Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η συγχώρηση του αδελφού ως προϋπόθεση της θείας αφέσεως

Ερμηνεία του ελαφρού φορτίου του Κυρίου, όπου τονίζεται ότι η συμφιλίωση αποτελεί απαραίτητο όρο για την αποδοχή της προσευχής και των δώρων υπό του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Περὶ ἀγάπης. Καλῶς εἶπεν ὁ Κύριος, ὅτι Τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ποῖον γὰρ βάρος, ἢ ποῖος κόπος ἐστὶ τοῦ ἀφιέναι τοῦ ἀδελφοῦ τὰ παραπτώματα ἐλαφρὰ καὶ μηδαμινὰ, καὶ συγχωρηθῆναι τὰ ἴδια, καὶ δικαιωθῆναι συντόμως;

Οὐκ εἶπεν, ὅτι Προσάγαγέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυπνίαν, ἵνα μὴ εἴπῃς, ὅτι Οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ᾽ ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων· Συγχώρησον τῷ ἀδελφῷ σου τὰ παραπτώματα, κἀγὼ συγχωρῶ τὰ σά.

Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβολοὺς ὀλίγους, ἢ καὶ ἑκατὸν δηνάρια· ἐγὼ δὲ τὰ μυρία τάλαντα συγχαρίζομαι· καὶ σὺ μὲν μόνον συγχωρεῖς, τί ποτε μὴ χαριζόμενος· ἐγὼ δὲ καὶ τὴν ἄφεσιν παρέχω καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι. Καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθρῷ σου, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ ἐπιδύῃ ἐπὶ τῷ παροργισμῷ σου, ὅταν πρὸς πάντας εἰρήνην καὶ ἀγάπην ἔχῃς· τότε καὶ ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ὁ οἶκός σου εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷ σου οὐ διαλλάσσῃ, πῶς παρ᾽ ἐμοῦ συγχώρησιν ζητεῖς; τοὺς λόγους μου καταπατεῖς, καὶ συγχώρησιν προστάσσεις; ἐγὼ ὁ Δεσπότης προστάσσω, καὶ οὐ προσέχεις; καὶ σὺ ὁ δοῦλος πῶς τολμᾷς προσφέρειν προσευχὴν τῷ Θεῷ, ἢ θυσίαν, ἢ ἀπαρχὰς, ἔχων ἔχθραν κατά τινος; Ὥσπερ γὰρ σὺ ἀποστρέφῃ τὸ πρόσωπόν σου ἀπὸ τοῦ ἀδελφοῦ σου, οὕτω καὶ ὁ Θεὸς ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀποστρέφει τοὺς ὀφθαλμοὺς αὐτοῦ· ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ τὰ χωρὶς ἀγάπης γενόμενα οὐκ εὐδοκεῖ ἐν αὐτῷ. Πῶς ἄρα προσδέξεται ὁ Θεὸς φονέως προσευχὴν, ἢ δῶρον, ἢ ἀπαρχὰς, ἢ καρποφορίας, ἐὰν μὴ πρότερον μετανοήσῃ κατὰ λόγον; Ἀλλὰ πάντως ἐρεῖς μοι, ὅτι Ἐγὼ φονεὺς οὐκ εἰμί. Ἐγὼ δὲ ἀποδείξω, ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ θεολόγος ἐλέγχει σε λέγων· Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, ἀδελφοκτόνος ἐστί.