Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Η αληθινή ταπεινοφροσύνη και η δύναμη της εκ βαθέων προσευχής
Κατακλείδα του έργου με προτροπή σε εξομολόγηση και θερμή προσευχή, προβάλλοντας ως πρότυπο την παραβολή του Τελώνου και του Φαρισαίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αληθινή ταπεινοφροσύνη και η δύναμη της εκ βαθέων προσευχής
Κατακλείδα του έργου με προτροπή σε εξομολόγηση και θερμή προσευχή, προβάλλοντας ως πρότυπο την παραβολή του Τελώνου και του Φαρισαίου.
Ἀλλὰ γὰρ ἵνα μὴ ληρῶμεν, τὰ μηδὲ ἀντιλογίας δεόμενα παράγοντες εἰς μέσον, φέρε ἐνταῦθα τὸν πρὸς αὐτοὺς καταλύσαντες λόγον, ἐπὶ τὴν εὐχὴν τὸ πᾶν τρέψωμεν, ὅσῳ μειζόνως ἀσεβοῦσι, τοσούτῳ πλέον ὑπὲρ αὐτῶν παρακαλοῦντες καὶ δεόμενοι ἀποστῆναί ποτε τῆς μανίας αὐτούς. Τοῦτο γὰρ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. «... ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν».
Μὴ τοίνυν διαλείπωμεν τὰς ὑπὲρ αὐτῶν ἱκετηρίας ποιούμενοι. Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα. Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀρρωστίαν· ἐὰν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν εἰσέλθῃ καὶ τοῦ σώματος ἅψηται μόνον καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος καὶ τὸ τῶν διακονουμένων πλῆθος καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή.
Εὐχὴν δὲ λέγω, οὐ τὴν ψιλὴν ταύτην καὶ ῥᾳθυμίας γέμουσαν, ἀλλὰ τὴν μετ᾽ ἐκτενείας γινομένην, μετὰ ὀδυνωμένης ψυχῆς, μετὰ συντετριμμένης διανοίας. Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα καί, καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται χωρίου καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος, ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται, οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ, ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς.
Καὶ ἵνα μάθῃς ὅτι μάλιστα ἐκεῖναι ἐπακούεσθαι δύναιντ᾽ ἂν αἱ μετὰ θλίψεως γινόμεναι, ἄκουσον τί φησιν ὁ προφήτης· «Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέ μου.» Διαθερμάνωμεν τοίνυν τὸ συνειδός, θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων, θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ᾽ ἵνα ἀκουσθῆναι παρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι καὶ αὐτῶν ἅπτεσθαι τῶν οὐρανῶν. Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα.
Ὁ θλιβόμενος οὕτω καὶ εὐχόμενος πολλὴν μετὰ τὴν εὐχὴν εἰς τὴν ψυχὴν τὴν ἑαυτοῦ τὴν ἡδονὴν εἰσοικίσαι δύναται. Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν δὲ ἐπαλλήλους ἀφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω δὴ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν, ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ᾽ ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου.
Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν λόγος; Ἀπαρρησίαστός εἰμι, φησίν, αἰσχύνης γέμω, οὐδὲ ἀνοῖξαι τὸ στόμα δύναμαι. Σατανικὴ αὕτη ἡ εὐλάβεια, ῥᾳθυμίας ταῦτα τὰ προκαλύμματα· ἀποκλεῖσαι γάρ σοι τὰς θύρας τῆς πρὸς τὸν Θεὸν προσόδου βούλεται ὁ διάβολος. Ἀπαρρησίαστος εἶ; Μεγάλη παρρησία, μέγα τοῦτο αὐτὸ ὄφελος τὸ νομίζειν ἀπαρρησίαστον εἶναι, ὥσπερ οὖν αἰσχύνη καὶ κατάκρισις ἐσχάτη τὸ νομίζειν παρρησίαν ἔχειν. Κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζεις δὲ παρρησίαν ἔχειν, πάσης ἐξέπεσες τῆς εὐχῆς· κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτὸν ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παρρησίαν.
Καίτοι τοῦτο οὔτε ταπεινοφροσύνη ἐστί, τὸ ὄντα ἁμαρτωλὸν νομίζειν εἶναι ἁμαρτωλόν. Ταπεινοφροσύνη γάρ ἐστιν ὅταν τις, πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζηται· ὅταν τις κατὰ Παῦλον ὢν καὶ δυνάμενος λέγειν· «Οὐδὲν ἐμαυτῷ σύνοιδα», λέγῃ πάλιν· «Ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι» καὶ αὖθις· «Χριστὸς Ἰησοῦς ἦλθεν ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ.» Τοῦτό ἐστι ταπεινοφροσύνη τὸ ὑψηλὸν ἀπὸ κατορθωμάτων ταπεινοῦν ἑαυτὸν ἀπὸ διανοίας.
Ἀλλ᾽ ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὑτοῦ φιλανθρωπίαν οὐχὶ τοὺς ταπεινοφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις.
Καὶ ἵνα μάθῃς ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ, ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμβάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης, κἀκεῖνο πάλιν ἐλαττούμενον, οὐ παρὰ τὴν ἀσθένειαν τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος τῆς ἁμαρτίας νικᾷ τὴν βαρύτητα καὶ φθάνει πρὸς τὸν Θεὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια διὰ τὸ πολὺ βάρος αὐτῆς καὶ τὸν ὄγκον ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι καὶ καθελκύσαι κάτω ῥᾳδίως αὐτήν.
Καὶ ὅτι τοῦτο ἐκείνου τὸ ζεῦγος ταχύτερον, ἀναμνήσθητι τοῦ φαρισαίου καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· «Εὐχαριστῶ σοι, ὦ Θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης.» Ὢ τῆς μανίας.
Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀλλὰ καὶ τῷ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀπονοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ᾽ εὐγνωμοσύνης· καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος αὐτῷ φάρμακον καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ᾽ ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς τῶν πλησίον ὕβρεις. Ἔστι γάρ τι καὶ ἀπ᾽ αὐτῶν καρπώσασθαι μέγα καὶ γενναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε. Δεξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», κατῆλθε δεδικαιωμένος ὑπὲρ ἐκεῖνον.
Καὶ λόγοι περιεγένοντο ἔργων καὶ ῥήματα πράξεις ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείαν καὶ δεκάτας· οὗτος δὲ ῥήματα εἶπε ψιλὰ καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν, μεθ᾽ ἧς ταῦτα προεβάλετο, εἶδε, καὶ τεταπεινωμένην εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο. Ταῦτα δὲ λέγω οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ᾽ ἵνα ταπεινοφρονῶμεν.
Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ᾽ εὐγνωμονήσας μόνον, τὰ ἁμαρτήματα εἰπὼν καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν;
Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι τῷ Θεῷ συνεχῶς. Οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα· τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ καὶ αὐτῷ δεῖξον τὰ τραύματα καὶ παρ᾽ αὐτοῦ τὰ φάρμακα αἴτησον· δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι· κἂν γὰρ σὺ σιγήσῃς, οἶδεν ἐκεῖνος ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς· εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος πάντα τὰ ἁμαρτήματα ἀπέλθῃς ἐκεῖ καθαρὸς καὶ ἔξω τῶν πλημμελημάτων καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῇς.
Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ὁμολογίας· ἀλλ᾽ ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· «Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.» Τί οὖν ἀνοίγετε στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φησίν, ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα.
Εὐχῆς δύναμις δύναμιν πυρὸς ἔσβεσε, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἀνέῳξε, δεσμὰ θανάτου διέκοψεν, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγὰς καὶ τὰς παρὰ ἀνθρώπων ἐπιβουλὰς καὶ πάντα ἁπλῶς ἀνεῖλεν εὐχὴ τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ τοῦ βάθους τῆς διανοίας ἀνιοῦσαν. Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων, οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται. Διὰ τοῦτο καὶ ὁ προφήτης φησίν· «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.» Ταῦτα λέγω οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ᾽ ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδείκνυσθε. Εἰ γὰρ τὸ πρὸς ἀνθρώπους ἐξειπεῖν τὰς οἰκείας συμφορὰς καὶ τὰ κατειληφότα ἐκτραγῳδῆσαι κακὰ φέρει τινὰ τοῖς ὀδυνωμένοις παραμυθίαν, ὥσπερ τινὸς διαπνοῆς διὰ τοῦ λόγου γινομένης, πολλῷ μᾶλλον, ἂν πρὸς τὸν Δεσπότην ἀνακοινώσῃ τὸν σὸν τὰ τῆς οἰκείας ψυχῆς παθήματα, λήψῃ τινὰ ψυχαγωγίαν καὶ παραμυθίαν πολλήν.
Ἄνθρωπος μὲν γὰρ καὶ βαρύνεται πολλάκις τὸν πρὸς αὐτὸν ἀποδυρόμενον καὶ θρηνοῦντα καὶ διακρούεται καὶ ἀπωθεῖται· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καὶ προσίεται καὶ ἐπισπᾶται, κἂν διημερεύσῃς ἀνακοινούμενος αὐτῷ τὰς σὰς συμφοράς, τότε σε μᾶλλον φιλεῖ καὶ ἐπινεύει σου ταῖς ἱκετηρίαις.
Τοῦτο γοῦν αὐτὸ ἐνδεικνύμενος ὁ Χριστὸς ἔλεγε· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καλεῖ οὖν, μὴ παρακούσωμεν· ἐπισπᾶται, μὴ ἀποπηδήσωμεν· κἂν μυρία ἁμαρτήματα ἔχωμεν, τότε μειζόνως προστρέχωμεν· καὶ γὰρ τοὺς τοιούτους καλεῖ· «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», καὶ ἐνταῦθα τοὺς πεφορτισμένους, τοὺς πεπονηκότας, τοὺς ἐκ βάρους τῶν ἁμαρτημάτων κεκοπιωμένους. Θεὸς γὰρ παρακλήσεως λέγεται καὶ Θεὸς οἰκτιρμῶν· ἐπειδὴ τοῦτο ἔργον αὐτῷ διηνεκές, τοὺς ὀδυνωμένους καὶ τοὺς θλιβομένους παραμυθεῖσθαι καὶ παρακαλεῖν, κἂν μυρία ἁμαρτήματα ἔχωσι.
Μόνον ἐπιδῶμεν ἑαυτούς, μόνον προσδράμωμεν αὐτῷ, καὶ μὴ ἀποστῶμεν καὶ διὰ τῆς πείρας αὐτῆς εἰσόμεθα τῶν εἰρημένων τὴν ἀλήθειαν, καὶ οὐδὲν ἡμᾶς τῶν ὄντων λυπῆσαι δυνήσεται, ἐὰν ἔχωμεν ἐκτενῆ εὐχὴν καὶ διηκριβωμένην· ὅπερ γὰρ ἂν ἐπέλθῃ, ῥᾳδίως διὰ ταύτης ἀποκρουσόμεθα.
Καὶ τί θαυμαστὸν εἰ περιστάσεις ἀνθρωπίνας λύειν οἶδεν εὐχῆς δύναμις, ὅπου γε καὶ ἁμαρτημάτων φύσιν σβέννυσι καὶ ἀφανίζει ῥᾳδίως; Ἵν᾽ οὖν καὶ μετ᾽ εὐκολίας τὸν παρόντα διανύσωμεν βίον καὶ, ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παρρησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό· οὕτω γὰρ καὶ διηνεκοῦς ἀπολαυσόμεθα τῆς ὑγιείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.