Σὺ μικρὰ συγχωρεῖς πταίσματα, ἴσως ὀβολοὺς ὀλίγους, ἢ καὶ ἑκατὸν δηνάρια· ἐγὼ δὲ τὰ μυρία τάλαντα συγχαρίζομαι· καὶ σὺ μὲν μόνον συγχωρεῖς, τί ποτε μὴ χαριζόμενος· ἐγὼ δὲ καὶ τὴν ἄφεσιν παρέχω καὶ τὴν ἴασιν καὶ τὴν βασιλείαν χαρίζομαι. Καὶ τὸ δῶρόν σου τότε προσδέχομαι, ὅταν διαλλαγῇς τῷ ἐχθρῷ σου, ὅταν μὴ ἔχῃς ἔχθραν κατά τινος, ὅταν ὁ ἥλιος μὴ ἐπιδύῃ ἐπὶ τῷ παροργισμῷ σου, ὅταν πρὸς πάντας εἰρήνην καὶ ἀγάπην ἔχῃς· τότε καὶ ἡ προσευχή σου εὐπρόσδεκτος, καὶ ὁ οἶκός σου εὐλογημένος, καὶ σὺ μακάριος. Ἐὰν δὲ σὺ τῷ ἀδελφῷ σου οὐ διαλλάσσῃ, πῶς παρ᾽ ἐμοῦ συγχώρησιν ζητεῖς; τοὺς λόγους μου καταπατεῖς, καὶ συγχώρησιν προστάσσεις; ἐγὼ ὁ Δεσπότης προστάσσω, καὶ οὐ προσέχεις; καὶ σὺ ὁ δοῦλος πῶς τολμᾷς προσφέρειν προσευχὴν τῷ Θεῷ, ἢ θυσίαν, ἢ ἀπαρχὰς, ἔχων ἔχθραν κατά τινος; Ὥσπερ γὰρ σὺ ἀποστρέφῃ τὸ πρόσωπόν σου ἀπὸ τοῦ ἀδελφοῦ σου, οὕτω καὶ ὁ Θεὸς ἀπὸ τῆς προσευχῆς σου καὶ τοῦ δώρου σου ἀποστρέφει τοὺς ὀφθαλμοὺς αὐτοῦ· ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ τὰ χωρὶς ἀγάπης γενόμενα οὐκ εὐδοκεῖ ἐν αὐτῷ. Πῶς ἄρα προσδέξεται ὁ Θεὸς φονέως προσευχὴν, ἢ δῶρον, ἢ ἀπαρχὰς, ἢ καρποφορίας, ἐὰν μὴ πρότερον μετανοήσῃ κατὰ λόγον; Ἀλλὰ πάντως ἐρεῖς μοι, ὅτι Ἐγὼ φονεὺς οὐκ εἰμί. Ἐγὼ δὲ ἀποδείξω, ὅτι φονεὺς εἶ, μᾶλλον δὲ Ἰωάννης ὁ θεολόγος ἐλέγχει σε λέγων· Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, ἀδελφοκτόνος ἐστί.