Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Η πίστη του Αβραάμ και το ανεξερεύνητο των θείων οικονομιών

Προβολή του Αβραάμ ως προτύπου υπακοής, ερμηνεία του παραδείγματος του κεραμέως και παραλληλισμός της αδυναμίας κατανοήσεως της κτίσης με την ακαταληψία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 17

Διὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Τίς εἶ; ἐννόησον σοῦ τὴν φύσιν πρότερον· οὐδὲν γάρ ἐστιν ὄνομα εὑρεῖν δυνάμενον παραστῆσαί σου τὴν οὐδένειαν.

Ἀλλ᾽ ἐρεῖς ὅτι ἄνθρωπός εἰμι ἐλευθερίᾳ τετιμημένος. Ἀλλ᾽ ἐτιμήθης οὐχ ἵνα εἰς ἀντιλογίαν τῇ ἐλευθερίᾳ, ἀλλ᾽ ἵνα τῇ τιμῇ πρὸς ὑπακοὴν καταχρήσῃ τοῦ τετιμηκότος. Ἐτίμησέ σε ὁ Θεὸς οὐχ ἵνα αὐτὸν ὑβρίζῃς, ἀλλ᾽ ἵνα δοξάζῃς· ὑβρίζει δὲ ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος.

Εἰ γὰρ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστι, τὸ πολυπραγμονεῖν καὶ διερευνᾶσθαι οὐχὶ τὰς ἀποφάσεις μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν ἀποφηνάμενον ἀτιμάζειν ἐστίν. Ὅτι δὲ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος περὶ τοῦ Ἀβραὰμ καὶ τῆς ὑπακοῆς τῆς ἐκείνου καὶ τῆς ἐν ἅπασι πίστεως· «Κατενόησε μὲν γάρ, φησί, τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει.» Ἡ φύσις καὶ ἡ ἡλικία, φησίν, εἰς ἀπόγνωσιν ἐνέβαλλον, ἡ δὲ πίστις ἐλπίδας ὑπέτεινε χρηστάς. Ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ὁρᾷς ὅτι ὁ πληροφορούμενος ὑπὲρ ὧν ἂν ὁ Θεὸς ἀποφαίνηται, δόξαν δίδωσι τῷ Θεῷ; Εἰ τοίνυν δόξαν δίδωσι τῷ Θεῷ ὁ πιστεύων αὐτῷ, ὁ ἀπιστῶν αὐτῷ τὴν ἀτιμίαν αὐτοῦ εἰς τὴν ἑαυτοῦ περιτρέπει κεφαλήν. «Σὺ τίς ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Εἶτα βουλόμενος δεῖξαι τὸ μέσον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ, ἔδειξεν οὐχ ὅσον ἔδει, πλὴν ἀπὸ τοῦ δοθέντος ὑποδείγματος δυνατὸν καὶ πολλῷ μείζονος διαφορᾶς ἔννοιαν λαβεῖν.

Τί γάρ φησι; «Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Τί λέγεις; οὕτως ὀφείλω ὑποκεῖσθαι τῷ Θεῷ ὡς ὁ πηλὸς τῷ κεραμεῖ; Ναί, φησί· τοσοῦτον γὰρ τὸ μέσον ἀνθρώπου καὶ Θεοῦ ὅσον πηλοῦ καὶ κεραμέως· μᾶλλον δὲ οὐδὲ τοσοῦτον τὸ μέσον, ἀλλὰ καὶ πολλῷ πλέον. Πηλοῦ μὲν γὰρ καὶ κεραμέως οὐσία μία, καθάπερ καὶ παρὰ τῷ Ἰὼβ εἴρηται· «Ἐῶ δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας, ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ.» Εἰ δὲ ἀμείνων φαίνεται καὶ εὐπρεπέστερος ἐκείνου ὁ ἄνθρωπος, τὴν διαφορὰν οὐχ ἡ ἐναλλαγὴ τῆς φύσεως, ἀλλ᾽ ἡ σοφία τοῦ τεχνίτου πεποίηκε· ἐπεὶ πηλοῦ οὐδὲν διέστηκας. Εἰ δὲ ἀπιστεῖς, πειθέτωσάν σε αἱ σοροὶ καὶ αἱ λάρνακες· ἐπὶ γὰρ τοὺς τάφους ἀπελθὼν τῶν προγόνων εἴσῃ ὅτι ταῦτα οὕτως ἔχει. Πηλοῦ μὲν οὖν καὶ κεραμέως οὐδὲν τὸ μέσον· Θεοῦ δὲ καὶ ἀνθρώπων τῆς οὐσίας τοσοῦτον τὸ μέσον ὅσον οὐδὲ λόγος παραστῆσαι δύναται, οὐδὲ ἔννοια μετρῆσαι χωρεῖ. Ὥσπερ οὖν ὁ πηλὸς ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, ᾗπερ ἂν ἐκεῖνος ἕλκῃ καὶ περιάγῃ, οὕτω καὶ σὺ κατὰ τὸν πηλὸν ἄφωνος ἔσο, ὅταν ὁ Θεὸς οἰκονομεῖν τι βούληται.

Οὐδὲ γὰρ ἀφαιρούμενος τὴν ἐξουσίαν ἡμῶν, μὴ γένοιτο, οὐδὲ τῷ αὐτεξουσίῳ λυμαινόμενος, ταῦτα εἴρηκεν ὁ Παῦλος, ἀλλ᾽ ἐκ πολλῆς τῆς περιουσίας τὴν αὐθάδειαν ἡμῶν ἐπιστομίζων. Εἰ δὲ δοκεῖ, καὶ τοῦτο ἴδωμεν. Τί ποτε ἄρα ἐβουλήθησαν ἐκεῖνοι μαθεῖν, καὶ οὕτω σφοδρῶς αὐτοὺς ἐπεστόμισεν; ἆρα οὐσίαν περιειργάζοντο; Οὐδαμῶς· οὐδεὶς γὰρ τοῦτο ἐτόλμησεν οὐδέποτε, ἀλλὰ τὸ πολλῷ ἔλαττον, οἰκονομίας ἐζήτουν τοῦ Θεοῦ· διὰ τί ὁ δεῖνα κολάζεται καὶ διὰ τί ὁ δεῖνα ἐλεεῖται· διὰ τί ὁ δεῖνα ἀπαλλάττεται τιμωρίας, ὁ δὲ ἐν δεινοῖς ἐστι· καὶ ὁ μὲν συγγνώμης ἔτυχεν, ὁ δὲ οὐκ ἔτυχε. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐζήτουν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν ἀνωτέρω τούτων· εἰπὼν γάρ· «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει». Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε;

Τότε ἐπήγαγεν· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Οἰκονομίας τοίνυν ζητοῦντας περιεργάζεσθαι ἐπιστομίζει ὁ Παῦλος. Εἶτα ἐκείνοις μὲν οὐδὲ ταῦτα ἐφεῖται· σὺ δὲ τὴν μακαρίαν αὐτὴν οὐσίαν τὴν πάντα οἰκονομοῦσαν πολυπραγμονῶν, οὐχ ἡγῇ ἄξιος εἶναι μυρίων σκηπτῶν; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας; Ἄκουσον τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι᾽ ἐκείνου· «Εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι, ποῦ ἔστιν ὁ φόβος μου;» Ὁ γὰρ φοβούμενος οὐ περιεργάζεται, ἀλλὰ προσκυνεῖ, οὐ πολυπραγμονεῖ, ἀλλ᾽ εὐφημεῖ καὶ δοξάζει.

Διδασκέτωσάν σε ταῦτα καὶ αἱ ἄνω δυνάμεις καὶ ὁ μακάριος Παῦλος· οὐ γὰρ ἑτέροις μὲν ταῦτα ἐπιπλήττει, αὐτὸς δὲ οὐχ οὕτω διάκειται. Ἄκουσον γοῦν τί Φιλιππησίοις φησί, δεικνὺς ὅτι μερικὴν ἐπίγνωσιν ἔχει, καθάπερ καὶ Κορινθίοις γράφων ἔλεγεν ὅτι «Ἐκ μέρους γινώσκομεν» καὶ τοῦ παντὸς οὐδέπω, καὶ νῦν ἐπείληπται· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι.» Τί ταύτης σαφέστερον τῆς φωνῆς; Σάλπιγγος λαμπρότερον ἐβόησε τὴν οἰκουμένην ἅπασαν παιδεύων ἀγαπᾶν καὶ στέργειν τῷ δοθέντι τῆς γνώσεως μέτρῳ καὶ μὴ νομίζειν τὸ πᾶν ἀπειληφέναι νῦν.

Τί λέγεις; εἰπέ μοι· τὸν Χριστὸν ἔχεις ἐν σεαυτῷ λαλοῦντα, καὶ λέγεις ὅτι «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι»; Διὰ γὰρ αὐτὸ τοῦτο, φησίν, εἶπον, ὅτι τὸν Χριστὸν ἔχω ἐν ἐμαυτῷ λαλοῦντα· αὐτός με ταῦτα ἐδίδαξεν.

Ὥστε καὶ οὗτοι, εἰ μὴ παντελῶς ἔρημοι τῆς τοῦ Πνεύματος ἦσαν βοηθείας καὶ τὴν ἐνέργειαν αὐτοῦ πᾶσαν ἐκ τῆς ἑαυτῶν ἀπώσαντο ψυχῆς, οὐκ ἄν, Παύλου λέγοντος· «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι», αὐτοὶ τοῦ παντὸς ἐπειλῆφθαι ἐνόμισαν.

Καὶ πόθεν δῆλον, φησίν, ὅτι περὶ πίστεως ταῦτα λέγει καὶ γνώσεως καὶ δογμάτων, καὶ οὐχὶ περὶ βίου καὶ πολιτείας· ὅτι ἀτελῆ ἐμαυτὸν νομίζω ἐν βίῳ καὶ πολιτείᾳ; Μάλιστα μὲν οὖν τοῦτο δῆλον ἐποίησεν εἰπών· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ὁ δὲ τὸν στέφανον μέλλων ἀπολαμβάνειν καὶ τὸν δρόμον τελέσας, οὐκ ἂν εἶπεν· «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι.» Ἄλλως δὲ τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, οὐδενὶ τῶν ἀνθρώπων ἐστὶν ἀφανῆ, ἀλλὰ πᾶσι δῆλα καὶ γνώριμα, καὶ βαρβάροις καὶ Πέρσαις καὶ παντὶ τῷ τῶν ἀνθρώπων γένει.

Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, αὐτῆς ἀναγνώσομαι τῆς περικοπῆς ἀκολουθίαν. Εἰπὼν γάρ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας» καὶ πολλὰ διαλεχθεὶς περὶ τῶν εἰσαγόντων ἰουδαϊκὰ δόγματα ἀκαίρως, ἐπήγαγε λέγων· «Ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγήσομαι τὰ πάντα ζημίαν, ἵνα εὑρεθῶ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν ἐκ Θεοῦ δικαιοσύνην, τὴν διὰ τῆς πίστεως Ἰησοῦ Χριστοῦ.» Εἶτα λέγει ποίας πίστεως· «... τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ».

Τί ἐστι «δύναμιν ἀναστάσεως αὐτοῦ»; Καινός τις, φησίν, ἀναστάσεως ἐδείχθη τρόπος. Πολλοὶ μὲν γὰρ καὶ πρὸ ἐκείνου πολλάκις ἀνέστησαν νεκροί, οὕτω δὲ οὐδὲ εἷς. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἀναστάντες πάλιν εἰς τὴν γῆν ὑπέστρεφον καί, πρὸς καιρὸν ἀπαλλαττόμενοι τῆς τοῦ θανάτου τυραννίδος, ὑπὸ τὴν ἀρχὴν πάλιν ἤγοντο τὴν ἐκείνου· τὸ δὲ σῶμα τὸ δεσποτικὸν ἀναστὰν οὐκ εἰς τὴν γῆν ὑπέστρεψεν, ἀλλ᾽ εἰς τοὺς οὐρανοὺς ἀνέβη καὶ πᾶσαν τοῦ ἐχθροῦ κατέλυσε τὴν τυραννίδα καὶ μεθ᾽ ἑαυτοῦ τὴν οἰκουμένην συνανέστησεν ἅπασαν καὶ νῦν τῷ θρόνῳ κάθηται τῷ βασιλικῷ.

Ταῦτ᾽ οὖν ἅπαντα ἐννοῶν ὁ Παῦλος καὶ δεικνὺς ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα λογισμὸς μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πίστις δὲ μόνη δύναται διδάξαι καὶ ποιῆσαι σαφῆ, ἔλεγεν ἐπὶ τῇ πίστει· «... τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ γὰρ ἁπλῶς ἀνάστασιν οὐ δύναται παραστῆσαι λογισμός—μεῖζον γὰρ τοῦτο τῆς ἀνθρωπίνης φύσεως καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐστί—, τὴν τοσοῦτον τῶν ἄλλων ἀναστάσεων διαφέρουσαν ἀνάστασιν ποῖος δυνήσεται παραστῆσαι λογισμός; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ πίστεως ἡμῖν δεῖ μόνης, εἰ μέλλοιμεν πείθεσθαι ὅτι σῶμα θνητὸν καὶ ἀνέστη καὶ εἰς ζωὴν ἦλθεν ἀθάνατον, πέρας οὐδὲν οὐδὲ τέλος ἔχουσαν· ὅπερ οὖν καὶ ἀλλαχοῦ σημαίνων ἔλεγεν· «Ὁ Χριστὸς ἐγερθεὶς οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει», ὥστε διπλοῦν τὸ θαῦμα, καὶ τὸ ἀναστῆναι καὶ τὸ οὕτως ἀναστῆναι.

Διὰ τοῦτο ἔλεγεν ἐπὶ τῇ πίστει· «... τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ δὲ τὴν ἀνάστασιν οὐ δυνατὸν λογισμοῖς εὑρεῖν, πόλλῳ μᾶλλον τὴν γέννησιν τὴν ἄνω. Περὶ δὲ τούτων διαλεγόμενος ὁ Παῦλος καὶ περὶ τοῦ σταυροῦ καὶ τοῦ πάθους λέγων, κἀκεῖνα τῇ τῆς πίστεως ἐπέτρεψε δυνάμει· εἶτα τοῦτον ἅπαντα κινήσας τὸν λόγον, προϊὼν εἶπεν· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι.» Οὐκ εἶπεν· ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι εἰδέναι, ἀλλὰ «κατειληφέναι»· οὔτε παντελῆ ἄγνοιαν, οὔτε παντελῆ γνῶσιν ἐμαρτύρησεν ἑαυτῷ. Τὸ γὰρ εἰπεῖν· «Οὐ λογίζομαι κατειληφέναι» δηλοῦντός ἐστιν ὅτι ἐπὶ τῆς ὁδοῦ τέως ἕστηκε καὶ βαδίζει καὶ πρόεισι περαιτέρω, τοῦ δὲ τέλους πάντως οὐκ ἐπείληπται.

Τοῦτο καὶ ἑτέροις παραινεῖ λέγων οὕτως· «Ὅσοι τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Οὐ λογισμός, εἶπε, διδάξει, ἀλλ᾽ ὁ Θεὸς ἀποκαλύψει. Ὁρᾷς ὅτι οὐ περὶ βίου καὶ πολιτείας ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ δογμάτων καὶ πίστεως; Πολιτεία γὰρ καὶ βίος οὐκ ἀποκαλύψεως δεῖται, ἀλλὰ δόγματα καὶ γνῶσις. Καὶ ἑτέρωθι δὲ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· «Εἴ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν.» Οὐκ εἶπεν ἁπλῶς· οὐδὲν ἔγνωκεν, ἀλλὰ «καθὼς δεῖ γνῶναι»· ἔχει μὲν γὰρ γνῶσιν, οὐκ ἀκριβῆ δὲ καὶ ἀπηρτισμένην.

Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, μηδὲν περὶ τῶν ἄνω διαλεχθῶμεν, ἀλλ᾽ εἰ βούλει κάτω πρὸς τὴν ὁρωμένην κτίσιν τὸν λόγον ἀγάγωμεν. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν; ὅτι μὲν καμάρας εἰκόνα διασῴζει ἴσμεν, καὶ τοῦτο αὐτὸ οὐκ ἀπὸ λογισμῶν, ἀλλ᾽ ἀπὸ τῆς θείας Γραφῆς μαθόντες· καὶ ὅτι πᾶσαν περιλαμβάνει τὴν γῆν, καὶ τοῦτο ἴσμεν, ὁμοίως παρ᾽ ἐκείνης ἀκούσαντες· τίς δὲ τὴν οὐσίαν ἐστὶν ἀγνοοῦμεν. Εἰ δέ τις διϊσχυρίζοιτο καὶ φιλονεικοίη, λεγέτω τί τὴν οὐσίαν ἐστὶν ὁ οὐρανός· ἆρα κρύσταλλος πεπηγώς; ἆρα νέφος πεπυκνωμένον; ἆρα ἀὴρ παχύτερος; Ἀλλ᾽ οὐδεὶς ἂν ἔχοι σαφῶς οὐδὲν εἰπεῖν.

Ἔτι οὖν ἀποδείξεως, εἰπέ μοι, δεῖσθε πρὸς τὸ μαθεῖν τὴν μανίαν τῶν τὸν Θεὸν εἰδέναι λεγόντων; Τοῦ οὐρανοῦ τοῦ ὁρωμένου καθ᾽ ἡμέραν τὴν φύσιν οὐκ ἔχεις εἰπεῖν, καὶ τοῦ ἀοράτου Θεοῦ μετὰ ἀκριβείας ἐπαγγέλλῃ τὴν οὐσίαν εἰδέναι; Καὶ τίς οὕτως ἀναίσθητος ὡς μὴ τὴν ἐσχάτην τῶν ταῦτα λεγόντων καταγινώσκειν μανίαν;