Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀφέσεως ἁμαρτιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Το δεσμείν και λύειν στο απολυτρωτικό έργο του Χριστού

Η σωτηριώδης δράση του Κυρίου, ο οποίος λύνει τον άνθρωπο από τη φθορά και δεσμεύει τον διάβολο και τον Άδη, ερμηνευόμενη και μέσα από την παραβολή του πλανηθέντος προβάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἔλυσε τὴν μεταξὺ ἡμῶν καὶ τοῦ Θεοῦ γεγονυῖαν ἔχθραν, καὶ ἔδησε τὸν ἀρχέκακον ὄφιν, δι᾽ ὃν ἔχθρα γεγένηται· ἔδησε πάντας τοὺς κατὰ τῶν ἀνθρώπων στρατευομένους δαίμονας, καὶ ἔλυσε πάντας τοὺς ὑπ᾽ αὐτῶν ὀχλουμένους ἀνθρώπους· ἔδησε τὴν καθ᾽ ἡμῶν στρεφομένην φλογίνην ῥομφαίαν, καὶ ἔλυσε τὸν ἐπὶ τοῦ σταυροῦ δεδεμένον λῃστὴν, εἰς τρυφὴν παραδείσου αὐτὸν εἰσκομίσας· ἔδησε τὸν ἀδελφοκτόνον Κάϊν τρόμοις αὐτὸν συνειλήσας, καὶ ἔλυσε τοῦ παραλυτικοῦ τοὺς τρόμους τὰ μέλη αὐτοῦ διορθώσας· ἔλυσε τὸν Ἰσαὰκ ὑπὸ τοῦ Ἀβραὰμ συμποδισθέντα, καὶ ἔδησεν ἀντ᾽ αὐτοῦ κριὸν ἐν φυτῷ Σαβὲκ κατεχόμενον· ἔδησε τὸν Ἰούδαν ἀργύρια φιλήσαντα, καὶ ἔλυσε τὸν ἀρχιτελώνην Ζακχαῖον τὰ χρήματα αὐτοῦ τοῖς πένησι διαδώσαντα· ἔδησε τοὺς Ἰουδαϊκοὺς χοίρους τοῖς δαίμοσιν ἐπιτρέψας, καὶ ἔλυσε τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον, τοὺς μαθητὰς αὐτοῦ πέμψας· ἔδησε τὴν πικροφόρον συκῆν, τὰς ῥίζας αὐτῆς ξηράνας, καὶ ἔλυσε τὴν συγκύπτουσαν γυναῖκα, εἰρηκὼς αὐτῇ, Θάρσει, θύγατερ, λέλυσαι ἀπὸ τῆς ἀσθενείας σου.

Ἔλυσε Πέτρον δεδεμένον ἁλύσεσι, καὶ ἔδησε τὸν φονοκτόνον Ἡρώδην τὰ μέλη αὐτοῦ τοῖς σκώληξιν ἐνειλήσας· ἐστερέωσε τὴν ἐπὶ τῆς στερεᾶς πέτρας θεμελιωθεῖσαν ὀρθόδοξον Ἐκκλησίαν, καὶ συνέλυσε τὴν ἐπὶ τῆς ἀστάτου ψάμμου οἰκοδομηθεῖσαν ἑτεροδόξων σκηνήν· ἔδησαν καὶ Ἰουδαῖοι Χριστὸν, ἀλλ᾽ ἔλυσεν αὐτῶν Χριστὸς τὸν ναὸν, κατέστρεψεν αὐτῶν τὴν Ἱερουσαλὴμ, παρέλυσεν αὐτῶν τὰ νόμιμα, ἠκύρωσεν αὐτῶν τὰς περιτομὰς, διέλυσεν αὐτῶν τὰς συναγωγὰς, ἀφήρπασεν αὐτῶν τὸν νόμον καὶ τοὺς προφήτας, καὶ αὐτοὺς ἀχύρου δίκην ἀνὰ πᾶσαν πόλιν καὶ χώραν ἐλίκμησεν. Ἔδησε καὶ ὁ διάβολος τὸν Κύριον, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀνακομίσας, ἀλλ᾽ ἐνέῤῥηξεν αὐτοῦ Χριστὸς τὴν ἀχόρταστον κοιλίαν, συνέλυσεν αὐτοῦ τοὺς σαρκοφάγους ὀδόντας, τῇ στερεμνίῳ αὐτοῦ πέτρᾳ συγκλάσας, παρέλυσεν αὐτοῦ τὰ νεῦρα, συνέτριψεν αὐτοῦ τὴν στολὴν, κατέστειλεν αὐτοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν ἐπέῤῥιψεν αὐτῷ αἰώνιον, ἀνθ᾽ ὧν τὸν ἐν χαρᾷ ἑστῶτα ἄνθρωπον εἰς πένθος ἁμαρτημάτων κατήγαγεν.

Ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς ὀφθαλμοὺς, κατῄσχυνεν αὐτοῦ τὸ ἄτιμον πρόσωπον, ζιβύναις ὀξέσιν ἐλογχοβόλησεν αὐτὸν, τριστόμῳ ῥομφαίᾳ κατεκέντησεν αὐτὸν, διεσκόρπισε τὰς ἐλπίδας αὐτοῦ, ἐξηρεύνησε τὰς κεκρυμμένας δεξιὰς αὐτοῦ νοσσιὰς, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ τὰς ἐνθήκας αὐτοῦ· ἠδάφισε τὰ ἀνελεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέκαυσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνέῤῥηξε τὰ σκοτεινὰ αὐτοῦ ταμιεῖα, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, καὶ πάντας τοὺς ὑπ᾽ αὐτοῦ δεθέντας λύσας καὶ μεθ᾽ ἑαυτοῦ λαβὼν, εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα ὡς γίγας ἀνέδραμε, καθά φησιν ὁ προφήτης· Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν τὴν ὁδὸν αὐτοῦ· ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.

Ἠγαλλιάσατο, ὡς ἀρτίως ἠκούετο ἐν τῷ Εὐαγγελίῳ, διὰ τὴν εὕρεσιν τοῦ ἀπολωλότος ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενηκονταεννέα πρόβατα μὴ πεπλανημένα, τουτέστι, τὰς ἀγγελικὰς δυνάμεις ἐπὶ τὰ ὄρη, τουτέστιν, ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανημένον πρόβατον τὸ βοῶν καὶ λέγον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Τῆς γὰρ τοιαύτης φωνῆς ἀκούσας τοῦ πεπλανημένου προβάτου ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ ἦλθε ζητῆσαι τὸ πεπλανημένον πρόβατον, καὶ εὑρὼν ἠγαλλιάσατο. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ἔδραμε τὴν ἀπ᾽ οὐρανῶν ἐπὶ γῆν ὁδὸν ἀγαλλιῶν· εἶτα ἀπὸ γῆς ἐπὶ τὰ ὑποχθόνια ἔδραμεν· εἶτα ἐκεῖ πάσας τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας ψυχὰς λύσας, εἰς γῆν κατέδραμε, καὶ πάλιν ἀπὸ γῆς εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας ἐνήλατο. Καὶ οὐκ ἔστιν, ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Θέρμην ἀκούων Χριστοῦ, νόει αὐτὸν ἥλιον δικαιοσύνης. Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Τίς γὰρ τῷ ψυχροτάτῳ θανάτῳ νεκρωθεὶς, ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ τοῦ Πνεύματος, καὶ οὐχὶ πάντες ἐκ νεκρῶν ἀναστήσονται; Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Εἶτα τὸ ἑξῆς τί, ἀγαπητοί;