Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντικές προτροπές για την αντιμετώπιση των βλασφήμων

Συμβουλές προς τους πιστούς για τη στάση που πρέπει να τηρούν απέναντι σε όσους πάσχουν από τη νόσο της ασέβειας, ανάλογα με την πνευματική τους δύναμη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 17

Διὰ δὴ ταῦτα παρακαλῶ πάντας ὑμᾶς καθάπερ τοὺς φρενίτιδι περιπεσόντας νόσῳ καὶ παραπαίοντας κατὰ δύναμιν τὴν ὑμετέραν πειρᾶσθαι θεραπεύειν μετὰ προσηνείας καὶ ἐπιεικείας αὐτοῖς διαλεγομένους· καὶ γὰρ ἐξ ἀπονοίας αὐτοῖς τὸ δόγμα τοῦτο ἐτέχθη, καὶ πολὺ τῆς διανοίας αὐτῶν τὸ φύσημα· τὰ δὲ φλεγμαίνοντα τῶν τραυμάτων οὐδὲ ἐπιβολὴν χειρὸς ἀνέχεται, οὐδὲ ἁφὴν ὑπομένει τραχυτέραν. Διὰ τοῦτο οἱ σοφοὶ τῶν ἰατρῶν μαλακῇ τινι σπογγιᾷ τὰ τοιαῦτα καταψήχουσιν ἕλκη. Ἐπεὶ οὖν καὶ τούτοις ἕλκος ἐστὶν ἐν τῇ ψυχῇ φλεγμαῖνον, ὥσπερ ἁπαλῇ τινι σπογγιᾷ προσηνὲς ὕδωρ καὶ πότιμον σπῶντες, οὕτω τὰ εἰρημένα ἅπαντα καταντλοῦντες, πειρώμεθα καταστέλλειν αὐτῶν τὸ φύσημα καὶ τὸν ὄγκον καθαιρεῖν ἅπαντα· κἂν ὑβρίζωσι, κἂν λακτίζωσι, κἂν ἐμπτύωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ καταλείπῃς τὴν ἰατρείαν, ἀγαπητέ. Τοὺς γὰρ ἄνθρωπον παραπλῆγα θεραπεύοντας ἀνάγκη πολλὰ τοιαῦτα ὑπομένειν· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἀφίστασθαι χρή, ἀλλὰ δι᾽ αὐτὰ μὲν οὖν ταῦτα μάλιστα αὐτοὺς ταλανίζειν καὶ δακρύειν χρή, ὅτι τοιοῦτον αὐτῶν τῆς ἀρρωστίας ἐστὶ τὸ εἶδος.

Ταῦτα πρὸς τοὺς ἰσχυροτέρους λέγω καὶ ἀνεπηρεάστους καὶ δυναμένους ἐκ τῆς ἐκείνων ὁμιλίας μηδεμίαν παραδέξασθαι βλάβην· ὡς εἴ τις ἀσθενέστερος εἴη, φευγέτω τούτων τὰς συνουσίας, ἀποπηδάτω τοὺς συλλόγους, ὥστε μὴ τὴν τῆς φιλίας ὑπόθεσιν ἀφορμὴν ἀσεβείας γενέσθαι. Οὕτω καὶ Παῦλος ποιεῖ, αὐτὸς μὲν τοῖς ἀρρωστοῦσιν ἀναμίγνυται καὶ λέγει· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος», τοὺς δὲ μαθητὰς καὶ ἀσθενέστερον διακειμένους ἀπάγει παραινῶν οὕτω καὶ διδάσκων· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος.» Ὁ μὲν γὰρ ἰατρός, ἐὰν ἔλθῃ πρὸς τὸν κάμνοντα, κἀκεῖνον καὶ ἑαυτὸν πολλάκις ὠφέλησεν· ὁ δὲ ἀσθενέστερος καὶ ἑαυτὸν καὶ τὸν ἀρρωστοῦντα παρέβλαψε, τοῖς νοσοῦσιν ἀναμιγνύμενος· ἐκεῖνόν τε γὰρ οὐδὲν ὠφελῆσαι δυνήσεται, καὶ αὐτὸς ἐπισπάσεται πολλὴν ἀπὸ τῆς ἀρρωστίας τὴν βλάβην.

Καὶ ὅπερ οἱ πρὸς τοὺς ὀφθαλμιῶντας ὁρῶντες πάσχουσιν, ἐφελκόμενοί τι τῆς ἀρρωστίας ἐκείνης, τοῦτο καὶ οἱ τοῖς βλασφήμοις συναναμιγνύμενοι τούτοις ὑπομένουσιν, ἂν ὦσιν ἀσθενέστεροι, πολὺ τῆς ἀσεβείας πρὸς ἑαυτοὺς ἐπισπώμενοι μέρος.

Ἵν᾽ οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.