Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Προοίμιο του τέταρτου λόγου και ανακεφαλαίωση των επιχειρημάτων
Εισαγωγή στη νέα ομιλία, υπενθύμιση της ανθρώπινης και αγγελικής αδυναμίας ενώπιον του Θεού και στηλίτευση του θράσους των αιρετικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο του τέταρτου λόγου και ανακεφαλαίωση των επιχειρημάτων
Εισαγωγή στη νέα ομιλία, υπενθύμιση της ανθρώπινης και αγγελικής αδυναμίας ενώπιον του Θεού και στηλίτευση του θράσους των αιρετικών.
Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου λόγος δʹ. Ἤρκει μὲν οὖν πρώην δείξαντα ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεόν, ἔτι δὲ καὶ τοῖς Χερουβὶμ καὶ τοῖς Σεραφίμ, ἀπηλλάχθαι πραγμάτων καὶ μηδὲν περαιτέρω κινεῖν· ἀλλ᾽ ἐπειδὴ προθυμία καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀπορράψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα καὶ περαιτέρω τὸν λόγον προάγομεν. Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα καὶ ἡμῖν λαμπρότερα ἐργάσεται τὰ νικητήρια, εἰ καί τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα· ἐπεὶ καὶ τὰς πονηρὰς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον—πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων—, ἀλλ᾽ ἐξ αὐτῶν τῶν λαγόνων τῆς γῆς καὶ τῶν κόλπων ἀνασπᾶν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως.
Φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες, ἀλλὰ τῶν οὐκ ἐπισταμένων ἑαυτοὺς οὐδὲ ἀνεχομένων εἰδέναι μέτρα φύσεως ἀνθρωπίνης τὴν ἄκαιρον φιλονεικίαν καταλῦσαι σπεύδοντες. Διὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον Δανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχορραγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀπορρῆξαι τὸν τῆς σαρκὸς δεσμόν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα, οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον.
Διὰ τοῦτο δὲ ταῦτα ἐλέγομεν τότε, ἵνα μαθόντες ὅσον ἀνθρώπου ἄγγελος διαφέρει καὶ ἐν τῇ τοῦ συνδούλου ὑπεροχῇ σωφρονισθέντες, τῆς κατὰ τοῦ Δεσπότου μανίας ἀπαλλαγῶσιν. Ὁ δίκαιος ἄγγελον ἰδεῖν οὐκ ἤνεγκεν, ὁ παρρησίαν τοσαύτην ἔχων, καὶ οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς ἀρετῆς, οὐχὶ ἄγγελον, ἀλλ᾽ αὐτὸν τὸν τῶν ἀγγέλων Δεσπότην περιεργάζονται. Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα μέσον ἔρρηξε καὶ τῆς τοῦ θηρίου φύσεως ἐκράτησε διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν· ἐκεῖνος βασιλέα καθάπερ λέοντα θυμούμενον ἔστησε καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀργὴν φλογὸς ἁπάσης σφοδρότερον ἐπὶ τὰ βαρβαρικὰ στρατόπεδα φερομένην μέσος φανεὶς ἀνέστειλε καὶ τὰ ἐσκοτισμένα πάντα ἐφώτισεν. Ἀλλ᾽ οὗτος ὁ φωτίσας ἄγγελον ἐλθόντα ἰδὼν πρὸς αὐτόν, σκοτοδινίᾳ κατείχετο χαλεπῇ. Τίνα οὖν ἕξουσιν ἀπολογίαν οἱ τὴν μακαρίαν ἐκείνην φύσιν ἐμβατεύειν ἐπιχειροῦντες;
Ἡμεῖς δὲ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν τότε, ἀλλὰ καὶ ἐπὶ τὰς σοφὰς ἐκείνας ἀνηγάγομεν δυνάμεις τὴν διήγησιν· ἐδείξαμεν τὴν ἀποστροφὴν τῶν ὀφθαλμῶν, τὴν προβολὴν τῶν πτερύγων, τὴν ὀρθότητα τῶν σκελῶν, τὴν βοὴν τὴν διηνεκῆ καὶ ὅτι διὰ πάντων τὴν ἔκπληξιν καὶ τὸ θάμβος ἐμφαίνουσιν ἡμῖν αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι· ὅσῳ γάρ εἰσι σοφαί, ὅσῳ ἡμῶν ἐγγύτεραί εἰσι τῇ ἀρρήτῳ καὶ μακαρίᾳ οὐσίᾳ ἐκείνῃ, τοσούτῳ μᾶλλον ἡμῶν τὸ ἀκατάληπτον ἴσασιν. Ἡ γὰρ ἐπίτασις τῆς σοφίας ἐπίτασιν ποιεῖ εὐλαβείας.
Εἴπομεν ὑμῖν τί ποτέ ἐστι τὸ ἀπρόσιτον καὶ ὅτι τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι καὶ τὴν αἰτίαν προσεθήκαμεν ὅτι τὸ μὲν ἀκατάληπτον μετὰ τὸ ἐρευνηθῆναι ἀκατάληπτον φαίνεται, τὸ δὲ ἀπρόσιτον οὐδὲ ἐρεύνης ἀνέχεται, οὐδὲ προσόδου τὴν ἀρχήν, ὅτε καὶ τῆς τοῦ πελάγους εἰκόνος ἐδεήθημεν. Εἴπομεν ὅτι οὐκ εἶπε φῶς ὢν ἀπρόσιτον, ἀλλὰ «φῶς οἰκῶν ἀπρόσιτον»· εἰ δὲ ὁ οἶκος ἀπρόσιτος, πολλῷ μᾶλλον ὁ ἐνοικῶν Θεός. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐχ ἵνα τόπῳ περιγράψῃ τὸν Θεόν, ἀλλ᾽ ἵνα ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἀπερινόητον αὐτοῦ καὶ τὸ ἀπρόσιτον παραστήσῃ.
Παρηγάγομεν καὶ ἑτέρας δυνάμεις, τὰ Χερουβίμ, καὶ ἐδείξαμεν πῶς ἐπάνω αὐτῶν στερέωμα, πῶς λίθος κρυστάλλου, πῶς ὁμοίωμα θρόνου καὶ εἶδος ἀνθρώπου καὶ ἤλεκτρον καὶ πῦρ καὶ τόξον καὶ μετὰ πάντα ἐκεῖνά φησιν ὁ προφήτης· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου» καὶ διὰ πάντων τούτων ἐδείκνυμεν ὑμῖν τοῦ Θεοῦ τὴν συγκατάβασιν καὶ αὐτὴν ταύτην ἀφόρητον οὖσαν ταῖς ἄνω δυνάμεσιν.
Οὐχ ἁπλῶς δὲ ταῦτα ἀνακεφαλαιοῦμαι· ἀλλ᾽ ἐπειδὴ χρέος ὑμῖν ὀφείλω τῆς ὑποσχέσεως ἐκείνης, βούλομαι καταμαθεῖν μετὰ ἀκριβείας τί μὲν κατέβαλον, τί δὲ ὑπολέλειπται. Οὕτω καὶ οἱ τὰ δανείσματα ὀφείλοντες ποιοῦσι, τὸ γραμματεῖον ἐς μέσον ἀγαγόντες, ἔνθα ὁ λόγος πᾶς ἐγγέγραπται, καὶ τοῖς δανεισταῖς τοῖς ἑαυτῶν ἐπιδείξαντες, τὰ λειπόμενα καταβάλλουσι. Κἀγὼ τοίνυν καθάπερ βιβλίον ἀναπτύξας τὴν μνήμην τῆς διανοίας τῆς ὑμετέρας, ὥσπερ δακτύλῳ τινὶ τῷ λόγῳ τὰ καταβληθέντα ἐπιδείξας, ἐπὶ τὰ λειπόμενα βαδιοῦμαι λοιπόν.
Τί οὖν ἦν τὸ ὑπολελειμμένον δεῖξαι; Ὅτι οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε κυριότητες, οὔτε εἴ τις ἑτέρα κτιστὴ δύναμίς ἐστιν ἣ ἔχει τοῦ Θεοῦ τὴν ἀκριβῆ κατάληψιν. Εἰσὶ γάρ, εἰσὶ καὶ ἕτεραι δυνάμεις ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν. Ἐννοήσατε τὴν ἀπόνοιαν τῶν αἱρετικῶν· τῶν δούλων οὐδὲ τὰ ὀνόματα ἴσμεν καὶ τοῦ Δεσπότου αὐτὴν τὴν οὐσίαν περιεργάζονται. Εἰσὶ μὲν γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι· ἀλλ᾽ οὐχ οὗτοι μόνοι οἱ δῆμοι ἐν τοῖς οὐρανοῖς εἰσιν, ἀλλ᾽ ἄπειρα ἔθνη καὶ φῦλα ἀμύθητα ἅπερ λόγος οὐδεὶς παραστῆσαι δύναται. Καὶ πόθεν δῆλον ὅτι καὶ τούτων πλείους εἰσὶ δυνάμεις ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν; Ὁ ταῦτα εἰρηκὼς Παῦλος καὶ τοῦτό φησιν οὑτωσὶ λέγων περὶ τοῦ Χριστοῦ· «Ἐκάθισεν αὐτὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ὁρᾶτε ὅτι τινά ἐστιν ὀνόματα ἐκεῖ μέλλοντα γνώριμα γίνεσθαι, ἅπερ ἄδηλά ἐστι νῦν; Διὰ τοῦτο εἶπεν· «Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ὀνομαζόμενα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Καὶ τί θαυμαστὸν εἰ τῆς οὐσίας τὴν ἀκριβῆ κατάληψιν οὐκ ἔχουσι; τοῦτο γὰρ οὐδὲν μέγα ἀποδεῖξαι. Τῶν γὰρ οἰκονομιῶν αὐτοῦ πολλὰς οὐκ ἴσασιν αἱ ἄνω δυνάμεις αὗται, αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ κυριότητες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.