Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Ο ρόλος της αγάπης στη Θεία Οικονομία και την ιστορία της σωτηρίας

Εγκωμιαστική αναφορά στην ισχύ της αγάπης ως καθοδηγητικής δύναμης των δικαίων, αιτίας της Θείας Ενσαρκώσεως και στηρίγματος των αποστόλων και των μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ὢ θαῦμα ἐξαίσιον, ὅτι ὁ ἔχων τὴν ἀνυπόκριτον ἀγάπην, ὅλον τὸν νόμον πληροῖ. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη, ὥς φησιν ὁ Ἀπόστολος. Ὢ δύναμις ἀγάπης ἀνείκαστος! ὢ δύναμις ἀγάπης ἀμέτρητος! οὐδὲν τῆς ἀγάπης τιμιώτερον, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Παῦλος ὁ Ἀπόστολος μαθὼν ὅτι οὐδὲν τῆς ἀγάπης ἀντάξιον, ἔγραψε καὶ ἀπέστειλεν εἰς τὰ πέρατα τῆς οἰκουμένης, λέγων· Ἀδελφοὶ, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν, καὶ τὰς ψυχὰς ὑπὲρ ἀλλήλων τιθέναι. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη πάντων τῶν ἀρετῶν τὸ κεφάλαιον, τὸ ἅλας τῶν ἀρετῶν· ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου, ἡ ἀγάπη ἡ ἀπλανὴς σωτηρία. Αὕτη ἐξ ἀρχῆς ἐνίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ, αὕτη τοῦ Νῶε κυβερνήτης γέγονεν, αὕτη τοὺς πατριάρχας συνήργησεν, αὕτη τὸν Μωϋσέα διέσωσεν, αὕτη τὸν Δαυῒδ οἰκητήριον τοῦ ἁγίου Πνεύματος ἐποίησεν, αὕτη ἐν τοῖς προφήταις κατεσκήνωσεν, αὕτη τὸν Ἰὼβ ἐνίσχυσε· καὶ τί οὐ λέγω τὰ μείζονα; αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κατήγαγε.

Διὰ τῆς ἀγάπης ὁ ἄσαρκος σαρκοῦται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γίνεται· διὰ τῆς ἀγάπης πάντα τὰ πρὸς σωτηρίαν οἰκονομεῖται· ὁ θάνατος κατήργηται, ὁ διάβολος κατεβλήθη, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ Εὔα ἠλευθέρωται· διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν ἀγγέλων καὶ ἀνθρώπων διὰ τῆς ἀγάπης ἡ κατάρα λέλυται, ὁ παράδεισος ἠνέῳκται, ἡ ζωὴ πεφανέρωται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται.

Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα, ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν, αὕτη τοὺς μάρτυρας συνήθλησε καὶ ἐνίσχυσεν, αὕτη τὰς ἐρήμους πολίτας ἀνέδειξεν, αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας ἐπλήρωσεν, αὕτη τοὺς ἀγγέλους καὶ ἀνθρώπους ἓν ἀπειργάσατο, ἄνδρας τε καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι τίνος ὑστ** διώκειν τὸν ἀκατάληπτον.