Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀναστάσεως νεκρῶν

Ἰωάννης ὁ Χρυσόστομος

Οι θλίψεις της αρχέγονης Εκκλησίας και η παραμυθία της αναστάσεως

Ανάλυση των δοκιμασιών των πρώτων χριστιανών, συμπεριλαμβανομένων των διωγμών, των εσωτερικών σκανδάλων και του ασκητικού αγώνα, με επίκεντρο την ανάσταση ως πηγή πνευματικής ενισχύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

βʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ ἀναστάσεως κινεῖ λόγον, καθάπερ οὖν καὶ σήμερον ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκίαν ἐκ Θεοῦ ἔχομεν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ ἴδωμεν πόθεν ἐνέπεσεν εἰς τὸν περὶ ἀναστάσεως λόγον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, ταύτην συνεχῶς κινεῖ τὴν διδασκαλίαν· ἀλλ᾽ ὁμοῦ τε διδάξαι βουλόμενος τὰ μέλλοντα, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπιῤῥῶσαι θέλων. Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλῆς ἀπολαύομεν τῆς εἰρήνης· καὶ γὰρ βασιλεῖς ἐν εὐσεβείᾳ ζῶσι, καὶ ἄρχοντες τὴν ἀλήθειαν ἐπέγνωσαν, καὶ δῆμοι καὶ πόλεις καὶ ἔθνη τῆς πλάνης ἀπαλλαγέντες, τὸν Χριστὸν ἅπαντες προσκυνοῦσι· τότε δὲ ἐν ἀρχῇ τοῦ κηρύγματος, ἄρτι τῶν σπερμάτων τῆς εὐσεβείας καταβαλλομένων, πολὺς ὁ πόλεμος καὶ διάφορος καὶ ποικίλος.

Καὶ γὰρ ἄρχοντες καὶ βασιλεῖς καὶ οἰκεῖοι καὶ συγγενεῖς καὶ πάντες τοῖς πιστοῖς ἐπολέμουν, καὶ διὰ τῆς φύσεως αὐτῆς ὁ πόλεμος ᾔρετο. Καὶ γὰρ πατὴρ τέκνον παρέδωκε πολλάκις, καὶ θυγατέρα μήτηρ, καὶ οἰκέτην δεσπότης. Οὐδὲ γὰρ αἱ πόλεις μόνον, οὐδὲ αἱ χῶραι, ἀλλὰ καὶ οἰκίαι πολλάκις καθ᾽ ἑαυτὰς ἐμάχοντο· καὶ παντὸς ἐμφυλίου πολέμου χαλεπώτερος ἦν ὁ τότε κατέχων θόρυβος. Καὶ γὰρ καὶ χρήματα ἀνηρπάζετο, καὶ ἐλευθερία προεδίδοτο, καὶ περὶ αὐτῆς τῆς ζωῆς ὁ κίνδυνος ἐπεκρέματο, οὐχὶ βαρβάρων ἐπιτρεχόντων καὶ ἐπηρεαζόντων, ἀλλ᾽ αὐτῶν τῶν δοκούντων προεστάναι καὶ ἄρχειν, πολεμίων ἁπάντων χαλεπώτερον τοὺς ἀρχομένους διατιθέντων. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν, ὅτι Πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ Γαλάταις δέ φησι· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ Θεσσαλονικεῦσι δὲ, καὶ Φιλιππησίοις, καὶ πᾶσιν ἁπλῶς οἷς ἐπιστέλλει, πολλὰ τοιαῦτα μαρτυρεῖ.

Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπὸν, ὅτι πολὺς ὁ πόλεμος ἔξωθεν κεκίνητο καὶ διηνεκὴς, ἀλλ᾽ ὅτι καὶ ἐν αὐτοῖς τοῖς πιστοῖς συνέβαινε γίνεσθαί τινα σκάνδαλα καὶ ἔρεις καὶ φιλονεικίας καὶ ζηλοτυπίας· καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Καὶ οὗτος ἐκείνου χαλεπώτερος ὁ πόλεμος ἦν, καὶ τοῖς ἀρχομένοις καὶ τοῖς διδασκάλοις.

Οὐχ οὕτω γοῦν τῶν ἐχθρῶν ἐδεδοίκει τὰς ἐπιβουλὰς ὁ Παῦλος, ὡς τὰ ἔνδον πτώματα, καὶ τὰς τῶν οἰκείων παρανομίας. Ὅτε γοῦν ἐπόρνευσέ τις παρὰ Κορινθίοις, ἅπαντα τὸν χρόνον ἐκεῖνον πενθῶν διετέλεσε, τὰ σπλάγχνα σπαράττων τὰ ἑαυτοῦ, καὶ πικρὸν ὀλολύζων.

Ἦν τι καὶ τρίτον οὐκ ἔλαττον τῶν εἰρημένων, πολὺν ἐπάγον τοῖς πιστεύουσι πόνον, αὐτὴ τῶν πραγμάτων ἡ φύσις πολλῶν ἱδρώτων γέμουσα καὶ πόνων. Οὐ γὰρ εὔκολος καὶ ῥᾳδία τις ἦν ἡ ὁδὸς, ἐφ᾽ ἣν ἦγον αὐτοὺς οἱ ἀπόστολοι, ἀλλὰ τραχεῖα καὶ δυσκατόρθωτος καὶ φιλοσόφου τινὸς καὶ ἀγρύπνου δεομένη ψυχῆς καὶ ἠκριβωμένης πανταχόθεν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς στενὴν καὶ τεθλιμμένην αὐτὴν ἐκάλεσεν. Οὐ γὰρ ἐξῆν ἀδεῶς ζῇν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἐν αἰσχρότητι καὶ μέθῃ καὶ ἀδδηφαγίᾳ καὶ τρυφῇ καὶ πολυτελείᾳ· ἀλλ᾽ ἔδει καὶ θυμὸν χαλινοῦν, καὶ ἐπιθυμίας ἀτόπου κρατεῖν, καὶ χρημάτων ὑπερορᾷν, καὶ δόξαν καταπατεῖν, καὶ φθόνου καὶ βασκανίας ἀνώτερον εἶναι. Ταῦτα δὲ ἡλίκον πόνον παρέχει, ἴσασιν οἱ καθ᾽ ἡμέραν αὐτοῖς πυκτεύοντες.

Τί γὰρ ἐπιθυμίας ἀτόπου χαλεπώτερον εἰπέ μοι, ἣ, καθάπερ κύων λυττῶν, συνεχῶς ἡμῖν ἐπιπηδᾷ, καὶ καθ᾽ ἡμέραν ἡμῖν διενοχλεῖ, καὶ δεῖται διηνεκῶς ἐγρηγορυίας ψυχῆς; Τί δὲ καὶ ὀργῆς πικρότερον; Γλυκὺ μὲν γὰρ τὸ τὸν ἠδικηκότα ἀμύνασθαι, ἀλλὰ τοῦτο οὐκ ἐξῆν. Καὶ τί λέγω, τὸν ἠδικηκότα οὐκ ἐξῆν ἀμύνασθαι; Εὐεργετεῖν ἔδει τοὺς λυποῦντας, καὶ εὐλογεῖν τοὺς λοιδορουμένους, καὶ μηδὲ ῥῆμα πικρὸν ἐκβάλλειν ποτέ· καὶ σωφροσύνην δὲ, οὐ τὴν μέχρι τῶν ἔργων μόνον, ἀλλὰ καὶ τὴν μέχρι τῆς ἐννοίας ἐπιδείκνυσθαι ἔδει. Οὐ γὰρ μόνον αὐτῆς τῆς ἀκολάστου πράξεως, ἀλλὰ καὶ ὄψεως τῆς τοιαύτης ἀπέχεσθαι δεῖ, καὶ μηδὲ ἐντρυφᾷν ταῖς ὄψεσι τῶν εὐμόρφων γυναικῶν, ὡς καὶ ὑπὲρ τῆς θεωρίας ταύτης τὴν ἐσχάτην μέλλοντας ὑποστήσεσθαι δίκην. Ἐπεὶ οὖν πολὺς ὁ πόλεμος ἦν παρὰ τῶν ἔξωθεν, πολὺς ὁ φόβος παρὰ τῶν ἔνδοθεν, πολὺς ὁ πόνος ὁ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Προσῆν δέ τι καὶ τέταρτον, ἡ ἀπειρία τῶν μελλόντων ἀγωνίζεσθαι τὸν μέγαν τοῦτον ἀγῶνα. Οὐ γὰρ ἐκ προγόνων τὴν εὐσέβειαν διαδεξαμένους τοὺς ἀνθρώπους ἔλαβον οἱ ἀπόστολοι, ἀλλ᾽ ἐν βλακείᾳ καὶ τρυφῇ καὶ μέθῃ καὶ αἰσχρότητι καὶ ἀκολασίᾳ τραφέντας. Οὐ μικρὸν δὲ τοῦτο εἰς δυσκολίαν τῶν ἀγώνων ἦν, τὸ μὴ ἄνωθεν, μηδὲ ἐκ προγόνων ταύτην πεπαιδεῦσθαι τὴν φιλοσοφίαν, ἀλλὰ νῦν πρῶτον πρὸς τοὺς ἀγῶνας ἀποδύεσθαι τούτους.

γʹ. Ἐπεὶ οὖν τοσαύτη ἦν ἡ δυσκολία τοῖς ἀγωνιζομένοις τότε, παραμυθούμενος αὐτῶν τὸν πόνον συνεχῶς τὸν περὶ ἀναστάσεως ἐκίνει λόγον. Καὶ οὐ ταύτῃ προτρέπει μόνον καὶ ἀλείφει τοὺς ἀθλητὰς, ἀλλὰ καὶ τῇ διηγήσει τῶν οἰκείων παθῶν. Διόπερ πρὶν ἐμπεσεῖν εἰς τοὺς περὶ ἀναστάσεως λόγους, τὰ αὑτοῦ πάθη διηγεῖται, λέγων οὕτως· Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· διὰ τούτων τοὺς καθημερινοὺς θανάτους δηλῶν, ὅτι καθάπερ ἔμψυχοι νεκροὶ περιῄεσαν εἰς θάνατον παραδιδόμενοι καθ᾽ ἡμέραν. Ὅτε τοίνυν ἃ πρὸς αὐτοὺς ἐπήγοντο, τότε τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον· Πιστεύομεν γὰρ, φησὶν, ὅτι ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Διὸ οὐκ ἐκκακοῦμεν, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτούς· Διὸ μὴ ἐκκακεῖτε· ἀλλὰ τί; Διὸ οὐκ ἐκκακοῦμεν, δεικνὺς καὶ αὑτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς.

Ἐπὶ μὲν γὰρ τῶν Ὀλυμπιακῶν ἀγώνων, ὁ μὲν ἀθλητὴς ἔνδον ἀγωνίζεται, ὁ δὲ παιδοτρίβης πόῤῥω καθήμενος, τὴν ἀπὸ τῶν λόγων εἰσάγει βοήθειαν, τοσοῦτον συντελῶν τῷ παλαίοντι μόνον, ὅσον βοῆσαι καὶ φθέγξασθαι· παραστῆναι δὲ ἐγγὺς, καὶ τὴν ἀπὸ τῶν χειρῶν συμμαχίαν εἰσενεγκεῖν οὐδεὶς ἐπιτρέπει νόμος αὐτῷ.

Ἐπὶ δὲ τῶν τῆς εὐσεβείας ἀγώνων οὐχ οὕτως, ἀλλ᾽ ὁμοῦ καὶ παιδοτρίβης ἐστὶ καὶ ἀθλητὴς ὁ αὐτός. Διὰ τοῦτο οὐκ ἔξω τοῦ σκάμματος καθήμενος, ἀλλ᾽ εἰς αὐτοὺς ἐμβεβληκὼς τοὺς ἀγῶνας, ἀλείφει τοὺς μετ᾽ αὐτοῦ πυκτεύοντας, λέγων· Διὸ οὐκ ἐκκακοῦμεν.

Καὶ οὐκ εἶπε, Διὸ οὐκ ἐκκακῶ, ἀλλὰ, Διὸ οὐκ ἐκκακοῦμεν, τοῖς ἐγκωμίοις αὐτοὺς ἀναστῆσαι βουλόμενος. Ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἄνθρωπος ἡμῶν διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ὅρα σύνεσιν ἀποστολικήν. Προέτρεψεν αὐτοὺς ἀφ᾽ ὧν ἔπασχον, ὅτι Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· προέτρεψεν ἀπὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ, εἰπὼν, Ὅτι ὁ ἐγείρας τὸν Ἰησοῦν καὶ ἡμᾶς ἐγερεῖ.