Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Η μαρτυρία των προφητών και των αγγέλων περί του ακαταλήπτου
Παράθεση χωρίων από τους προφήτες και αναφορά στον σεβασμό των αγγελικών δυνάμεων, τα οποία καταδεικνύουν το ακατάληπτο της ουσίας του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μαρτυρία των προφητών και των αγγέλων περί του ακαταλήπτου
Παράθεση χωρίων από τους προφήτες και αναφορά στον σεβασμό των αγγελικών δυνάμεων, τα οποία καταδεικνύουν το ακατάληπτο της ουσίας του Θεού.
Διὸ παραινῶ φεύγειν αὐτῶν τὴν μανίαν· μανίαν γὰρ ἔγωγέ φημι εἶναι ἐσχάτην τὸ φιλονεικεῖν εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Καὶ ἵνα μάθῃς ὅτι μανίας ἐσχάτης τοῦτο, ἀπὸ τῶν προφητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν· οἱ γὰρ προφῆται οὐ μόνον τί τὴν οὐσίαν ἐστὶν ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτοῦ πόση τίς ἐστιν ἀποροῦσι· καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ᾽ ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς; Ἀκούσωμεν τοίνυν τί φησιν ὁ προφήτης περὶ αὐτῆς· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ.» Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης.» Τί ἐστι «φοβερῶς»; Πολλὰ θαυμάζομεν μόνον, ἀλλ᾽ οὐ μετὰ φόβου, οἷον κιόνων κάλλος, τοίχων ζωγραφίαν, ἄνθη σωμάτων· θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ πέλαγος καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν. Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ Θεοῦ κατακύψας σοφίας καὶ ἰλιγγιάσας, μετὰ φόβου πολλοῦ θαυμάσας ἀνεχώρησε βοῶν καὶ λέγων· «Ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου.» Καὶ πάλιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.»
Ὁρᾷς εὐγνωμοσύνην οἰκέτου; «Εὐχαριστῶ σοι, φησί, διὰ τοῦτο ὅτι ἀκατάληπτον ἔχω Δεσπότην», οὐ περὶ οὐσίας ἐνταῦθα λέγων· ἐκεῖνο μὲν γὰρ ὡς ὡμολογημένον ἀκατάληπτον εἶναι παρῆκε· περὶ δὲ τοῦ πανταχοῦ παρεῖναι τὸν Θεὸν ταῦτά φησι δεικνὺς ὅτι οὐδὲ αὐτὸ τοῦτο οἶδε, πῶς πανταχοῦ πάρεστιν. Ὅτι γὰρ περὶ τούτων φησίν, ἄκουε τῶν ἑξῆς· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Εἶδες πῶς πανταχοῦ πάρεστιν; Ἀλλ᾽ ὁ προφήτης οὐκ οἶδεν, ἀλλ᾽ ἰλιγγιᾷ καὶ διαπορεῖ καὶ θορυβεῖται μόνον εἰς νοῦν αὐτὸ λαβών;
Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τοὺς τοσοῦτον ἀπέχοντας τῆς ἐκείνου χάριτος αὐτὴν τοῦ Θεοῦ πολυπραγμονεῖν τὴν οὐσίαν; Καίτοι οὗτός ἐστιν ὁ προφήτης ὁ λέγων· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Ἀλλ᾽ ὅμως τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθών, περὶ αὐτῆς φησι ταύτης ὅτι ἀπρόσιτός ἐστι καὶ ἀκατάληπτος· «Μέγας γὰρ Κύριος, φησί, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», τοῦτ᾽ ἔστι οὐκ ἔστι κατάληψις. Τί λέγεις; ἡ σοφία ἀκατάληπτος τῷ προφήτῃ καὶ ἡ οὐσία ἡμῖν καταληπτή; ἆρα οὐ φανερὰ αὕτη ἡ μανία; ἡ μεγαλωσύνη αὐτοῦ οὐκ ἔχει πέρας καὶ τὴν οὐσίαν αὐτοῦ περιγράφεις;
Ταῦτα καὶ ὁ Ἡσαΐας φιλοσοφῶν ἔλεγε· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Οὐκ εἶπε· τίς διηγεῖται, ἀλλά· «Τίς διηγήσεται» καὶ τὸ μέλλον ἀπέκλεισε. Καὶ ὁ μὲν Δαυίδ φησιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ»· ὁ δὲ Ἡσαΐας οὐκ ἀφ᾽ ἑαυτοῦ φησιν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην.
Ἀλλ᾽ ἴδωμεν μήποτε ὁ Παῦλος ἔγνω, ἅτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος· αὐτὸς μὲν οὖν ἐστιν ὁ λέγων· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.» Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ᾽ ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ᾽ ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ᾽ ὃ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος. Οὐδὲ γὰρ ταύτην ὅλην ἐξετάζει, καθ᾽ ἣν ἀνατέλλει ἥλιον, καθ᾽ ἣν ψυχὰς ἐμπνεῖ, καθ᾽ ἣν σώματα διαπλάττει, καθ᾽ ἣν τρέφει τοὺς ἐπὶ γῆς ἀνθρώπους, καθ᾽ ἣν συγκρατεῖ τὸν κόσμον, καθ᾽ ἣν τὰς ἐτησίους δίδωσι τροφάς· ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ μικρόν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ᾽ ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτὸ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως καὶ μέγα ἀνεβόησεν εἰπών· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ».
Οὐκ εἶπεν· ἀκατάληπτα, ἀλλ᾽ «ἀνεξερεύνητα». Εἰ δὲ ἐρευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ αὐτὸς καταληπτός; εἰπέ μοι.
Καὶ τί λέγω περὶ τῶν ὁδῶν; τὰ ἔπαθλα τὰ ἀποκείμενα ἡμῖν ἀκατάληπτα· «Ὀφθαλμὸς γὰρ αὐτὰ οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος· «Χάρις γὰρ τῷ Θεῷ, φησίν, ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ» καὶ «εἰρήνη αὐτοῦ ὑπερέχει πάντα νοῦν».
Τί λέγεις; τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, ἡ δωρεὰ ἀνεκδιήγητος, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα, καὶ αὐτὸς μόνος καταληπτός; Καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; Κάτεχε τὸν αἱρετικόν· μὴ ἀφῇς ἀναχωρῆσαι. Εἰπέ· τί φησιν ὁ Παῦλος; «Ἐκ μέρους γινώσκομεν.» Οὐ περὶ τῆς οὐσίας φησίν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν. Μάλιστα μέν· εἰ καὶ περὶ τῶν οἰκονομιῶν ἦν ὁ λόγος, ἐκ πλείονος ἡμῖν περιουσίας καὶ οὕτω τὰ νικητήρια· εἰ γὰρ αἱ οἰκονομίαι ἀκατάληπτοι, πολλῷ μᾶλλον αὐτός· ὅτι δὲ ἐνταῦθα οὐ περὶ τῶν οἰκονομιῶν φησιν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Θεοῦ, ἄκουσον τῶν ἑξῆς.
Εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ἐπήγαγεν· «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.» Ὑπὸ τίνος οὖν ἐπεγνώσθη, ὑπὸ τοῦ Θεοῦ ἢ ὑπὸ τῶν οἰκονομιῶν; Ὑπὸ τοῦ Θεοῦ δηλονότι· τοῦτον οὖν καὶ ἐκ μέρους γινώσκει. «Ἐκ μέρους» δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει, τὸ δὲ ἀγνοεῖ—ἁπλοῦς γὰρ ὁ Θεός—, ἀλλ᾽ ἐπειδὴ ὅτι μὲν ἔστι Θεὸς οἶδε, τὸ δέ, τί τὴν οὐσίαν ἐστίν, ἀγνοεῖ· ὅτι μὲν σοφός ἐστιν ἐπίσταται, τὸ δὲ πόσον ἐστὶ σοφός, ἀγνοεῖ· ὅτι μὲν μέγας οὐκ ἀγνοεῖ, τὸ δὲ πῶς ἢ τίς ἡ μεγαλωσύνη αὐτοῦ, τοῦτο οὐκ οἶδεν· ὅτι πανταχοῦ πάρεστιν ἐπίσταται, τὸ δὲ πῶς οὐκ ἐπίσταται· ὅτι προνοεῖ καὶ συνέχει τὰ πάντα καὶ συγκρατεῖ μετ᾽ ἀκριβείας, οὐκ ἀγνοεῖ, τὸν δὲ τρόπον καθ᾽ ὃν ταῦτα ποιεῖ ἀγνοεῖ. Διὰ τοῦτο ἔλεγεν· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.» Ἀλλὰ γάρ, εἰ δοκεῖ, τὸν Παῦλον ἀφέντες καὶ τοὺς προφήτας, ἀνέλθωμεν εἰς τοὺς οὐρανούς, μή ποτε ἐκεῖ τινές εἰσιν εἰδότες τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Μάλιστα μὲν γάρ, κἂν εὑρεθῶσιν εἰδότες, οὐδὲν κοινὸν πρὸς ἡμᾶς· πολὺ γὰρ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· πλὴν ἀλλ᾽ ἵνα ἐκ περιουσίας μάθῃς ὅτι οὐδὲ ἐκεῖ τις οἶδε κτιστὴ δύναμις τοῦτο, ἀκούσωμεν τῶν ἀγγέλων. Τί οὖν; περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν; Οὐδαμῶς. Ἀλλὰ τί;
Δοξάζουσι, προσκυνοῦσι, τὰς ἐπινικίους καὶ μυστικὰς ᾠδὰς διηνεκῶς ἀναπέμπουσι μετὰ πολλῆς τῆς φρίκης· καὶ οἱ μὲν λέγουσι· «Δόξα ἐν ὑψίστοις Θεῷ»· τὰ δὲ Σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος» καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφουσιν, οὐδὲ τὴν συγκατάβασιν ἐνεγκεῖν δυνάμενα τοῦ Θεοῦ· τὰ δὲ Χερουβίμ· «Εὐλογημένη ἡ δόξα αὐτοῦ ἐκ τοῦ τόπου αὐτοῦ», οὐχ ὅτι τόπος περὶ Θεόν, μὴ γένοιτο, ἀλλ᾽ ὡς ἂν εἴποιμεν ἀνθρωπίνως φθεγγόμενοι· ὅπουπερ ἄν ἐστιν ἢ ὅπως ἄν ἐστιν, εἰ δὴ καὶ τοῦτο ἀσφαλὲς ἐπὶ Θεοῦ εἰπεῖν· ἀνθρωπίνην γὰρ ἔχομεν γλῶτταν.
Εἶδες πόσος ἄνω φόβος, πόση κάτω καταφρόνησις; Ἐκεῖνοι δοξάζουσιν, οὗτοι περιεργάζονται· εὐφημοῦσιν ἐκεῖνοι, πολυπραγμονοῦσιν οὗτοι· ἐκεῖνοι τὰς ὄψεις ἀποκρύπτουσιν, οὗτοι φιλονεικοῦσιν ἐνατενίζειν ἀναισχύντως εἰς τὴν ἀνεκδιήγητον δόξαν. Τίς οὐκ ἂν στενάξειε, τίς οὐκ ἂν θρηνήσειεν αὐτοὺς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.