Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου
Έπαινος του ποιμνίου και η σημασία της χριστιανικής αγάπης
Εγκώμιο για την ευταξία των πιστών κατά την απουσία του επισκόπου και ανάδειξη της αγάπης ως του ανώτερου γνωρίσματος των χριστιανών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Έπαινος του ποιμνίου και η σημασία της χριστιανικής αγάπης
Εγκώμιο για την ευταξία των πιστών κατά την απουσία του επισκόπου και ανάδειξη της αγάπης ως του ανώτερου γνωρίσματος των χριστιανών.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰ〈ω〉 ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου περὶ ἀκαταλήπτου, ἀπόντος τοῦ ἐπισκόπου, πρὸς Ἀνομοίους λόγος αʹ. Τί τοῦτο; ὁ ποιμὴν οὐ πάρεστι καὶ τὰ θρέμματα μετὰ πάσης τῆς εὐταξίας ἕστηκε. Τοῦ ποιμένος καὶ τοῦτο τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τῶν σηκῶν ἀνάγκη τὰ πρόβατα ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμένος, πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας.
Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκί, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ ταῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω ὅτι τοσαύτην ὑμῖν ἐναποθέσθαι σπουδὴν ἴσχυσεν. Καὶ γὰρ στρατηγὸν τότε μάλιστα θαυμάζομεν, ὅταν καὶ μὴ παρόντος αὐτοῦ τὰ στρατόπεδα εὐτακτῇ. Τοῦτο καὶ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐζήτει λέγων· «Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου ...» Διὰ τί· «Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ»; Ὅτι παρόντος μὲν τοῦ ποιμαίνοντος, κἂν ἐπέλθῃ λύκος τῇ ποίμνῃ, ῥᾳδίως ἀπελαύνεται τῶν προβάτων· μὴ παρόντος δὲ ἐν μείζονι τὰ ποίμνια ἀγωνίᾳ καθεστάναι ἀνάγκη, μηδενὸς ὄντος τοῦ τειχίζοντος αὐτά. Καὶ πρὸς τούτοις δὲ παρὼν μὲν μερίζεται μετ᾽ αὐτῶν τοὺς ἐπὶ τῇ σπουδῇ μισθούς, μὴ παρὼν δὲ γυμνὸν ἀφίησιν αὐτῶν φαίνεσθαι τὸ κατόρθωμα. Ταῦτα καὶ ὁ διδάσκαλος ἀπὼν ὑμῖν διαλέγεται καί, ὅπουπερ ἂν ᾖ νῦν, ὑμᾶς καὶ τὸν ὑμέτερον φαντάζεται σύλλογον καὶ οὐχ οὕτως τοὺς ἐκεῖ συγγινομένους αὐτῷ καὶ παρόντας ὡς ὑμᾶς τοὺς ἀπόντας ὁρᾷ νῦν.
Οἶδα αὐτοῦ τὴν ἀγάπην τὴν ζέουσαν καὶ πεπυρωμένην καὶ θερμὴν καὶ ἀκάθεκτον, ἣν κατὰ πολλοῦ τοῦ βάθους τῆς διανοίας ἐρριζωμένην ἔχει καὶ μετὰ πολλῆς θεραπεύει τῆς σπουδῆς. Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον αὕτη πάντων ἐστὶ τῶν ἀγαθῶν καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν. αὕτη γάρ ἐστι τῶν μαθητῶν Κυρίου ἡ εἰκών, ὁ χαρακτὴρ τῶν τοῦ Θεοῦ δούλων, τὸ γνώρισμα τῶν ἀποστόλων· «Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησίν, ὅτι μαθηταί μου ἐστέ.» Ἐν τίνι; εἰπέ· ἆρα ἐν τῷ νεκροὺς ἐγείρειν ἢ λεπροὺς καθαίρειν ἢ δαίμονας ἀπελαύνειν; Οὐχί, φησίν, ἀλλὰ πάντα ἐκεῖνα παραδραμών· «Ἐν τούτῳ γνώσονται πάντες, φησίν, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Ἐκεῖνα μὲν γὰρ τῆς ἄνωθεν χάριτός ἐστι δῶρα μόνης, τοῦτο δὲ καὶ τῆς ἀνθρωπίνης σπουδῆς ἐστι κατόρθωμα.
Τὸν δὲ γενναῖον οὐχ οὕτω τὰ ἄνωθεν διδόμενα δῶρα χαρακτηρίζειν εἴωθεν ὡς τῶν οἰκείων πόνων τὰ κατορθώματα. Διόπερ οὐκ ἀπὸ τῶν σημείων, ἀλλ᾽ ἀπὸ τῆς ἀγάπης γνωρίζεσθαί φησι τοὺς αὑτοῦ μαθητὰς ὁ Χριστός.
Ταύτης γὰρ παρούσης οὐδὲν μέρος φιλοσοφίας ἐλλείπει τῷ κεκτημένῳ, ἀλλ᾽ ὁλόκληρον ἔχει καὶ παντελῆ καὶ ἀπηρτισμένην τὴν ἀρετήν, ὥσπερ οὖν ἀπούσης ἔρημος πάντων ἐστὶ τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ Παῦλος αὐτὴν ἐπαίρει καὶ ὑψοῖ τῷ λόγῳ· μᾶλλον δὲ ὅσα ἂν εἴπῃ, οὐδέπω τῆς ἀξίας αὐτῆς ἐφικνεῖται.
Τί γὰρ ἂν γένοιτο ταύτης ἴσον, ἣ τοὺς προφήτας συνέχει καὶ τὸν νόμον ἅπαντα καὶ ἧς ἄνευ οὐ πίστις, οὐ γνῶσις, οὐ μυστηρίων εἴδησις, οὐκ αὐτὸ τὸ μαρτύριον, οὐκ ἄλλο οὐδὲν τὸν κεκτημένον διασῶσαι δυνήσεται;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.