ τὴν διηνεκῆ μετὰ Θεοῦ ζωὴν περὶ τηλικούτων ἀγωνιζόμενοι. Πρόσχωμεν ἑαυτοῖς, καὶ μὴ καταφρονήσει τὸ ἔργον τῆς εἰς Θεὸν ὁμοιώσεως διαφθείρωμεν, ἐπειδὴ χρονίζει ὁ Κύριος τοῦ ἐλθεῖν· μὴ ἑαυτοῖς ἄδειαν δῶμεν εἰς τὸ παραβαίνειν τὰ λόγια Κυρίου, μὴ ἀπελπίσαντες ὡς μὴ δυνάμενοι τούτου τυχεῖν τοῦ καθ᾽ ὁμοίωσιν Θεοῦ, καταλίπωμεν τὸν ἀγῶνα, ἀλλ᾽ ἡ ἐλπὶς παρέστω διὰ τὸν προστάξαντα καὶ δύναμιν χαριζόμενον ἐπὶ τῷ προσταχθέντι. Ἡ δὲ καταφρόνησις καὶ ἡ ἀμέλεια ἀπέστω, φοβερωτέραν ἡμῶν προσδοκώντων τὴν τιμωρίαν διὰ τὴν μακροθυμίαν. Ὅσον γὰρ μακροθυμεῖ, ζητῶν τὴν διόρθωσιν, τοσοῦτον ἀγανακτήσει μὴ διορθουμένων ἡμῶν, καὶ ὡς ἐξυβρίσασι τὴν χάριν ἐπελεύσεται ὀξέως.