Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Έναρξη του τρίτου λόγου και η έννοια του απρόσιτου φωτός

Προοίμιο του τρίτου λόγου κατά των Ανομοίων, επίκληση του Αγίου Πνεύματος και ερμηνεία του αποστολικού χωρίου περί του απρόσιτου φωτός σε αντιδιαστολή με το ακατάληπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 17

Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου καὶ ὅτι οὐδὲ ἡ συγκατάβασις τοῦ Θεοῦ φορητὴ τοῖς Σεραφὶμ λόγος γʹ. Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διαφθεῖρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς. Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐξελθών, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσὼν καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτὸ καὶ εἰς τὴν γῆν ἔρριψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν. Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόρριζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου.

Ἤδη γάρ που καὶ γῆ χερσωθεῖσα καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας καὶ ἀκανθῶν πλῆθος καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκείων κόλπων πολλάκις· οὕτω καὶ ἡ τῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχὴ καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ ἀπ᾽ αὐτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν. Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλὼς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ᾽ ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος, ηὔξησε δὲ φιλοδοξίας ἔρως.

Καὶ δεῖ τῆς τοῦ Πνεύματος ἡμῖν φλογός, ἵνα μὴ μόνον ἀνασπάσωμεν, ἀλλὰ καὶ κατακαύσωμεν τὴν πονηρὰν ταύτην ῥίζαν, καλέσωμεν τοίνυν αὐτόν, τὸν ὑπ᾽ ἐκείνων μὲν βλασφημούμενον, ὑφ᾽ ἡμῶν δὲ εὐφημούμενον Θεόν, καὶ παρακαλέσωμεν, ὥστε καὶ τὴν γλῶτταν ἡμῶν πρὸς πλείονα διεγεῖραι δρόμον καὶ τὴν διάνοιαν ἡμῖν πρὸς σαφεστέραν διανοῖξαι τῶν λεγομένων σύνεσιν.

Ὑπὲρ γὰρ αὐτοῦ καὶ τῆς αὐτοῦ δόξης ἅπας ἡμῖν ὁ πόνος, μᾶλλον δὲ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας. Τὸν μὲν γὰρ Θεὸν οὐδεὶς οὔτε ἀτιμάζων παραβλάψαι δυνήσεται, οὔτε εὐφημῶν λαμπρότερον ἀποφῆναι· ἀλλ᾽ ἐπὶ τῆς οἰκείας ἀεὶ μένει δόξης, οὔτε εὐφημίαις αὐξανόμενος, οὔτε ἐλαττούμενος βλασφημίαις· τῶν δὲ ἀνθρώπων οἱ μὲν δοξάζοντες αὐτὸν κατ᾽ ἀξίαν, μᾶλλον δὲ κατ᾽ ἀξίαν μὲν οὐδενὶ δυνατόν, εἰς δὲ δύναμιν τὴν ἑαυτῶν, τὴν ἀπὸ τῆς δοξολογίας ὠφέλειαν καρποῦνται· οἱ δὲ βλασφημοῦντες καὶ ἐξευτελίζοντες τὴν οἰκείαν λυμαίνονται σωτηρίαν. «Ὁ γὰρ βαλὼν λίθον ἐς ὕψος, εἰς τὴν κεφαλὴν ἑαυτοῦ ἔβαλε», περὶ τῶν βλασφημούντων τις εἴρηκε. Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου, οὕτω δὴ καὶ ὁ βλασφημῶν τὴν μακαρίαν ἐκείνην οὐσίαν, ἐκείνην μὲν οὐδὲν ἂν παραβλάψειέ ποτε πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν ἢ ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος.

Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφίμ, τὸν ἀκατανόητον τοῖς Χερουβίμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ καὶ Πνεύματος μόνου γνωριζόμενον.

Καὶ οἶδα μὲν ὅτι ἀλαζονείαν καταγνώσονται τοῦ λόγου, ὅτι καὶ ταῖς ἀνωτέραις δυνάμεσιν ἀκατάληπτον αὐτὸν εἶπον εἶναι· ἐγὼ δὲ διὰ τοῦτο πολλὴν αὐτῶν καταγνώσομαι μανίαν καὶ ἀπόνοιαν. Ἀλαζονεία γὰρ οὐ τὸ λέγειν ὅτι τῆς τῶν γεννητῶν ἁπάντων καταλήψεως ἀνώτερός ἐστιν ὁ δημιουργός, ἀλλὰ τὸ λέγειν ὅτι τὸν ταῖς ἄνω δυνάμεσιν ἀκατάληπτον δυνατὸν αὐτοῖς τοῖς χαμαὶ ἑρπομένοις καὶ τοσοῦτον ἐκείνων ἀφεστηκόσι, τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ περιγράψαι καὶ περιλαβεῖν. Ἐγὼ μέν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα· ὑμεῖς δέ, εἰ μετὰ τὸ δεῖξαί με ταῖς ἄνω δυνάμεσιν ὄντα ἀκατάληπτον, διϊσχυριζόμενοι ἔτι καὶ φιλονεικεῖτε αὐτὸν εἰδέναι, πόσων ἂν εἴητε βαράθρων, πόσων δὲ κρημνῶν ἄξιοι, τὰ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁπάσαις ἀθέατα ἀλαζονευόμενοι μετὰ ἀκριβείας εἰδέναι;

Φέρε οὖν λοιπὸν ἐπὶ τὰς ἀποδείξεις αὐτὰς χωρῶμεν, πάλιν ἐπὶ τὴν εὐχὴν τὸν λόγον τρέψαντες· πολλάκις γὰρ αὐτὴ τῆς εὐχῆς ἡ ἀκολουθία παρέξει τῶν ζητουμένων ἡμῖν τὴν ἀπόδειξιν. Καλῶμεν τοίνυν «αὐτὸν τὸν βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων, τὸν μόνον ἔχοντα ἀθανασίαν, φῶς ἀπρόσιτον οἰκοῦντα, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ταῦτα οὐκ ἐμά, ἀλλὰ Παύλου τὰ ῥήματα· σὺ δέ μοι κατάμαθε αὐτοῦ τῆς ψυχῆς εὐλάβειαν καὶ φόβον ἐρριζωμένον. Μνησθεὶς γὰρ τοῦ Θεοῦ, οὐ πρότερον ἠνέσχετο πρὸς τὴν ἀκολουθίαν ἐκβῆναι τῆς διδασκαλίας, ἕως τὸ ὀφειλόμενον αὐτῷ χρέος ἀπέδωκεν εἰς δοξολογίαν κατακλείσας τὸν λόγον. Εἰ γὰρ «μνήμη δικαίου μετ᾽ ἐγκωμίων», πολλῷ μᾶλλον μνήμη Θεοῦ μετ᾽ εὐφημίας.

Ποιεῖ δὲ αὐτὸ καὶ ἐν προοιμίοις ἐπιστολῶν· ἀρχόμενος γὰρ ἐπιστολῆς πολλάκις, ἐπειδὰν μνησθῇ τοῦ Θεοῦ, οὐ πρότερον ἐπὶ τὴν διδασκαλίαν πρόεισιν, ἕως ἂν ἀποδῷ τὴν ὀφειλομένην αὐτῷ δοξολογίαν. Ἄκουσον γοῦν Γαλάταις γράφων πῶς φησι· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Καὶ πάλιν ἀλλαχοῦ· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.» Ἆρα οὖν ἐπὶ τοῦ Πατρὸς αὐτὸ ποιεῖ μόνον, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐχ οὕτως; Ἄκουσον πῶς καὶ ἐπὶ τοῦ μονογενοῦς τὸ αὐτὸ τοῦτο πεποίηκεν· εἰπὼν γὰρ ὅτι «Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα», ἐπήγαγεν· «Ὧν ἡ υἱοθεσία καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ αἱ λατρεῖαι καὶ αἱ ἐπαγγελίαι· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.

Ἀμήν.» Ὥσπερ γὰρ τῷ Πατρί, οὕτω καὶ τῷ μονογενεῖ τὴν δοξολογίαν πρότερον ἀποδούς, τότε ἐπὶ τὴν ἀκολουθίαν ἦλθε τοῦ λόγου· ἤκουσε γὰρ τοῦ Χριστοῦ λέγοντος· «Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα.» Καί, ἵνα μάθητε ὅτι αὐτὴ ἡμῖν ἡ εὐχὴ παρέξει τὴν ἀπόδειξιν, φέρε αὐτὴν εἰς μέσον ἀγάγωμεν. «Ὁ βασιλεὺς τῶν βασιλευόντων, φησί, καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Ἐνταῦθα στῆθι καὶ ἐρώτησον τὸν αἱρετικὸν τί ποτέ ἐστι τοῦτο «τὸ φῶς οἰκῶν ἀπρόσιτον», καὶ πρόσεχε τῇ ἀκριβείᾳ τοῦ Παύλου. Οὐκ εἶπε· φῶς ὢν ἀπρόσιτον, ἀλλά· «φῶς οἰκῶν ἀπρόσιτον», ἵνα μάθῃς ὅτι εἰ ὁ οἶκος ἀπρόσιτος, πόσῳ μᾶλλον ὁ ἐνοικῶν αὐτὸν Θεός. Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα οἶκον καὶ τόπον περὶ Θεὸν ὑποπτεύσῃς, ἀλλ᾽ ἵνα ἐκ πολλῆς τῆς περιουσίας τὸ ἀκατάληπτον μάθῃς.

Ἀλλ᾽ οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἀκατάληπτον λέγεται, ὅταν ἐρευνηθὲν καὶ ζητηθὲν μὴ καταληφθῇ παρὰ τῶν ζητούντων αὐτό· ἀπρόσιτον δέ ἐστιν, ὃ μηδὲ ἐρεύνης ἀνέχεται τὴν ἀρχήν, μηδὲ ἐγγὺς αὐτοῦ γενέσθαι τις δύναται. Οἷον ἀκατάληπτον λέγεται πέλαγος, εἰς ὃ καθιέντες ἑαυτοὺς οἱ κολυμβηταὶ καὶ πρὸς πολὺ καταφερόμενοι βάθος, τὸ πέρας ἀδυνατοῦσιν εὑρεῖν· ἀπρόσιτον δὲ ἐκεῖνο λέγεται, ὃ μήτε τὴν ἀρχὴν ζητηθῆναι δυνατόν, μηδὲ ἐρευνηθῆναι.

Τί πρὸς ταῦτα ἂν εἴποις; Ἀλλὰ ἀνθρώποις, φησίν, ἀκατάληπτον, οὐχὶ δὲ ἀγγέλοις, οὐδὲ ταῖς ἄνω δυνάμεσι. Σὺ οὖν ἄγγελος εἶ, εἰπέ μοι, καὶ εἰς τὸν χορὸν τῶν ἀσωμάτων δυνάμεων τελεῖς; οὐχὶ ἄνθρωπος εἶ καὶ τῆς αὐτῆς οὐσίας ἐμοί; ἢ καὶ τῆς φύσεως ἐπιλέλησαι; Θῶμεν γὰρ ἀπρόσιτον ἀνθρώποις εἶναι μόνον, καίτοι γε τοῦτο οὐ πρόσκειται, οὐδὲ εἶπεν ὁ Παῦλος· ἀνθρώποις μὲν φῶς οἰκῶν ἀπρόσιτον, ἀγγέλοις δὲ οὐκ ἀπρόσιτον· πλὴν ἀλλά, εἰ βούλει, κατὰ συγχώρησιν θῶμεν· οὐχὶ καὶ αὐτὸς ἄνθρωπος εἶ; Τί οὖν εἰ καὶ ἀγγέλοις ἀπρόσιτον μὴ ᾖ; τί τοῦτο πρὸς σὲ τὸν φιλονεικοῦντα καὶ περιεργαζόμενον καὶ λέγοντα ἀνθρωπίνῃ φύσει καταληπτὴν εἶναι τὴν οὐσίαν ἐκείνην;