Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀκαταλήπτου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο του δεύτερου λόγου και καταδίκη της ορθολογικής περιεργείας

Έναρξη του δεύτερου λόγου κατά των Ανομοίων, ιστορικό πλαίσιο και προβολή της κατά Χριστόν μωρίας έναντι της αυθάδους έρευνας, με επίκεντρο το παράδειγμα του Ζαχαρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 17

Τοῦ αὐτοῦ πρὸ πολλῶν ἡμερῶν πρὸς Ἀνομοίους εἰπόντος εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου λόγος βʹ. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτω τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας.

Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργων τὴν πίστιν ἀτιμάζοντες καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσι διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται;

Πρώην μὲν γὰρ ἡνίκα εἰς τὸ στάδιον τῶν λόγων τούτων καθήκαμεν, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως ἀγῶνες διεδέξαντο καὶ οὐκ ἦν ἀσφαλὲς τὰ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν. Οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἀεὶ καιρὸν ἔχουσι· τότε δὲ τοὺς ἀρρωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς.

Μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον· καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας. Ταῦτα δὲ λέγω καὶ ἀπαριθμοῦμαι, ἵνα μὴ νομίσητε ἐξ ὄκνου τινὸς καὶ ῥᾳθυμίας ἡμῖν γενέσθαι τὴν ἀναβολὴν τῶν ἀγώνων τῶν πρὸς ἐκείνους.

Νῦν γοῦν ἐπειδὴ καὶ τῆς πρὸς Ἰουδαίους λοιπὸν ἀπηλλάγημεν μάχης καὶ οἱ πατέρες πρὸς τὰς ἑαυτῶν ἐπανῆλθον πατρίδας καὶ τῆς εὐλογίας τῶν μαρτύρων ἀπελαύσαμεν ἱκανῶς, φέρε δὴ λοιπὸν τὴν χρονίαν ὠδῖνα τῆς ἡμετέρας ἀκροάσεως λύσωμεν. Εὖ γὰρ οἶδ᾽ ὅτι ἐμοῦ τοῦ λέγοντος οὐκ ἔλαττον ἕκαστος ὑμῶν ὠδίνει τοὺς περὶ τούτων ἀκοῦσαι λόγους· τὸ δὲ αἴτιον, φιλόχριστος ἡμῖν ἄνωθεν ἡ πόλις ἐστί, καὶ πατρῴαν ταύτην διεδέξασθε κληρονομίαν, μηδέποτε περιορᾶν τὰ τῆς εὐσεβείας δόγματα νοθευόμενα.

Πόθεν τοῦτο δῆλον; Κατέβησάν τινες ἀπὸ τῆς Ἰουδαίας ποτὲ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων, ἐπιθολοῦντες τὰ καθαρὰ τῆς ἀποστολικῆς διδασκαλίας δόγματα, καὶ κελεύοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον Μωϋσέως.

Ταύτην οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν οἱ τότε τὴν πόλιν ὑμῶν οἰκοῦντες· ἀλλ᾽ ὥσπερ τινὲς γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἀπελαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ᾽ ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.

Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν πρὸς ἐκείνους λόγων; Πόθεν ἄλλοθεν ἀλλ᾽ ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας; Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ᾽ ἂν μεῖζον ἀσεβείας ἔγκλημα; Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, δέχεσθαι χρὴ πιστῶς τὸ λεχθέν, οὐ περιεργάζεσθαι τολμηρῶς.

Ὁ βουλόμενος αὐτῶν καλείτω με ἄπιστον, ἀλλ᾽ οὐκ ἀγανακτῶ. Διὰ τί; Διὰ γὰρ τῶν ἔργων ἐπιδείκνυμαι τὴν προσηγορίαν. Καὶ τί λέγω· Καλείτω με ἄπιστον; καλείτω με καὶ μωρὸν ἐν Χριστῷ; Καὶ ἐπὶ τούτῳ ὥσπερ ἐπὶ στεφάνῳ πάλιν ἀγάλλομαι· καὶ μετὰ Παύλου κοινωνῶ τῆς προσηγορίας ταύτης. Ἐκεῖνος γάρ φησιν· «Ἡμεῖς μωροὶ διὰ Χριστόν.» Πάσης σοφίας αὕτη ἡ μωρία φρονιμωτέρα.

Ἃ γὰρ οὐκ ἴσχυσεν ἡ ἔξωθεν εὑρεῖν σοφία, ταῦτα κατώρθωσεν ἡ μωρία ἡ κατὰ Χριστόν· αὕτη τὸ σκότος τῆς οἰκουμένης ἀπήλασεν, αὕτη τὸ φῶς τῆς γνώσεως ἐπανήγαγε. Τί δέ ἐστι μωρία κατὰ Χριστόν; Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὅταν δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν. Καὶ γὰρ ὅταν ἀποφαίνηταί τι Θεὸς ὃ μὴ δεῖ πολυπραγμονεῖσθαι, πίστει παραδέχεσθαι χρή. Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης καὶ ῥιψοκινδύνου ψυχῆς. Καὶ τοῦτο πάλιν ἀπ᾽ αὐτῶν τῶν Γραφῶν παραστῆσαι πειράσομαι.

Ζαχαρίας τις ἦν ἀνὴρ θαυμαστὸς καὶ μέγας, ἀρχιερωσύνῃ τετιμημένος, παρὰ τοῦ Θεοῦ τὴν προστασίαν ἐμπεπιστευμένος τοῦ δήμου παντός· οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾶν—σκόπει πῶς τοῦ πλήθους παντὸς ἀντίρροπος ἦν, καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρων τῷ Θεῷ καὶ ἵλεω ποιῶν τὸν Δεσπότην τοῖς οἰκέταις, καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων—εἶδεν ἄγγελον ἔνδον ἑστῶτα καί, ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος· «Μὴ φοβοῦ, Ζαχαρία· εἰσηκούσθη ἡ δέησίς σου καὶ τέξῃ υἱόν.» Καὶ ποία αὕτη ἀκολουθία; Ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει· «Μὴ φοβοῦ· ἠκούσθη γὰρ ἡ δέησίς σου», καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται τὸ τεχθήσεσθαι παῖδα αὐτῷ τὸν Ἰωάννην. Καὶ μάλα εἰκότως.

Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», εἰκότως φησίν· «Ἠκούσθη ἡ δέησίς σου καὶ τέξῃ υἱόν.» Τί οὖν ἐκεῖνος; Τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν ὅτι τὸ περιεργάζεσθαι τρόπους χρησμῶν θείων ἀσύγγνωστόν ἐστι, τὰς δὲ ἀποφάσεις πίστει δέχεσθαι χρή. Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιάν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός· εἶδεν εἰς τὴν στείρωσιν τῆς γυναικὸς καὶ διηπίστησε καὶ τὸν τρόπον ἐζήτησε μαθεῖν καὶ εἶπε· «Κατὰ τί γνώσομαι τοῦτο;» Πῶς, φησίν, ἔσται τοῦτο;

Ἰδοὺ ἐγὼ γεγήρακα καὶ πεπολίωμαι, καὶ ἡ γυνή μου στεῖρα προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς· ἡ ἡλικία ἄωρος, ἡ φύσις ἄχρηστος· πῶς ἔχει λόγον τὰ ἐπηγγελμένα; ἐγὼ ὁ σπείρων ἀσθενής· ἡ ἄρουρα ἄγονος. Ἆρ᾽ οὐ δοκεῖ τισι συγγνώμης ἄξιος εἶναι πραγμάτων ἀκολουθίαν ἐπιζητῶν καὶ δοκῶν τι λέγειν εἰκός; Ἀλλ᾽ οὐ τῷ Θεῷ ἔδοξεν ἄξιος εἶναι. Καὶ μάλα εἰκότως. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, λογισμοὺς κινεῖν οὐ χρή, οὐδὲ πραγμάτων ἀκολουθίαν, οὐδὲ φύσεως ἀνάγκην προβάλλεσθαι, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· πάντων γὰρ τούτων ἀνωτέρα τῆς ἀποφάσεως ἡ δύναμις οὐδενὶ διακοπτομένη κωλύματι.

Τί ποιεῖς, ἄνθρωπε; Ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις καὶ γῆρας προβάλλῃ; μὴ γὰρ ἰσχυρότερον τὸ γῆρας τῆς ἐπαγγελίας τοῦ Θεοῦ; μὴ γὰρ δυνατωτέρα ἡ φύσις τοῦ δημιουργοῦ τῆς φύσεως; οὐκ οἶδας ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ; Ὁ λόγος αὐτοῦ τὸν οὐρανὸν ἔστησεν· ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν· ὁ λόγος αὐτοῦ ἀγγέλους ἐποίησεν, καὶ σὺ περὶ γεννήσεως ἀμφιβάλλεις; Διὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω· δι᾽ αὐτὴν μὲν οὖν ἐκολάζετο μειζόνως. Τὸν γὰρ πλέον τῶν ἄλλων εἰς τιμῆς ἔχοντα λόγον καὶ περὶ τὴν πίστιν τῶν ἄλλων πλεονεκτεῖν ἔδει.

Καὶ τίς ὁ τρόπος τῆς κολάσεως; «Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλεῖν.» Ἡ γλῶσσά σου, φησί, ἣ διηκόνησε πρὸς τὴν τῶν ῥημάτων ἀπιστίαν, αὕτη δέξεται καὶ τὴν ἐπὶ τῇ ἀπιστίᾳ τιμωρίαν· «Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ λαλῶν, ἕως ἂν γένηται ταῦτα.» Ἐννόησον φιλανθρωπίαν Δεσπότου. Ἀπιστεῖς μοι, φησί· νῦν δέχου τὴν κόλασιν, καὶ ὅταν διὰ τῶν πραγμάτων παράσχω τὴν ἀπόδειξιν, τότε λύω τὴν ὀργήν· ὅταν μάθῃς ὅτι δικαίως ἐκολάσθης, τότε σε ἀπαλλάττω τῆς τιμωρίας.

Ἀκουέτωσαν οἱ Ἀνόμοιοι πῶς ἀγανακτεῖ πολυπραγμονούμενος ὁ Θεός. Εἰ δὲ ἐκεῖνος ἀπιστήσας τῇ θνητῇ γεννήσει κολάζεται, σὺ ὁ τὴν ἀπόρρητον καὶ τὴν ἄνω περιεργαζόμενος πῶς διαφεύξῃ τιμωρίαν; εἰπέ μοι. Ἐκεῖνος οὐκ ἀπεφήνατο, ἀλλὰ μαθεῖν ἠθέλησε, καὶ οὐκ ἔτυχε συγγνώμης· σὺ δὲ καὶ εἰδέναι διϊσχυριζόμενος τὰ πᾶσιν ἀθέατα καὶ ἀκατάληπτα, ποίαν ἕξεις ἀπολογίαν; τίνα δὲ οὐκ ἐπισπάσῃ κατὰ σαυτοῦ τιμωρίαν;