Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Οι προφητικές οπτασίες ως θεία συγκατάβαση
Ανάλυση των οραμάτων των προφητών Ησαΐα, Δανιήλ και Ιεζεκιήλ, και επισήμανση ότι οι κτιστές δυνάμεις βλέπουν τη συγκατάβαση και όχι την ουσία του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι προφητικές οπτασίες ως θεία συγκατάβαση
Ανάλυση των οραμάτων των προφητών Ησαΐα, Δανιήλ και Ιεζεκιήλ, και επισήμανση ότι οι κτιστές δυνάμεις βλέπουν τη συγκατάβαση και όχι την ουσία του Θεού.
Ἵνα δὲ μάθῃς ὅτι οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσίν ἐστιν ἀπρόσιτος, ἄκουσον ὁ Ἡσαΐας τί φησιν· ὅταν δὲ εἴπω τὸν Ἡσαΐαν, τοῦ Πνεύματος τὴν ἀπόφασιν λέγω· προφήτης γὰρ πᾶς τὰ τῆς τοῦ Πνεύματος ἐνεργείας φθέγγεται· «Καὶ ἐγένετο τοῦ ἔτους οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας.» Τίνος ἕνεκεν, εἰπέ μοι, καλύπτουσι τὰ πρόσωπα καὶ προβάλλονται τὰς πτέρυγας; Τίνος δὲ ἕνεκεν ἑτέρου, ἀλλ᾽ ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου λάμπουσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας; Καίτοι γε οὐκ αὐτὸ ἄκρατον ἑώρων τὸ φῶς, οὐδ᾽ αὐτὴν ἀκραιφνῆ τὴν οὐσίαν, ἀλλὰ συγκατάβασις ἦν τὰ ὁρώμενα. Τί δέ ἐστι συγκατάβασις; Ὅταν μὴ ὡς ἔστιν ὁ Θεὸς φαίνηται, ἀλλ᾽ ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἷός τέ ἐστιν, οὕτως ἑαυτὸν δεικνύῃ, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τὴν ἐπίδειξιν.
Καὶ ὅτι συγκαταβάσις ἦν, ἐξ αὐτῶν τῶν ῥημάτων δῆλον. «Εἶδον γὰρ τὸν Κύριον, φησί, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Θεὸς δὲ οὐ κάθηται, σωμάτων γὰρ ὁ σχηματισμὸς οὗτος. Καὶ «ἐπὶ θρόνου». Θεὸς δὲ θρόνῳ οὐκ ἐμπεριείληπται, ἀπερίγραπτον γὰρ τὸ θεῖον.
Ἀλλ᾽ ὅμως οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἐνεγκεῖν, καίτοι πλησίον ἑστῶσαι· τὰ γὰρ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Δι᾽ αὐτὸ μὲν οὖν μάλιστα τοῦτο οὐκ ἴσχυσαν ἰδεῖν, ἐπειδὴ πλησίον ἦσαν· πλησίον δὲ οὐ τόπῳ φησίν, ἀλλὰ δεῖξαι βουλόμενος τὸ Πνεῦμα τὸ ἅγιον ὅτι, καίτοι γε ἡμῶν ἐγγύτεραι οὖσαι τῇ οὐσίᾳ ἐκείνῃ, οὐδὲ οὕτως αὐτὴν δύνανται θεωρεῖν, διὰ τοῦτό φησι· «Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», οὐχὶ τόπον πάλιν αἰνιττόμενος, ἀλλὰ τῇ κατὰ τὸν τόπον ἐγγύτητι τὸ ἡμῶν ἐγγυτέρας αὐτὰς εἶναι παραδηλῶν.
Τὸ γὰρ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς ἐκεῖναι αἱ δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης φύσεώς εἰσι. Καθάπερ γὰρ τὸ τῶν ἡλιακῶν τῶν ἀκτίνων ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς ὡς ὁ βλέπων, οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν ὡς ἐκεῖναι. Ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν καὶ ἐκείνων τὸ διάφορον. Ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς· «Εἶδον τὸν Κύριον», μὴ τοῦτο ὑποπτεύσῃς ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλ᾽ αὐτὴν τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον ἤπερ αἱ ἄνω δυνάμεις· τοσοῦτον γὰρ ἰδεῖν οὐκ ἂν ἴσχυσεν ὅσον τὰ Χερουβίμ.
Καὶ τί λέγω περὶ τῆς μακαρίας ἐκείνης οὐσίας, ὅπου γε οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν; Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παρρησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον Δανιήλ, ἵνα ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ διασπώμενον ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι᾽ ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παρρησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται.
Οὗτος τοίνυν ὁ Δανιὴλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο. Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνην, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τοιαύτης θεωρίας ὑποδοχήν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη.
Καὶ τί φησιν; «Ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδίν, τουτέστι στολὴν ἱεράν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφὰζ καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ ἐγὼ μόνος εἶδον τὴν ὀπτασίαν ταύτην, καὶ οἱ μετ᾽ ἐμοῦ οὐκ εἶδον, ἀλλ᾽ ἔκστασις μεγάλη ἔπεσεν ἐπ᾽ αὐτοὺς καὶ ἔφυγον ἐν φόβῳ καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν.» Τί ἐστιν· «Ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν»;
Εὐπρεπὴς ἦν ὁ νεανίας· ἐπεὶ οὖν ὁ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκεδάσας τὴν ὠχρίαν καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι· «Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν.» Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ᾽ ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται· πτοουμένη γὰρ καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ᾽ ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη· εἶτα ἐκεῖνα, ἐρημωθέντα τῆς κατεχούσης αὐτὰ δυνάμεως, διαπίπτει καὶ περικρούεται· ὅπερ καὶ ὁ Δανιὴλ ἔπαθε τότε.
Τί οὖν ὁ ἄγγελος; Ἀνέστησεν αὐτὸν καί φησι· «Δανιήλ, ἄνερ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σὲ καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ.» Ὁ δὲ ἀνέστη ἔντρομος. Καὶ ἀρχομένου πάλιν πρὸς αὐτὸν διαλέγεσθαι τοῦ ἀγγέλου καὶ λέγειν ὅτι «Ἀπὸ τῆς ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου κακωθῆναι ἐναντίον τοῦ Θεοῦ ἠκούσθησαν οἱ λόγοι σου, κἀγὼ ἦλθον ἐν τοῖς λόγοις σου», πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· ὅπερ καὶ ἐπὶ τῶν ἐκλυομένων συμβαίνει. Καθάπερ γὰρ ἐκεῖνοι διεγερθέντες καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες καὶ διαβλέψαντες κατεχόντων ἡμῶν αὐτοὺς καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἐκλύονται μεταξὺ ταῖς χερσίν, οὕτω καὶ ὁ προφήτης ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀπορρῆξαι ἐπειγομένη.
Ἀλλ᾽ ἐκεῖνος ἔτι κατεῖχεν. Ἀκουέτωσαν οἱ τὸν τῶν ἀγγέλων Δεσπότην περιεργαζόμενοι. Δανιήλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, Δανιήλ, ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπίνῳ σώματι δυνηθείς, συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ᾽ ἄπνους ἔκειτο. «Ἐστράφη γάρ, φησί, τὰ ἐντός μου ἐν ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί.» Οἱ δὲ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου αὐτὴν ὑπισχνοῦνται τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ Δανιὴλ ἰδεῖν οὐκ ἴσχυσεν.
Ἀλλ᾽ ἐπαναγάγωμεν τὸν λόγον ἐπὶ τὴν προτέραν ὑπόθεσιν καὶ δείξωμεν ὅτι καὶ ταῖς ἄνω δυνάμεσιν ἀθέατός ἐστιν ὁ Θεός, καὶ ταῦτα συγκαταβαίνων. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὰς πτέρυγας προβάλλονται τὰ Σεραφίμ; Δι᾽ οὐδὲν ἕτερον ἀλλ᾽ ἢ δι᾽ ἐκεῖνο τὸ ἀποστολικόν, τὸ «φῶς οἰκῶν ἀπρόσιτον», διὰ τῶν ἔργων αὐτῶν προαναφωνοῦσαι, καὶ οὐκ αὐταὶ μόνον, ἀλλὰ καὶ αἱ τούτων ἀνωτέρω τὰ Χερουβίμ. Αὗται μὲν γὰρ πλησίον ἑστήκασιν· ἐκεῖναι δὲ θρόνος εἰσὶ τοῦ Θεοῦ, οὐκ ἐπειδὴ θρόνου δεῖται ὁ Θεός, ἀλλ᾽ ἵνα [διὰ τούτου] τὴν ἀρετὴν τῶν δυνάμεων αὐτῶν μάθῃς.
Ἄκουσον γοῦν καὶ ἑτέρου προφήτου περὶ ἐκείνων διαλεγομένου· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζὶ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ.» Καὶ οὗτος παρὰ τὸν ποταμὸν Χοβὰρ κἀκεῖνος παρὰ τὸν ποταμὸν Τίγριν τότε εἱστήκει. Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ᾽ ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
Τί οὖν οὗτος εἶδεν; «Ἰδοὺ νεφέλη, φησίν, ἀπὸ βορρᾶ ἤρχετο, καὶ φέγγος κύκλῳ καὶ πῦρ ἀστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡσεὶ ὅρασις ἠλέκτρου καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὁμοίωμα τεσσάρων ζῴων. Αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ᾽ αὐτοῖς. Καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ ὕψος ἦν αὐτοῖς, φησί, καὶ φοβεροὶ ἦσαν, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν, καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβερόν, ἐκτεταμένον ὑπὲρ κεφαλῆς αὐτῶν ἄνωθεν, καὶ αἱ πτέρυγες αὐτῶν ἑκάστῳ δύο, καλύπτουσαι τὰ σώματα αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος, ὡς ὅρασις λίθου σαπφείρου· καὶ ὁμοίωμα θρόνου ἐπ᾽ αὐτῷ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ᾽ αὐτῷ. Καὶ εἶδον ὡς ὅρασιν ἠλέκτρου, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ.» Καὶ μετὰ ταῦτα πάντα βουλόμενος δεῖξαι ὅτι οὔτε ὁ προφήτης, οὔτε αἱ δυνάμεις ἐκεῖναι ἀκράτῳ προσέβαλον αὐτῇ τῇ οὐσίᾳ, φησίν· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου.» Εἶδες κἀκεῖ καὶ ἐνταῦθα συγκατάβασιν;
Ἀλλ᾽ ὅμως καὶ αὐταὶ αἱ δυνάμεις καλύπτουσιν ἑαυτὰς ταῖς πτέρυξι δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τοῦτο[, καίτοι γε σοφώταται καὶ γνωστικώταται καὶ καθαρώταταί εἰσιν αἱ δυνάμεις αὗται]. Πόθεν δῆλον; Ἀπ᾽ αὐτῶν τῶν ὀνομάτων. Ὥσπερ γὰρ ἄγγελος λέγεται, ἐπειδὴ τὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἀναγγέλλει καὶ ἀρχάγγελος λέγεται, ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτω καὶ αὗται προσηγορίας ἔχουσι τὴν σοφίαν αὐτῶν καὶ καθαρότητα αὐτῶν ἡμῖν δηλούσας καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος ἐμφαίνουσι τῆς φύσεως—καὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται, οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ᾽ ἵνα μάθῃς ὅτι ἐκ τῶν ὑψηλοτάτων χωρίων καὶ τῶν ἄνω διατριβῶν πρὸς τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν—, οὕτω δὴ καὶ ἐπὶ τούτων οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ ἢ τὸ τῆς φύσεως ὕψος. Ὥσπερ οὖν αἱ πτέρυγες τὸ τῆς φύσεως ὑψηλὸν δηλοῦσι, καὶ ὁ θρόνος τὸ τὸν Θεὸν αὐτοῖς ἐπαναπαύεσθαι καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν καὶ τὸ ἐγγὺς εἶναι τοῦ θρόνου καὶ τὸ διαπαντὸς αὐτὸν ἀνυμνεῖν τὸ ἄγρυπνον καὶ ἐγρηγορός, οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν, τῶν δὲ τὴν καθαρότητα δηλοῖ. Τί γάρ ἐστι Χερουβίμ; πεπληθυσμένη γνῶσις.
Τί δὲ Σεραφίμ; ἔμπυρα στόματα. Εἶδες πῶς καὶ τὴν καθαρότητα καὶ τὴν σοφίαν τὰ ὀνόματα παρεδήλωσεν; Εἰ δέ, ἔνθα πεπληθυσμένη γνῶσις, οὐδὲ συγκατάβασιν Θεοῦ δύνανται ἰδεῖν μετὰ ἀδείας, ἔνθα μερικὴ γνῶσις, καθὼς Παῦλός φησιν· «Ἐκ μέρους γινώσκομεν καὶ δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι», πόσης ἀπονοίας ἂν εἴη, τὰ μηδὲ ἐκείνοις θεατά, ταῦτα αὐτοῖς νομίζειν εἶναι γνώριμα καὶ καταφανῆ;
Ὅτι δὲ οὐ τοῖς Χερουβὶμ οὐδὲ τοῖς Σεραφὶμ μόνον, ἀλλ᾽ οὐδὲ ἀρχαῖς, οὐδὲ ἐξουσίαις, οὐδὲ ἄλλῃ τινὶ κτιστῇ δυνάμει κατάληπτός ἐστιν ὁ Θεός, καὶ τοῦτο ἐβουλόμην ἀποδεῖξαι νῦν, ἀλλ᾽ ἔκαμεν ἡμῖν ἡ διάνοια, οὐ τῷ πλήθει, ἀλλὰ τῇ φρίκῃ τῶν εἰρημένων. Τρέμει γὰρ καὶ ἐκπέπληκται ἡ ψυχὴ ἐπὶ πολὺ ταῖς ἄνω ἐνδιατρίβουσα θεωρίαις. Διὸ φέρε αὐτὴν ἐκ τῶν οὐρανῶν καταβιβάσωμεν καὶ ψυχαγωγήσωμεν καταπεπληγμένην, ἐπὶ τὴν συνήθη καταφυγόντες παράκλησιν. Τίς δὲ αὕτη ἐστίν; Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντας ὑγιᾶναί ποτε. Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις καὶ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πολλῷ μᾶλλον ὑπὲρ τούτων, ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.