Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Η παρουσία των ενεργουμένων και η εγρήγορση κατά την προσευχή

Ποιμαντικές συμβουλές για την αποφυγή της ραθυμίας στη λατρεία, την αντιμετώπιση των θλίψεων και τη σωστή στάση έναντι των χρημάτων, με πρότυπο τον Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 17

Ὅτι μὲν οὖν τῇ κτίσει πάσῃ ἀκατάληπτος ἡ οὐσία τοῦ Θεοῦ, διὰ τούτων πάντων ἡμῖν ἀποδέδεικται· λείπεται δὴ λοιπὸν δεῖξαι ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μετὰ ἀκριβείας αὐτὸν ἐπίστανται πάσης. Ἀλλὰ τοῦτο εἰς ἑτέραν διάλεξιν ὑπερθέμενοι, ἵνα μὴ τῷ πλήθει καταχώσωμεν τὴν μνήμην τῶν εἰρημένων, ἐπὶ τὴν συνήθη τρέψωμεν τὸν λόγον πάλιν παραίνεσιν.

Τίς δὲ ἡ συνήθης ἡμῖν παραίνεσις ἦν; Εὐχῆς ἐκτενοῦς ἔχεσθαι νηφούσῃ διανοίᾳ καὶ ἀγρυπνούσῃ ψυχῇ. Καὶ γὰρ καὶ πρώην περὶ τούτων διαλεχθείς, εἶδον ἑτοίμως ἅπαντας ὑπακούσαντας. Ἄτοπον οὖν ῥᾳθυμοῦσι μὲν ἐγκαλεῖν, κατορθοῦντας δὲ μὴ ἐπαινεῖν. Ἐπαινέσαι τοίνυν ὑμᾶς βούλομαι τήμερον καὶ χάριν ὑμῖν ἀποδοῦναι τῆς ὑπακοῆς ἐκείνης. Ἔσται δὲ ἡ χάρις, ἂν διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν ἐκείνη γίνεται πρὸ τῶν ἄλλων ἡ εὐχὴ καὶ τί δήποτε τοὺς δαιμονῶντας καὶ μανίᾳ πονηρᾷ κατεχομένους εἰσάγεσθαι κελεύει τότε ὁ διάκονος καὶ κλίνειν τὰς κεφαλάς;

Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, ἅλυσις παντὸς σιδήρου δυνατωτέρα. Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ᾽ ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ᾽ ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ᾽ αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ᾽ ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ᾽ ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν Δεσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.

Τότε μὲν οὖν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν τοιαύτην εὐχὴν καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον μένουσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ᾽ ὅτι μένοντες τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι.

Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; καὶ ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὤν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ δέδοικας μή ποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχήν, ἐπεισέλθῃ μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών;

Οὐ γὰρ ἔδει πάντας κοινῇ πηγὰς δακρύων ἀφιέναι κατὰ τὴν ὥραν ἐκείνην καὶ διαβρόχους ὁρᾶσθαι πάντων τοὺς ὀφθαλμοὺς καὶ θρήνους καὶ οἰμωγὰς γίνεσθαι παρὰ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας καὶ κατέχειν μεθ᾽ ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ διανάστηθι. Εἰ τὴν τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τῷ σβέσαι τὴν πυράν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται προθύρων; Τοῦτο καὶ ἐπὶ τῶν δαιμονώντων λογίζου· καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια. Σκόπει δή μοι μὴ καὶ τὴν σὴν προκαταλάβῃ ψυχὴν ὁδῷ βαδίζων ὁ δαίμων, καὶ ὅταν ἴδῃς παρόντα, μετὰ πολλῆς τῆς σπουδῆς πρόσφυγε τῷ Δεσπότῃ, ἵνα ἰδών σου τὴν θερμὴν καὶ διεγηγερμένην ψυχὴν ὁ δαίμων, ἄβατον αὐτῷ νομίσῃ λοιπὸν εἶναι τὴν διάνοιαν τὴν σήν.

Ἂν μὲν γὰρ ἴδῃ χασμώμενον καὶ ῥᾳθυμοῦντα, ὡς εἰς ἔρημον καταγώγιον ταχέως ἐπεισελεύσεται· ἂν δὲ συντεταμένον καὶ διεγηγερμένον καὶ τῶν οὐρανῶν αὐτῶν ἐκκρεμάμενον, οὐδὲ ἀντιβλέψαι τολμήσει λοιπόν. Ὥστε εἰ καὶ τῶν ἀδελφῶν καταφρονεῖς, ἀλλὰ σαυτοῦ φεῖσαι γοῦν καὶ τὴν κατὰ τῆς σῆς ψυχῆς εἴσοδον ἀπόφραξον τῷ πονηρῷ δαίμονι.

Οὐδὲν δὲ οὕτως αὐτοῦ τὴν καθ᾽ ἡμῶν ἔφοδον ἀποτειχίζειν ἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής. Καὶ γὰρ αὐτὸ τοῦτο τὸ παρακελεύεσθαι τὸν διάκονον ἅπασι καὶ λέγειν· «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ᾽ ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐχὶ πρὸς τὸ σῶμα, ἀλλὰ πρὸς τὴν ψυχὴν ὁ λόγος ἀποτείνεται, ταύτην κελεύων ἀνορθοῦν, ἀκούσωμεν καὶ Παύλου τοῦτον τὸν τρόπον ταύτῃ κεχρημένου τῇ λέξει. Πρὸς γὰρ ἀνθρώπους καταπεπτωκότας καὶ πρὸς τὴν τῶν δεινῶν ἐπαγωγὴν ἀπαγορεύσαντας γράφων ἔλεγε· «Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.» Τί οὖν ἂν εἴποιμεν; ὅτι περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ σώματος; Οὐδαμῶς· οὐ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται, ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν ἀναστῆσαι διὰ τῶν ῥημάτων τούτων παρῄνεσεν.

Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν, μετὰ τῶν Χερουβίμ· ἀναλόγισαί σου τοὺς συγχορευτὰς καὶ ἀρκέσει σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς ὅτι σῶμα περικείμενος καὶ σαρκὶ συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν Δεσπότην ἁπάντων. Μηδεὶς τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινωνείτω καὶ μυστικῶν ὕμνων ἐκείνων· μηδεὶς βιωτικοὺς κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐχέτω λογισμούς, ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας καὶ πρὸς τὸν οὐρανὸν ὅλον ἑαυτὸν μεταθείς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης καὶ μετὰ τῶν Σεραφὶμ ἱπτάμενος, οὕτω τὸν πανάγιον ὕμνον ἀναφερέτω τῷ τῆς δόξης καὶ τῆς μεγαλωσύνης Θεῷ.

Διὰ τοῦτο καὶ ἑστάναι καλῶς κατ᾽ ἐκεῖνον τὸν καιρὸν κελευόμεθα. Τὸ γὰρ καλῶς ἑστάναι οὐδὲν ἕτερόν ἐστιν ἀλλ᾽ ἢ τὸ οὕτως ἑστάναι, ὡς προσῆκόν ἐστιν ἄνθρωπον ὄντα ἔμπροσθεν ἑστάναι τοῦ Θεοῦ, μετὰ φρίκης καὶ τρόμου, μετὰ νηφούσης καὶ διεγηγερμένης ψυχῆς. Ὅτι γὰρ πρὸς τὴν ψυχὴν καὶ αὐτὴ ἡ λέξις ἀποτείνεται, καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος ἐδήλωσε λέγων· «Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Καθάπερ γὰρ ὁ τοξότης, ἐὰν εὔστοχα ἀφιέναι μέλλῃ τὰ βέλη, πρότερον τῆς στάσεως ἐπιμελεῖται τῆς ἑαυτοῦ καὶ καταντικρὺ τοῦ σκοποῦ μετὰ ἀκριβείας ἑαυτὸν στήσας τῆς ἀφέσεως ἔχεται τῶν βελῶν, οὕτω καὶ σὺ μέλλων τοξεύειν τὴν πονηρὰν τοῦ διαβόλου κεφαλήν, τῆς στάσεως τῶν λογισμῶν ἐπιμελοῦ πρότερον, ἵν᾽ ὀρθήν τινα καὶ ἀπαρεμπόδιστον σαυτοῦ στηρίξας τὴν στάσιν εὔστοχα ἀφῇς κατ᾽ ἐκείνου τὰ βέλη.

Καὶ περὶ μὲν τῆς εὐχῆς ταῦτα· ἐπειδὴ δὲ πρὸς τῇ ῥᾳθυμίᾳ τῇ κατὰ τὰς εὐχὰς καὶ ἕτερόν τι πολλῆς ἀθυμίας γέμον ἐπενόησεν ὁ διάβολος, καὶ ταύτην ἀποτειχιστέον αὐτοῦ τὴν ἔφοδον. Τί τοίνυν ἐστὶν ὅπερ ἐκακούργησεν ὁ πονηρὸς δαίμων ἐκεῖνος;

Ἰδὼν ὑμᾶς οὕτω καθάπερ ἓν σῶμα συνεσφιγμένους καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τοῖς λεγομένοις προσηλωμένους, καθεῖναι μέν τινας τῶν αὐτοῦ διακόνων τοὺς διὰ συμβουλῆς καὶ παραινέσεως ἀπάξοντας ὑμᾶς τῆς ἀκροάσεως οὐκ ἐτόλμησεν· ᾔδει γὰρ ὡς οὐδεὶς ὑμῶν ἀνέξεται τῶν ταῦτα συμβουλευόντων· λῃστὰς δέ τινας καὶ βαλαντιοτόμους ἐγκαταμίξας τῷ πλήθει, παρεσκεύασε παρὰ πολλῶν πολλάκις τῶν ἐνταῦθα συλλεγομένων χρυσίον, ὅπερ εἶχον ἀποδεδεμένον, ὑφελέσθαι· καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολλῶν ἐνταῦθα συνέβη. Ἵν᾽ οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδήν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ.

Καὶ γὰρ ὁ διάβολος τοῦτο κατεσκεύασεν, οὐχ ἵνα ὑμᾶς πενεστέρους ἐργάσηται, ἀλλ᾽ ἵνα ἡ τῶν χρημάτων ἀπώλεια, εἰς ἀηδίαν ὑμᾶς ἐμβαλοῦσα πολλήν, τῆς προθυμίας ἀπαγάγῃ τῆς περὶ τὴν ἀκρόασιν. Ἐπεὶ καὶ τὸν Ἰὼβ τῶν χρημάτων ἐγύμνωσεν ἁπάντων, οὐχ ἵνα πενέστερον ἐργάσηται, ἀλλ᾽ ἵνα γυμνώσῃ τῆς εὐσεβείας. Τὸ γὰρ σπουδαζόμενον ἐκείνῳ, οὐχὶ χρήματα ἀφελέσθαι—οἶδε γὰρ οὐδὲν τοῦτο ὄν—, ἀλλ᾽ ἵνα διὰ τῆς τῶν χρημάτων ἀφαιρέσεως εἰς ἁμαρτίαν ψυχῆς ἐμβάλῃ· κἂν μὴ τοῦτο ἰσχύσῃ ποιῆσαι, οὐδὲν ἡγήσεται κατωρθωκέναι ποτέ.

Εἰδὼς τοίνυν αὐτοῦ τὴν γνώμην, ἀγαπητέ, ὅταν ἀφέληταί σου χρυσίον, ἢ διὰ λῃστῶν, ἢ δι᾽ ἑτέρας τινὸς προφάσεως, δόξασον τὸν Δεσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγήν, ὅτι τε οὐκ ἐδυσχέρανας καὶ ὅτι ηὐχαρίστησας. Ἂν μὲν γὰρ ἴδῃ ὅτι σε ταπεινοῖ τῶν χρημάτων ἡ ζημία καὶ πείθει κατὰ τοῦ Δεσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος· ἂν δὲ θεάσηται ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα σε Θεόν, ἀλλὰ καὶ εὐχαριστεῖς αὐτῷ ἐφ᾽ ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμούς, εἰδὼς ὅτι εὐχαριστίας σοι ὑπόθεσις γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους ἐργάζεταί σοι τοὺς στεφάνους καὶ πλείονα τὰ βραβεῖα.

Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονεν. Ἐπειδὴ γὰρ ἀφελόμενος αὐτοῦ τὰ χρήματα καὶ τὸ σῶμα πατάξας, εἶδεν εὐχάριστον γενόμενον, οὐκέτι προσελθεῖν ἐτόλμησεν, ἀλλ᾽ αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν.

Ταῦτα οὖν καὶ ἡμεῖς εἰδότες ἓν μόνον φοβώμεθα, τὴν ἁμαρτίαν, τὰ δὲ ἄλλα γενναίως φέρωμεν, κἂν χρημάτων ζημία, κἂν νόσος σωμάτων, κἂν περιστάσεις πραγμάτων, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ἄλλο ὁτιοῦν ἐπάγηται δεινὸν ἡμῖν· τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ᾽ εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς. Ὁρᾷς γοῦν καὶ τὸν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπειληφότα ἅπαντα.

Σὺ δὲ οὐχὶ διπλᾶ καὶ τριπλᾶ, ἀλλ᾽ ἑκατονταπλασίονα ἅπαντα ἀπολήψῃ, ἂν φέρῃς γενναίως καὶ ζωὴν αἰώνιον κληρονομήσεις ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.