Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι χρὴ πυκνὰ συνέρχεσθαι

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος περί θείας φιλανθρωπίας και δοξολογία

Συμπερασματικές επισημάνσεις για τη θεία φιλανθρωπία, η οποία εκδηλώνεται μέσω των αδυναμιών των ποιμένων, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

ϛʹ. Ταῦτα δὲ πάντα ἐγίνετο, καὶ ἠφίει αὐτοὺς ὁ Θεὸς γυμνοὺς τῆς αὑτοῦ χάριτος, ἵνα, ὅταν διδαχθῶσιν αὑτῶν τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδείκνυνται. Διὸ καὶ γράφων ἔλεγε Γαλάταις· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ταῦτ᾽ οὖν εἰδότες τούς τε ἀφηνιῶντας ἕλκωμεν, τοῖς τε ἁμαρτάνουσι συγγνωμονικοὶ γινώμεθα, πολλήν τε τὴν φιλανθρωπίαν ἐπιδειξώμεθα μετὰ τῶν τοῦ Θεοῦ νόμων· ἵνα καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς συγγνώμης ἐν οἷς ἁμαρτάνομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.