Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι χρὴ πυκνὰ συνέρχεσθαι

Ἰωάννης ὁ Χρυσόστομος

Η ανθρώπινη φύση των ποιμένων και η θεία συγκατάβαση

Ερμηνεία της θείας επιλογής ανθρώπων με αδυναμίες για την ποιμαντική διακονία, ώστε να επιδεικνύουν επιείκεια και να συμπάσχουν με το ποίμνιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἐλθὲ τοίνυν καὶ θεραπεύου μετ᾽ ἐμοῦ τοῦ διδασκάλου. Εἰ δὲ ὑγιὴς εἶ, καὶ διὰ τοῦτο παραγίνου, ἵνα ὑγιέστερος γένῃ· ὁ γὰρ λόγος τούς τε ἔχοντας νοσήματα ἀπαλλάττει τῆς ἀῤῥωστίας, τούς τε οὐκ ἔχοντας ἀσφαλεστέρους καθίστησι, διορθωτικός τε ὢν τῶν γενομένων, καὶ προφυλακτικὸς τῶν οὐδέπω συμβάντων. Εἰ δὲ μὴ τοῦτο ἔχεις τὸ ἁμάρτημα, ἀλλ᾽ ἕτερον ἔχεις· Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Μὴ τοίνυν, ἐπειδὴ ἥμαρτες, αἰσχυνθῇς παραγενέσθαι, ἀλλὰ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο ἀπάντησον. Οὐδεὶς γὰρ λέγει· Ἐπειδὴ ἕλκος ἔχω, οὐκ ἐπιζητῶ τὸν ἰατρὸν, ἀλλ᾽ οὐδὲ καταδέχομαι φάρμακον· ἀλλὰ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα καὶ τοὺς ἰατρεύοντας καὶ τῶν φαρμάκων τὴν δύναμιν ἐπιζητεῖν ἀναγκαῖον. Ἴσμεν γὰρ καὶ ἡμεῖς συγγινώσκειν, ἅτε καὶ αὐτοὶ ἑτέροις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι. Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀγγέλους ἔδωκεν ἡμῖν διδασκάλους, οὐδὲ τὸν Γαβριὴλ ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ᾽ ἀπ᾽ αὐτοῦ τοῦ ποιμνίου ἀναλαμβάνων ποιεῖ ποιμένας, ἀπ᾽ αὐτῶν τῶν προβάτων τὸν ἀγελάρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποιμαινομένων, ἀλλ᾽ ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπόθεσιν τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην.

Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον Παύλου ταῦτα γράφοντος καὶ φιλοσοφοῦντος· τοῖς γὰρ Ἑβραίοις ἐπιστέλλων, οὕτως ἔφη· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, ὥστε προσφέρειν δῶρα καὶ θυσίας, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Εἶδες πῶς ἄριστα τὴν αἰτίαν ἡμῖν εἴρηκε, δι᾽ ἣν οὐκ ἄγγελοι οὐδὲ ἀρχάγγελοι, ἀλλ᾽ ἄνθρωποι ταῖς Ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς μέγιστον διδασκάλιον ταπεινοφροσύνης ἔχοντες;

Καὶ γὰρ καὶ αὐτὸς περίκειται, φησὶν, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Τοῦτο γοῦν καὶ νῦν γίνεται· καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτῶν παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομεν καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν ......