Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Το ομοούσιον και η αδυναμία ορισμού της θείας ουσίας
Η ακριβής γνώση ως απόδειξη του ομοουσίου, ο έλεγχος όσων τολμούν να ονομάσουν τη θεία ουσία και η ερμηνεία της φράσης «πνεύμα ο Θεός».
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το ομοούσιον και η αδυναμία ορισμού της θείας ουσίας
Η ακριβής γνώση ως απόδειξη του ομοουσίου, ο έλεγχος όσων τολμούν να ονομάσουν τη θεία ουσία και η ερμηνεία της φράσης «πνεύμα ο Θεός».
Ὅταν τοίνυν ἀκούσῃς τὸ «εἷς» καὶ «οὐδείς», καὶ ὅσα τοιαῦτα, μὴ τῆς Τριάδος ἐλαττώσῃς τὴν δόξαν, ἀλλὰ τὸ μέσον αὐτῆς πρὸς τὴν κτίσιν διὰ τούτων μάνθανε τῶν ῥημάτων, ἐπεὶ καὶ ἀλλαχοῦ φησι· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Καὶ ὅτι τοῦτό ἐστιν ἐνταῦθα καὶ οὔτε τὸν Υἱὸν οὔτε τὸ Πνεῦμα ἐκβάλλει τῆς γνώσεως, προαποδέδεικται ἐν τοῖς ἀνωτέρω εἰρημένοις, ὅτε τὴν μαρτυρίαν παρηγάγομεν τὴν λέγουσαν· «Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ πάλιν ὁ Υἱός φησιν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.» Οὕτω δὴ καὶ ἐνταῦθα· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.» Ὁμοῦ γὰρ ὅτι μετὰ ἀκριβείας αὐτὸν οἶδεν εἶπε καὶ τὴν αἰτίαν τέθεικεν δι᾽ ἣν οἶδε. Τίς δὲ ἡ αἰτία; Τὸ ἐξ αὐτοῦ εἶναι· τοῦ δὲ ἐξ αὐτοῦ εἶναι πάλιν ἀπόδειξις τὸ μετὰ ἀκριβείας αὐτὸν εἰδέναι. Διὰ τοῦτο γὰρ αὐτὸν οἶδε σαφῶς, ἐπειδὴ ἐξ αὐτοῦ ἐστιν, καὶ σημεῖον τοῦ ἐξ αὐτοῦ εἶναι τὸ εἰδέναι αὐτὸν σαφῶς. Οὐσία γὰρ οὐσίαν ὑπερέχουσαν οὐκ ἂν δυνηθείη καλῶς εἰδέναι, κἂν ὀλίγον ᾖ τὸ μέσον.
Ἄκουσον γοῦν τί περὶ τῶν ἀγγέλων φησὶν ὁ προφήτης, καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι ὀλίγον τὸ διάφορον ταύτης κἀκείνης. Εἰπὼν γάρ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;» ἐπήγαγεν· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους.» Ἀλλ᾽ ὅμως εἰ καὶ βραχὺ τὸ μέσον, ἐπειδὴ ὅλως ἐστί τι μέσον, οὐκ οἴδαμεν μετὰ ἀκριβείας ἀγγέλων οὐσίαν, κἂν μυρία φιλοσοφήσωμεν, εὑρεῖν οὐ δυνάμεθα.
Καὶ τί λέγω ἀγγέλων, ὅπου γε οὐδὲ τῆς ψυχῆς τῆς ἡμετέρας τὴν οὐσίαν ἴσμεν καλῶς, μᾶλλον δὲ οὐδὲ ὁπωσοῦν; Εἰ δὲ ἐκεῖνοι φιλονεικοῦσιν εἰδέναι, ἐρώτησον τί ποτέ ἐστι τὴν οὐσίαν ἡ ψυχή· ἆρα ἀήρ, ἢ πνεῦμα, ἢ ἄνεμος, ἢ πῦρ; Ἀλλ᾽ οὐδὲν τούτων ἐροῦσι· ταῦτα γὰρ πάντα σώματα, ἐκείνη δὲ ἀσώματος. Εἶτα ἀγγέλους μὲν οὐκ ἴσασιν, οὐδὲ τὰς ἑαυτῶν ψυχάς, τὸν δὲ πάντων Δεσπότην καὶ δημιουργὸν εἰδέναι φιλονεικοῦσι μετὰ ἀκριβείας.
Καὶ τί ταύτης γένοιτ᾽ ἂν τῆς ἀνοίας χεῖρον; Καὶ τί λέγω τὴν οὐσίαν ὁποία ἐστὶν ἡ ψυχή; Ὅπως ἡμῶν ἐστιν ἐν τῷ σώματι, οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τί γὰρ ἔχοι τις ἂν εἰπεῖν; ὅτι παρεκτείνεται τῷ τοῦ σώματος ὄγκῳ; ἀλλὰ τοῦτο ἄλογον· σωμάτων γὰρ ἴδιον τοῦτο.
Ὅτι δὲ ἐπὶ ψυχῆς οὐκ ἔστι τοῦτο ἐντεῦθεν δῆλον· πολλάκις καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκεκομμένων, ὁλόκληρος ἐκείνη μένει, οὐδὲν ἀκρωτηριασθεῖσα ἀπὸ τῆς τοῦ σώματος πηρώσεως. Ἀλλ᾽ οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἀλλ᾽ ἐν μέρει τινὶ συνείληπται; Οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. Ἀλλ᾽ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ᾽ ὅτι μέν ἐστιν ἐν τῷ σώματι τῷ ἡμετέρῳ ἴσμεν, τὸ δὲ πῶς ἐστιν οὐκ ἴσμεν. Διὰ γὰρ τοῦτο καὶ τὴν ταύτης γνῶσιν ἀπέκλεισεν ὁ Θεὸς ἐκ πολλῆς περιουσίας ἐπιστομίζων ἡμᾶς καὶ κατέχων, καὶ μένειν κάτω πείθων καὶ τὰ ὑπὲρ ἡμᾶς μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν.
Ἀλλ᾽ ἵνα μὴ ἀπὸ λογισμῶν τὰ τοιαῦτα κατασκευάζωμεν, φέρε πάλιν ἐπὶ τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. «Οὐχ ὅτι τὸν Πατέρα, φησίν, ἑώρακέ τις εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Καὶ τί τοῦτο; φησίν· οὐδέπω γὰρ αὐτῷ γνῶσιν ἀκριβῆ τοῦτο ἐμαρτύρησε τὸ ῥῆμα.
Ἀλλ᾽ ὅτι μὲν αὐτὸν ἡ κτίσις οὐκ οἶδεν ἐδήλωσεν εἰπών· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε» καὶ ὅτι ὁ Υἱὸς αὐτὸν οἶδε, καὶ τοῦτο πάλιν ἐδήλωσε προσθείς· «... εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα»· ὅτι μέντοι ἀκριβῶς αὐτὸν οἶδε, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὐδέπω τοῦτο ἀποδέδεικται. Ἐνδέχεται γάρ, φησί, μήτε τὴν κτίσιν αὐτὸν εἰδέναι σαφῶς, μήτε τὸν Υἱόν, ἀλλ᾽ ἐκείνης μὲν σαφέστερον, τὴν μέντοι ἀκριβῆ κατάληψιν μηδὲ τοῦτον ἔχειν. Ὅτι μὲν γὰρ αὐτὸν ὁρᾷ ὅπερ ἐστὶ καὶ γινώσκει εἶπεν, ὅτι δὲ ἀκριβῶς αὐτὸν γινώσκει, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὔπω τοῦτο ἐδήλωσε.
Βούλεσθε οὖν καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστωσώμεθα, καὶ ἀπ᾽ αὐτῆς τῆς τοῦ Χριστοῦ φωνῆς; Οὐκοῦν ἀκούσωμεν τί φησι πρὸς τοὺς Ἰουδαίους· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Τί ταύτης ἀκριβέστερον βούλει τῆς γνώσεως λοιπόν; Ἐρώτησον τὸν ἀντιλέγοντα· οἶδεν ἀκριβῶς τὸν Υἱὸν ὁ Πατήρ, καὶ πᾶσαν αὐτοῦ ἀκριβῶς τὴν γνῶσιν ἔχει, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν κατὰ τὸν Υἱόν, ἀλλ᾽ ἀπηρτισμένη ἐστὶν ἡ εἴδησις;
Ναί, φησίν. Οὐκοῦν, ὅταν ἀκούσῃς ὅτι καὶ ὁ Υἱὸς οὕτως αὐτὸν οἶδεν ὡς αὐτὸς τὸν Υἱόν, μηδὲν ἔτι ζήτει πλέον, οὕτω μετὰ ἀκριβείας τῆς γνώσεως ἐξισαζούσης. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ ἐμφαίνων ἔλεγεν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Ἀποκαλύπτει δέ, οὐχ ὅσον αὐτὸς οἶδεν, ἀλλ᾽ ὅσον ἡμεῖς χωροῦμεν. Εἰ γὰρ ὁ Παῦλος τοῦτο ποιεῖ, πολλῷ μᾶλλον ὁ Χριστός· καὶ γὰρ ἐκεῖνός φησι τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἀλλὰ Κορινθίοις τοῦτο, φησίν, ἔλεγε μόνον. Τί οὖν, ἂν δείξωμεν εἰδότα καὶ ἕτερά τινα, ἃ μηδεὶς ἀνθρώπων ἔμαθεν ἤδη, καὶ ἀπῆλθε μόνος αὐτὰ τῶν πάντων ἀνθρώπων εἰδώς; Καὶ ποῦ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· οὗτος γάρ ἐστιν ὁ λέγων ὅτι «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἀλλ᾽ ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν.
Αὐτὸς γὰρ ὁ ταῦτα εἰπὼν κἀκεῖνα εἴρηκεν ὅτι «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν» καί· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην» καί· «Ἄρτι βλέπω δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Ὥστε ἐκ τούτων ἡμῖν ἅπασα αὐτῶν ἡ σκαιωρία διελήλεγκται· ὅταν γὰρ αὐτὴ ἡ οὐσία ἀγνοῆται, οὐχ ὅτι ἔστιν, ἀλλὰ τί ἐστιν, ἐσχάτης ἂν εἴη μανίας καὶ ὄνομα αὐτῇ τιθέναι. Καίτοι γε καὶ εἰ δήλη καὶ γνώριμος ἦν, οὐδὲ οὕτως ἦν ἡμῖν ἀσφαλὲς αὐτοὺς οἴκοθεν καὶ παρ᾽ ἑαυτῶν προσηγορίαν ἐπιτιθέναι τῇ τοῦ Δεσπότου οὐσίᾳ. Εἰ γὰρ ὁ Παῦλος ταῖς ἄνω δυνάμεσιν οὐκ ἐτόλμησεν ὀνόματα ἐπιτιθέναι, ἀλλ᾽ εἰπὼν ὅτι «Ἐκάθισε τὸν Χριστὸν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», καὶ διδάξας ἡμᾶς ὅτι ἔστι τινὰ ὀνόματα τῶν δυνάμεων ἃ τότε εἰσόμεθα, οὐκ ἐθάρρησεν ἕτερα αὐτὸς ἀντ᾽ ἐκείνων θεῖναι, οὐδὲ αὐτὰ ἐκεῖνα περιεργάσασθαι.
Τίνος ἂν εἶεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας οἱ ἐπὶ τῆς τοῦ Δεσπότου οὐσίας ταῦτα τολμῶντες; Ὅταν δὲ καὶ αὐτὴ ἡ οὐσία ἀγνοῆται, καθάπερ τοὺς παραπαίοντας αὐτοὺς ἀποστρέφεσθαι χρή. Ὅτι μὲν γὰρ ἀγέννητός ἐστιν ὁ Θεὸς δῆλον· ὅτι δὲ τοῦτό ἐστιν αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα οὐδεὶς προφήτης εἶπεν, οὐδεὶς ἀπόστολος ᾐνίξατο, οὐδεὶς εὐαγγελιστής. Καὶ μάλα εἰκότως· οἱ γὰρ αὐτὴν τὴν οὐσίαν ἀγνοοῦντες, πῶς ὄνομα αὐτῆς λέγειν ἤμελλον;
Καὶ τί λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γε τοσαύτη τῆς ἀτοπίας ἡ περιφάνεια καὶ τῆς παρανομίας ἡ ὑπερβολὴ ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτέ τι τοιοῦτον εἰπεῖν; Οὐδεὶς γὰρ οὐδὲ ἐκείνων ἐτόλμησε θείας οὐσίας ὅρον ἐκθέσθαι καὶ ἑνὶ ὀνόματι περιλαβεῖν. Καὶ τί λέγω θείας οὐσίας, ὅπου γε περὶ τῆς τῶν ἀσωμάτων φύσεως φιλοσοφοῦντες οὐδὲ ταύτης ἀπηρτισμένον ὅρον ἐξέθεντο, ἀλλ᾽ ἀμυδράν τινα ἐξήγησιν καὶ ὑπογραφὴν μᾶλλον ἢ ὅρον;
Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Οὐκ οἶδας οὖν ὃ σέβεις; φησί. Μάλιστα μὲν οὐδὲ ἀποκρίνασθαι πρὸς τοῦτο ἔδει, τοσαύτης ἀποδείξεως ἐκ τῶν Γραφῶν γεγενημένης ὅτι ἀδύνατον εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός· ἐπειδὴ δὲ οὐ πρὸς ἔχθραν φθεγγόμεθα, ἀλλ᾽ ὥστε αὐτοὺς διορθῶσαι, φέρε δείξωμεν ὅτι οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ φιλονεικεῖν εἰδέναι, τοῦτο ἔστι ἀγνοεῖν τὸν Θεόν.
Εἰπὲ γάρ μοι, εἰ δύο ἀνθρώπων φιλονεικούντων πρὸς ἀλλήλους εἰδέναι τοῦ οὐρανοῦ τὸ μέγεθος, ὁ μὲν εἷς λέγει μὴ δύνασθαι αὐτὸ ἀνθρώπινον καταλαμβάνειν ὀφθαλμόν, ὁ δὲ ἕτερος φιλονεικοίη δυνατὸν εἶναι, τῇ σπιθαμῇ τῆς χειρὸς πάντα αὐτὸν μετροῦντα ἐπελθεῖν, τίνα ἂν φήσομεν εἰδέναι μέγεθος οὐρανοῦ, τὸν φιλονεικοῦντα εἰδέναι πόσας ἔχει σπιθαμὰς ἢ τὸν ὁμολογοῦντα ἀγνοεῖν; Εἶτα ἐπὶ μὲν οὐρανοῦ ὁ παραχωρῶν τῷ μεγέθει, οὗτος ἔσται ὁ μᾶλλον εἰδὼς τὸ μέγεθος, ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτῃ χρησόμεθα τῇ εὐλαβείᾳ; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο παραπληξίας;
Ὅτι γὰρ τοσοῦτον ἀπαιτούμεθα μόνον εἰδέναι ὅτι ἔστι Θεός, οὐχὶ περιεργάζεσθαι αὐτοῦ τὴν οὐσίαν, ἄκουσον τί φησιν ὁ Παῦλος· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι.» Καὶ πάλιν ὁ προφήτης ἐγκαλῶν ἀσέβειαν τινὶ οὐ τοῦτο ἐγκαλεῖ ὅτι οὐκ οἶδε τί ἐστιν ὁ Θεός, ἀλλ᾽ ὅτι οὐκ οἶδεν ὅτι ἔστι Θεός. «Εἶπε γάρ, φησίν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.» Ὥσπερ οὖν ἐκεῖνον ἀσεβῆ ποιεῖ οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ ἀγνοεῖν ὅτι ἔστι Θεός· οὕτως ἀρκεῖ πρὸς εὐσέβειαν τὸ εἰδέναι ὅτι ἔστιν ὁ Θεός.
Ἀλλ᾽ ἔχουσί τινα καὶ ἕτερον μεμελετημένον λόγον. Τίνα δὴ τοῦτον; «Εἴρηται, φησί, πνεῦμα ὁ Θεός.» Τοῦτο οὖν τῆς οὐσίας αὐτοῦ παραστατικόν, εἰπέ μοι; καὶ τίς ταῦτα ἀνέξεται, κἂν ὁπωσοῦν ἐπὶ θύρας τῶν θείων Γραφῶν ἐλθών; Ἔσται γὰρ κατὰ τοῦτον τὸν λόγον καὶ πῦρ ὁ Θεός· ὥσπερ γὰρ γέγραπται ὅτι «Πνεῦμα ὁ Θεός», οὕτω γέγραπται ὅτι «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον», καὶ πάλιν· «Πηγὴ ὕδατος ζῶντος.» Οὐ πνεῦμα δὲ καὶ πηγὴ καὶ πῦρ ἔσται μόνον, ἀλλὰ καὶ ψυχὴ καὶ ἄνεμος καὶ νοῦς ἀνθρώπινος καὶ ἕτερα πολλῷ τούτων ἀτοπώτερα· οὐ γὰρ δὴ πάντα ἐπεξιέναι χρὴ τῷ λόγῳ, οὐδὲ τὴν ἐκείνων μιμεῖσθαι μανίαν.
Τὸ γὰρ πνεῦμα τοῦτο πολλὰ δηλοῖ, οἷον τὴν ψυχὴν τὴν ἡμετέραν, καθάπερ καὶ Παῦλός φησι· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ, ἵνα τὸ πνεῦμα σωθῇ» καὶ ἄνεμον, καθάπερ ὁ προφήτης λέγει· «Πνεύματι βιαίῳ συντρίψεις αὐτούς.» Καλεῖται δὲ καὶ τὸ χάρισμα τὸ πνευματικὸν οὕτως· «Αὐτὸ γὰρ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν», φησί, καὶ πάλιν· «Προσεύξομαι δὲ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ.» Καλεῖται δὲ καὶ ὁ θυμὸς οὕτως. Καὶ γὰρ Ἡσαΐας φησίν· «Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς;» Καλεῖται δὲ καὶ ἡ βοήθεια ἡ παρὰ τοῦ Θεοῦ πνεῦμα· «Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος.» Ταῦτα οὖν πάντα ἡμῖν ὁ Θεὸς ἔσται κατ᾽ ἐκείνους καὶ ἐκ τοσούτων συγκείσεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.