Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντικός έλεγχος και η σημασία της εκκλησιαστικής προσευχής

Επίπληξη για την πρόωρη αποχώρηση από τη Θεία Λειτουργία και ανάδειξη της σωτήριας δύναμης της ομόθυμης προσευχής της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 17

Ἐκείνη μὲν γὰρ ἔχει συγγώμην ἡ μανία, αὕτη δὲ πάσης ἀπολογίας ἡ νόσος ἐστέρηται. Ἀλλ᾽ ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς Ἐκκλησίας ἐκκόψαι χαλεπόν.

Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν. Τί ποτ᾽ οὖν ἐστι τὸ νόσημα; Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμία, τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ ἐκκλησία γίνεται.

Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε. Τίς γὰρ ὑμῶν οὐ καταγνώσεται καὶ ἡμῶν, ὅταν ἴδῃ τὸν καρπὸν τῆς ἀκροάσεως εὐθέως ὑμῖν διαρρυέντα; Εἰ γὰρ μετὰ ἀκριβείας προσείχετε τοῖς λεγομένοις, διὰ τῶν ἔργων ἂν ἐπεδείξασθε τὴν σπουδήν. τὸ δὲ εὐθέως ἀκούοντας ἀποπηδᾶν σημεῖόν ἐστι τοῦ μηδὲν δέξασθαι τῶν εἰρημένων καὶ ἐναποθέσθαι τῇ διανοίᾳ.

Εἰ γὰρ ἐναπέκειτο τὰ λεγόμενα ταῖς ψυχαῖς, πάντως ἂν ὑμᾶς ἔνδον κατέσχε καὶ πρὸς τὰ φρικωδέστατα μετὰ πλείονος εὐσεβείας παρέπεμψε. Νῦν δὲ ὥσπερ κιθαρῳδοῦ τινος ἀκούσαντες, οὕτως ἔρημοι πάσης ὠφελείας, παυσαμένου τοῦ λέγοντος, ἀναχωρεῖτε.

Ἀλλὰ τίς ἡ ψυχρὰ τῶν πολλῶν ἀπολογία; Εὔξασθαι, φησί, καὶ ἐπὶ τῆς οἰκίας δύναμαι, ὁμιλίας δὲ ἀκοῦσαι καὶ διδασκαλίας ἐπὶ τῆς οἰκίας οὐ δυνατόν. Ἀπατᾷς σαυτόν, ἄνθρωπε· εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατόν, οὕτω δὲ εὔξασθαι ὡς ἐπὶ τῆς ἐκκλησίας ἀδύνατον, ὅπου πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν Δεσπότην παρακαλῶν ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γάρ ἐστί τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία καὶ τῆς ἀγάπης ὁ σύνδεσμος καὶ αἱ τῶν ἱερέων εὐχαί. Διὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν.

Ἄλλως δὲ τί γένοιτ᾽ ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾖ συνεζευγμένη; Πρότερον εὐχὴ καὶ τότε λόγος· οὕτω καὶ οἱ ἀπόστολοί φασιν· «Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν.» Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἵν᾽ ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς προοδοποιήσῃ τῷ λόγῳ. Ἐὰν ἐθίσῃς σεαυτὸν εὔχεσθαι μετὰ ἀκριβείας, οὐ δεήσῃ τῆς παρὰ τῶν συνδούλων διδασκαλίας, αὐτοῦ σοι τοῦ Θεοῦ χωρὶς μεσίτου τινὸς καταυγάζοντος τὴν διάνοιαν.

Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους· μείζονα γὰρ ταύτης τὰ νεῦρα καὶ πλείων ἡ παρρησία πολλῷ τῆς ἐν οἰκίᾳ καὶ κατ᾽ ἰδίαν. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Παύλου λέγοντος ἄκουσον· «Ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.» Οὕτω καὶ Πέτρος τὸ δεσμωτήριον διέφυγε. «Προσευχὴ γὰρ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ γινομένη πρὸς τὸν Θεόν.» Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπέ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν;

Ἄκουσον καὶ αὐτοῦ τοῦ Θεοῦ λέγοντος ὅτι δυσωπεῖται τὸ πλῆθος μετ᾽ εὐνοίας αὐτὸν παρακαλοῦν. Πρὸς γὰρ τὸν Ἰωνᾶν ἀπολογούμενος, διὰ τοῦ φυτοῦ τῆς κολοκύνθης, φησί· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν;» Οὐχ ἁπλῶς τὸ πλῆθος προβάλλεται, ἀλλ᾽ ἵνα μάθῃς ὅτι ἡ μετὰ συμφωνίας εὐχὴ μεγάλην ἔχει τὴν δύναμιν. Τοῦτο καὶ ἐξ ἀνθρωπίνης ἱστορίας ὑμῖν ποιῆσαι βούλομαι φανερόν.

Πρὸ γὰρ δέκα τούτων ἐτῶν ἑάλωσαν ἐπὶ τυραννίδι τινές, καθάπερ καὶ ὑμεῖς ἴστε. Εἶτα τῶν ἐν δυναστείᾳ τις ὄντων ὑπεύθυνος τοῖς ἐγκλήμασι φανείς, σπαρτίον ἐπὶ τοῦ στόματος λαβών, ἐξήγετο τὴν ἐπὶ θάνατον ὁδόν.

Τότε δὴ πᾶσα ἡ πόλις ἐπὶ τὸν ἱππόδρομον ἔτρεχε καὶ τοὺς ἐκ τῶν ἐργαστηρίων ἐξῆγον καὶ κοινῇ πᾶς ὁ δῆμος ἀνελθὼν ἐξήρπασε τῆς βασιλικῆς ὀργῆς τὸν καταδικασθέντα καὶ οὐδεμιᾶς ἄξιον ὄντα συγγνώμης. Εἶτα βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ παίδων καὶ γυναικῶν συνετρέχετε πάντες, τὸν δὲ τῶν οὐρανῶν βασιλέα μέλλοντες ἵλεω ποιήσειν καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ οὐχ ἕνα καθάπερ τότε, οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατόν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς καὶ τοὺς δαιμονῶντας ἀπαλλάττειν τῆς τοῦ διαβόλου παγίδος, ἔξω καθέζεσθε καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθείς, κἀκείνοις ἀφῇ τὴν κόλασιν καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα;

Εἰ γὰρ ἐπ᾽ ἀγορᾶς τύχοις ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαρρήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; Ποίαν ἕξεις σωτηρίας ἐλπίδα, εἰπέ μοι, κατὰ τὸν καιρὸν ἐκεῖνον, ἀγαπητέ; Οὐκ ἄνθρωποι μόνοι βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοήν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ Δεσπότῃ, καὶ ἀρχάγγελοι δέονται. Ἔχουσι καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, τὴν προσφορὰν βοηθοῦσαν.

Καὶ καθάπερ οἱ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες, οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν Δεσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ· ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας.

Διὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ᾽ ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας· εὔχεσθαι γὰρ αὐτοὺς μετὰ τοῦ κοινοῦ συλλόγου τῶν ἀδελφῶν οὐ θέμις. Διὰ τοῦτο αὐτοὺς ἵστησιν, ἵνα κατελεήσας αὐτοὺς καὶ τῆς συμφορᾶς καὶ τῆς ἀφωνίας, τῇ οἰκείᾳ παρρησίᾳ πρὸς τὴν ἐκείνων ἀποχρήσῃ προστασίαν. Ταῦτ᾽ οὖν ἅπαντα ἐννοοῦντες συντρέχωμεν κατὰ τὴν ὥραν ἐκείνην, ἵνα ἐπισπασώμεθα ἔλεον, καὶ χάριν εὕρωμεν καὶ εὔκαιρον βοήθειαν.

Ἐπῃνέσατε τὰ εἰρημένα· μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε. Ἀλλ᾽ ὅπως ἡμῖν ἐπὶ τῶν ἔργων ἐπιδείξησθε τοὺς ἐπαίνους, οὐ μακρὸς ὁ χρόνος τῆς ἀποδείξεως τῆς κατὰ τὴν ὑπακοήν. Μετὰ τὴν παραίνεσιν εὐθέως εὐχή. Ἐκεῖνον ζητῶ τὸν ἔπαινον, ἐκεῖνον τὸν κρότον τὸν διὰ τῶν ἔργων αὐτῶν. Παρακελεύεσθε τοίνυν ἀλλήλοις ἑστάναι, καθάπερ ἑστήκατε· κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παρρησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.