Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀναστάσεως νεκρῶν

Ἰωάννης ὁ Χρυσόστομος

Αποδείξεις της αναστάσεως από τον φυσικό κόσμο και τη δημιουργία

Θεολογική επιχειρηματολογία υπέρ της αναστάσεως των νεκρών, η οποία θεμελιώνεται στη δημιουργική δύναμη του Θεού και αντλεί αναλογίες από τον κύκλο της φύσης και τις τέχνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Καὶ μή μοι λέγε· Πῶς δύναται ἀναστῆναι τὸ σῶμα πάλιν καὶ γενέσθαι ἄφθαρτον; Ὅταν γὰρ ἡ τοῦ Θεοῦ δύναμις ἐργάζηται, τὸ πῶς μὴ προσκείσθω. Καὶ τί λέγω ἐπὶ Θεοῦ; Σὲ δημιουργὸν αὐτὸν ἐποίησεν ἀναστάσεως γενέσθαι, τοῦτο μὲν ἐπὶ τῶν σπερμάτων, τοῦτο δὲ ἐπὶ τῶν τεχνῶν, τοῦτο δὲ ἐπὶ τῶν ὑλῶν τῶν μεταλλικῶν. Καὶ γὰρ τὰ σπέρματα ἂν μὴ πρότερον ἀποθάνῃ καὶ σαπῇ καὶ διαφθαρῇ, οὐ τίκτει τὸν ἄσταχυν. Ὥσπερ οὖν ὁρῶν ἐκεῖ τὸν κόκκον σηπόμενον καὶ διαλυόμενον, οὐκ ἀμφιβάλλεις περὶ τῆς ἀναστάσεως, ἀλλ᾽ ἀπόδειξιν σαυτοῦ ποιεῖσαι σαφεστάτην· ἂν γὰρ μὴ μείνῃ σηπόμενος μηδὲ φθειρόμενος, οὐκ ἂν ἀνασταίη ποτέ· οὕτω καὶ ἐπὶ τοῦ σώματος λογίζου τοῦ σοῦ· ὅταν ἴδῃς τὴν φθορὰν, τότε μάλιστα περὶ τῆς ἀναστάσεως φιλοσόφει. Ὁ γὰρ θάνατος οὐδὲν ἕτερόν ἐστιν, ἢ τῆς φθορᾶς λοιπὸν ἀναίρεσις· οὐ γὰρ δὴ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὴν φθορὰν αὐτοῦ δαπανᾷ ὁ θάνατος. Τοῦτο καὶ ἐπὶ τῶν μεταλλικῶν ἔστιν ἰδεῖν ὑλῶν συμβαῖνον. Τὴν γοῦν χρυσῖτιν γῆν λαμβάνουσιν οἱ περὶ ταῦτα ἔμπειροι, καὶ τῷ χωνευτηρίῳ παραδιδόντες χρυσίον ἐργάζονται, καὶ ἄμμον καὶ ἑτέραν ὕλην ἀναμιγνύντες, ὕελον καθαρὸν ἐποίησαν. Εἶτα ὅπερ ἡ τοῦ πυρὸς δύναμις, τοῦτο ἡ τοῦ Θεοῦ οὐ δυνήσεται χάρις, εἰπέ μοι; καὶ τίς ἂν ταῦτα εἴποι τῶν ὁπωσοῦν νοῦν ἐχόντων; Πῶς σε παρὰ τὴν ἀρχὴν ἐποίησεν, ἐννόησον, καὶ μηκέτι ἀμφίβαλλε περὶ τῆς ἀναστάσεως. Οὐχὶ γῆν ἔλαβε καὶ ἔπλασε;

καίτοι τί δυσκολώτερον, ἀπὸ γῆς ποιῆσαι σάρκας καὶ φλέβας καὶ δέρμα καὶ ὀστᾶ καὶ ἶνας καὶ νεῦρα καὶ ἀρτηρίας, καὶ τὰ ὀργανικὰ, καὶ τὰ ἁπλᾶ σώματα, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, πόδας καὶ χεῖρας, καὶ ἑκάστῳ τούτων καὶ ἰδίαν καὶ κοινὴν ἐνθεῖναι τὴν ἐνέργειαν, ἢ φθαρτὰ γενόμενα ἀθάνατα ἐργάσασθαι; Οὐχ ὁρᾷς πῶς μονοειδὴς μὲν ἡ γῆ, ποικίλον δὲ καὶ πολυειδὲς τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα, καὶ κατὰ τὴν διάπλασιν, καὶ κατὰ τὰς οὐσίας, καὶ κατὰ τὰ ἄλλα πάντα; Πῶς οὖν ὑπὲρ τῶν μελλόντων ἀμφιβάλλεις, εἰπέ μοι; καὶ τί χρὴ λέγειν περὶ σωμάτων;

Τὰς γὰρ ἀπείρους δυνάμεις, καὶ τοὺς δήμους τῶν ἀγγέλων, τοὺς ἀρχαγγέλους, τὰ ἀνώτερα τάγματα τούτων, πῶς ἐποίησεν, εἰπέ μοι; Ἐγὼ μὲν γὰρ τὸν τρόπον οὐκ ἂν ἔχοιμι λέγειν, ὅτι δὲ ἤρκεσεν αὐτῷ τὸ θελῆσαι μόνον. Εἶτα ὁ τοσαύτας στρατιὰς ἀσωμάτους ἐργασάμενος, ἀνθρώπου σῶμα διαφθαρὲν ἀνανεῶσαι πάλιν οὐ δύναται, καὶ εἰς μείζονα ἀγαγεῖν ἀξίαν; Καὶ τίς οὕτως ἀναίσθητος, ὡς ὑπὲρ τούτων ἀμφιβάλλειν, καὶ τὴν ἀνάστασιν ἀναιρεῖν; Εἰ γὰρ μὴ ἀνίσταται σῶμα, οὐκ ἀνίσταται ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι ψυχὴ μόνον, ἀλλὰ ψυχὴ καὶ σῶμα. Εἰ τοίνυν ψυχὴ μόνον ἀνίσταται, ἐξ ἡμισείας τὸ ζῶον ἀνίσταται, ἀλλ᾽ οὐχ ὁλόκληρον· ἄλλως δὲ ἐπὶ ψυχῆς οὐκ ἂν λεχθείη κυρίως ἀνάστασις. Ἀνάστασις γάρ ἐστι τοῦ πεσόντος καὶ διαλυθέντος, ψυχὴ δὲ οὐ διαλύεται, ἀλλὰ σῶμα. Τί δέ ἐστι τὸ, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα; Μυστήριον μέγα καὶ ἀπόῤῥητον ἡμῖν ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο;