Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀφέσεως ἁμαρτιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Το ερώτημα του Πέτρου περί συγχωρήσεως και η τυπολογία της αφέσεως

Ανάλυση του αποστολικού ερωτήματος για το όριο της συγχώρησης και οι θεολογικές ερμηνείες των αριθμών με αναφορές στη δημιουργία, στη μετάβαση από τον Νόμο στη Χάρη, και στην άφεση των αμαρτιών του Κάιν και του Λάμεχ μέσω του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Κυρίου εἰρηκότος, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ· ἐπεργάσεται τὴν ἐπαγγελίαν τοῦ Κυρίου, βουλόμενος ἅμα μαθεῖν, καὶ πόση ἐστὶν ἡ τοιαύτη τοῦ Κυρίου φιλάνθρωπος χάρις. Εἶπες ἡμῖν, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα καὶ ἐν τῷ οὐρανῷ. Ποσάκις οὖν ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος σκοπήσας τὸ πτωχὸν αὐτοῦ τῆς περὶ τὸν πλησίον φιλανθρωπίας, εἶπε πρὸς αὐτόν· Οὐ μόνον λέγω σοι, Ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος πένης πενίαν ᾔτησας· ἐγὼ δὲ ὡς Θεὸς μεγαλόδωρος πλουσίως τὴν χάριν δεδώρημαι. Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλὰ μυστήριον ἔχει ὁ λόγος ἀπόκρυφον. Ἐὰν μὴ ὁ γεωργὸς τὴν δίκελλαν εἰς τὴν γῆν βαθύνῃ, τοὺς καρποὺς ἐν τῷ μέλλοντι καιρῷ οὐχ εὑρίσκει ἐπιτηδείους· οὕτω καὶ ἡμεῖς, ἐὰν μὴ τὸν νοῦν ἡμῶν βαθύνωμεν εἰς τὸ γράμμα, τὸν κεκρυμμένον τοῦ Πνεύματος θησαυρὸν οὐχ εὑρίσκομεν.

Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Καὶ τί γὰρ οὐκ εἶπεν, Ἕως ὀκτάκις, ἢ ἑξάκις, ἢ δεκάκις, ἀλλ᾽ Ἕως ἑπτάκις; Ἐπειδὴ ὁ Θεὸς ἐποίησε τὰ σύμπαντα ἐν ἓξ ἡμέραις, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ. Μυστήριον ἐπερωτᾷ ὁ Πέτρος τὸν Κύριον, βουλόμενος μαθεῖν ἐκκλησιαστικοὺς κανόνας· οἷον, Ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτοῦ, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ τῆς ζωῆς αὐτοῦ, οἷον, εἰ ἐν τῇ ἑβδόμῃ μετανοήσῃ ἀφήσω αὐτῷ;

Ὁ δὲ Κύριος ἐπέστρεψε λέγων· Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀφήσεις αὐτῷ τὰ ἁμαρτήματα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι συγχωρήσεις αὐτῷ, μακροτέρῳ ὑπάρχοντι παρὰ τοῦτον τὸν αἰῶνα ἑβδομηκοντάκις ἑπτά. Ἀληθὴς γάρ ἐστιν ὁ εἰπών σοι, ὅτι Ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ἀλλ᾽ ἔτι βαθύτερον ἐπεργασώμεθα τὸ νόημα. Ποσάκις, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, οὐκ εἰς σὲ τὸν Θεὸν, ἀλλ᾽ εἰς ἐμὲ, ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Οὐ μόνον τὰ εἰς ἐμὲ ἕως ἑπτάκις ἁμαρτήματα συγχωρήσεις, ἀλλὰ γὰρ καὶ ἑβδομηκοντάκις ἑπτά. Ἀληθὲς γάρ ἐστιν ὃ εἶπεν, ὅτι Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὐδὲ ἐν τῷ μέλλοντι. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἡμεῖς ταύτην τὴν ἁμαρτίαν οὐ φοβούμεθα· οὐ γὰρ βλασφημοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ προσκυνοῦμεν καὶ δοξολογοῦμεν. Ἀλλ᾽ ἔτι ξέσωμεν τὸν λόγον. Καὶ γὰρ χρυσὸς χωνευόμενος στιλβότερος γίνεται· οὕτω καὶ Γραφὴ ξεομένη τρανοτέρα εὑρίσκεται. Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;

Ἐπειδὴ ᾔδει, ὅτι ὁ νόμος συγχωρεῖ τοῖς ἀνθρώποις τὰ παραπτώματα ἐν τῇ ἑβδομάδι τοῦ αἰῶνος τούτου· οὐ γὰρ εἶχε τὴν ὀγδόην ἡμέραν τῆς ἀναστάσεως· οὔπω γὰρ ἦν παραγενόμενος ὁ Χριστὸς, ὁ ἔχων τὴν ἀναστάσιμον ἡμέραν· ὅθεν καὶ Δαυῒδ, ἐπειδὴ ὑπὸ νόμον ὑπῆρχεν, ἑπτάκις αἰνεῖ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ· λέγει γὰρ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι· οὐκ ὀκτάκις· οὔπω γὰρ ἦλθέ μοι Χριστὸς, ἡ ὀγδόη τῆς ἀναστάσεως ἡμέρα· ἔτι εἰμὶ ὑπὸ νόμον, ὑπὸ νόμον δουλεύσω σοι· ἔτι τῆς παιδίσκης εἰμὶ υἱὸς, τῆς συναγωγῆς· οὔπω γὰρ ἐκ τῆς ἐλευθέρας γεγέννημαι· διὸ λέγει, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Τῶν γὰρ ἐν τῇ χάριτι ἀναγεννηθέντων Χριστιανῶν ἡ μήτηρ ἐλευθέρα ἐστὶ, καθὰ λέγει ὁ Ἀπόστολος· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Ποσάκις οὖν ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Οἱονεὶ ἔλεγε, Κελεύεις συγχωρῆσαι τὰ πλημμελήματα τοῖς ἀδελφοῖς μου, ὡς ὁ νόμος (τοῦτο γάρ ἐστιν, Ἕως ἑπτάκις), ἢ πλεῖόν τι; Ὁ δὲ Κύριος ὑπερπλεονάζει τὴν χάριν λέγων· Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά. Ὅσον γὰρ ὁ Λόγος τοῦ νόμου ὑπερέχει, τοσοῦτον καὶ ἡ χάρις τοῦ νόμου· οὐ γὰρ ὁ Λόγος Θεὸς ἐκ τοῦ νόμου, ἀλλ᾽ ὁ νόμος ἐκ τοῦ Λόγου. Καὶ ἔστι μαθεῖν, ἀγαπητοὶ, τὴν ὠφέλειαν ἐκ τοῦ λόγου· ἵνα μάθῃς πόσῳ μείζων ὁ Λόγος τοῦ νόμου.

Ὁ νόμος δέκα λόγους δίδωσι τοῖς Ἰουδαίοις, καὶ οὐδὲ ὠφέλησεν· ἡμῖν δὲ ὁ Θεὸς ἕνα Λόγον δεδωκὼς, τοὺς πάντας δι᾽ αὐτοῦ ἀνέσωσεν. Ἀλλ᾽ ἔτι σκάλλομεν τὸ γράμμα τῷ Πνεύματι. Ὁ γὰρ θησαυρὸν ἀνοίξας οὐ μόνον χρυσὸν καὶ ἄργυρον λαβὼν ἀπέρχεται, ἀλλὰ γὰρ καὶ λίθους τιμίους καὶ τοὺς διαφόρους ἐπιζητεῖ. Ποσάκις, ἐὰν ἁμαρτήσῃ, εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;

Μυστήριόν ἐστιν, ἀγαπητοὶ, ἀποκεκρυμμένον ἐν τῷ γράμματι, καὶ πολλοὺς λέληθε. Σὺ δέ μοι ἀκριβῶς πρόσεχε τῷ νοήματι· λεπτὸν γάρ ἐστι σφόδρα, πετεινοῦ ὀξύτερον, ῥᾳδίως δυνάμενον τὸ ὄμμα τῆς διανοίας παραδραμεῖν, καὶ τοὺς σφόδρα ὀξυδορκοῦντας. Ποσάκις ἐὰν εἰς ἐμὲ ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἑπτάκις; Ζητήσεως γὰρ ἄξιον, διὰ τί εἶπεν Ἕως ἑπτάκις ὁ Πέτρος, καὶ ὁ Κύριος ἡμῶν ἀπεκρίνατο, Ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλ᾽ ὁ Πέτρος προσέσχε τὸ τοῦ φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βούλεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα. Προσεσχηκὼς γὰρ, ὅτι ὁ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσε, καὶ ἑπτὰ ἐγκλήμασιν ὑπέπεσε· πρῶτος γὰρ ἐφόνευσεν ἐν ἀνθρώποις, πρῶτος ὑπεκρίνατο, πρῶτος ἐψεύσατο, πρῶτος αἵματι τὴν γῆν ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν· οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἀνθρώπου, εἰ μὴ Κάϊν διὰ φθόνου ἐκύησε· προσεσχηκὼς οὖν Πέτρος, ὅτι τοῦ Κάϊν ὁ φόνος ἑπτὰ ἐγκλήμασιν ὑπόκειται, προσέρχεται τῷ Κυρίῳ μυστηριωδῶς ἐπερωτῶν, Ποσάκις, ἐὰν ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Τουτέστι, Κελεύεις ἐν τῷ βαπτίσματι τὰ τοῦ ἀδελφοκτόνου Κάϊν ἐγκλήματα ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος τί φησι πρὸς αὐτόν;

Οὐ μόνον τὸ τοῦ Κάϊν ἑπτάκις ἐν τῷ βαπτίσματι ἀφήσεις, ἀλλὰ καὶ τὸ τοῦ Λάμεχ τὸ ἕως ἑβδομηκοντάκις ἑπτά· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.