Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η διπλή εντολή της αγάπης

Ερμηνεία των συμβολικών δύο δηναρίων ως των αδιαχώριστων εντολών της αγάπης προς τον Θεό και προς τον πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ταῦτα γὰρ οἶμαι ἐκεῖνα τὰ δύο δηνάρια τὰς δύο ἐντολὰς, ἐν αἷς ὁ νόμος ὅλος κρέμαται καὶ οἱ προφῆται. Εἴρηται γὰρ παρὰ Κυρίου ἐν Εὐαγγελίοις, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται. Ἀγάπη πρὸς Θεὸν, καὶ ἀγάπη πρὸς τὸν πλησίον, δύο ἐντολαὶ ἀλλήλων ἐχόμεναι· ὁ ἔχων μίαν τούτων, τὴν δὲ ἄλλην οὐκ ἔχων, οὗτος οὐδὲ ἢν δοκεῖ ἔχειν κέκτηται. Ὡς γὰρ ψυχὴ ἄνευ σώματος οὐ καλεῖται ἄνθρωπος, οὐδ᾽ αὖ πάλιν σῶμα ἄνευ ψυχῆς· οὕτως οὐδὲ ἀγάπη πρὸς Θεὸν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην, οὐ τυγχάνει ἀγάπη· οὐδ᾽ αὖ πάλιν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ἐὰν μὴ ἔχῃ τὴν πρὸς τὸν Θεὸν, οὐ καλεῖται ἀγάπη.