Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀφέσεως ἁμαρτιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η ομόνοια και η συμφωνία στην προσευχή

Ιστορικά και αλληγορικά παραδείγματα από την Αγία Γραφή σχετικά με τη σημασία της πνευματικής ομόνοιας και της συμφωνίας μεταξύ σαρκός και πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Εἰ καὶ ὀλίγα ἀπὸ πολλῶν εἰρηκότες, εἰς τὸ, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ, εἰς τὸν ἑξῆς στίχον τὸν νοῦν ἡμῶν ἐπιῤῥίψωμεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσωσι ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Ἀβραὰμ συμφωνήσας μετὰ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὁ μὲν εἰς τὰς βόας δραμὼν, ἡ δὲ τοὺς ἄρτους ἐπισπεύσασα, πρᾶγμα παράδοξον ἐπὶ γῆρας ἐδέξαντο, τόκον λαγόνων καρπωσάμενοι παῖδα. Ἰακὼβ ὁ πατριάρχης ὁμονοήσας μετὰ τῆς μητρὸς αὐτοῦ εὐλογίας αἰωνίου δέδεκται καρπόν. Μωϋσῆς καὶ Ἀαρὼν συμφωνήσαντες, ὅλην Αἴγυπτον ἐξεπόρθησαν, τὸ τῶν Ἑδραίων ἐλευθερώσαντες γένος. Ἰησοῦς καὶ Χαλὲβ ὁμονοήσαντες μόνοι τὴν τῆς ἐπαγγελίας ἐκληρονόμησαν γῆν. Δεβόῤῥα μετὰ Βαρὰκ συμφωνήσασα τὸν ὠμότατον ἐνίκησαν τύραννον. Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος ὁμονοήσασα τὸν ἀλλόφυλον ἐνίκησαν Ὀλοφέρνην. Τωβίας μετὰ τοῦ ἀγγέλου ὁμονοήσας τὸν ἀνδροκτόνον δαίμονα τῆς ἰδίας γαμετῆς συνέδησε, καὶ τοῦ πατρὸς αὐτοῦ ὀφθαλμοὺς κεκλεισμένους ἠνέῳξεν. Ἐζεκίας καὶ Ἡσαΐας ὁμοφώνως εὐξάμενοι, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀλλοφύλων κατέστρωσαν. Παῦλος καὶ Σίλας ὁμοφώνως ἐν τῷ δεσμωτηρίῳ εὐξάμενοι, τὰ θεμέλια τῆς φυλακῆς σεισθῆναι ἐποίησαν.

Ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸ γράμμα, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Ἐὰν τὰ δύο ταῦτα πολὺ διστασιάζοντα καὶ φιλονεικοῦντα συμφωνήσωσι· τουτέστι, σὰρξ καὶ πνεῦμα, καθ᾽ ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἐὰν συμφωνήσωσι τὰ δύο ταῦτα, ἵνα τὸ μὲν κυριεύῃ, τὸ δὲ δουλεύῃ· τὸ μὲν σοφρονῇ, τὸ δὲ μὴ ἀντιλέγῃ· τότε ὁ Κύριος ἔσται ἀνὰ μέσον ψυχῆς καὶ σαρκὸς, καὶ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Πολλοὶ γὰρ τοῦτο ἀσκήσαντες εἰσηκούσθησαν, ὡς Ἠλίας ἐν τῷ ὄρει, καὶ Δανιὴλ ἐν τῷ λάκκῳ, καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ Ἐζεκίας ἐν τῇ κλίνῃ τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ Πέτρος ἐν Ἰόππῃ, καὶ Κορνήλιος ἐν Καισαρείᾳ. Πολλαὶ δὲ καὶ μόναι γυναῖκες εὐξάμεναι εἰσηκούσθησαν· ὡς Σάῤῥα τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις, καὶ Ἰουδίθ ἐν τῷ ὑπερῴῳ, καὶ Σωσάννα ἐν τῇ κρίσει τῶν παρανόμων. Τότε προσελθὼν, φησὶν, ὁ Πέτρος εἶπε τῷ Κυρίῳ· Ποσάκις ἀφήσω τῷ ἀδελφῷ μου εἰς ἐμὲ ἁμαρτήσαντι; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος τί φησι πρὸς αὐτόν; Οὐ μόνον λέγω σοι, Ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.