Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀρετῆς ψυχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η δημιουργία του ανθρώπου και το αυτεξούσιο

Αναλύεται η υπεροχή του ανθρώπου έναντι των άλογων ζώων λόγω της λογικής φύσης και του αυτεξουσίου, υπογραμμίζοντας την ιδιαίτερη δημιουργική μέριμνα του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τῶν μὲν γὰρ ἄλλων καλῶν ἐστίν τις καὶ τοῖς ἀλόγοις πρὸς ἡμᾶς κοινωνία· οἷον ἡ τῆς ἀκτῖνος καλή τις ἀπόλαυσις, ἀλλὰ πρόκειται καὶ τοῖς κτήνεσιν αὐτή· ἡ τῶν βρωμάτων ἀγαθὴ χορηγία, ἀλλὰ τούτων κἀκείνοις μετάσχεσις· αἱ τοῦ κάλλους ἐράσμιοι χάριτες, ἀλλ᾽ εὕροις ἂν καὶ κάλλος ἐξ ὀρνίθων ἀστράπτον· τὸ δὲ ἰσχύος πολυθρύλλητον δῶρον, ἀλλ᾽ ἔστιν τὸ ταύτης καὶ βουσὶν πλεονέκτημα· ἡ τοῦ πλούτου πολύευκτος ἄθροισις, ἀλλ᾽ ἴδοις ἂν καὶ ὄστρεα πλούσια μαργαριτῶν θησαυροῖς. Οὐδενὸς τῶν σαρκίνων παρ᾽ ἡμῖν καυχημάτων ἡ τῶν ἀλόγων ἀκοινώνητος φύσις, οὐδενὸς σωματικοῦ παρ᾽ ἡμῖν πλεονεκτήματος χείρων. Ἐξ ἑνὸς δὲ αὐτοῖς μόνου πρὸς ἡμᾶς παραχώρησις, ἑνὶ μόνῳ παρ᾽ ἡμῶν νικῶνται πλεονεκτήματι.

Ποίῳ δὴ τούτῳ; Τῇ τῆς γνώμης ἀξίᾳ, δι᾽ ἢν ἄνθρωπος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας. Καὶ ταῦτα δηλῶν ἐκ προοιμίων ἐφ᾽ ἡμῖν ὁ Θεὸς ἀνεβόα· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν. Καὶ φοβερὰ τῆς εἰκόνος ἡ τιμὴ, καὶ φιλάνθρωπος· φοβερὰ μὲν ὡς εἰκὼν ἀρχετύπου φρικώδους. Κίνδυνος γὰρ οὐ μικρὸς, μὴ σχοίη τις πρόσκρουσιν τῷ τῆς ἁμαρτίας σπίλῳ τὴν εἰκόνα σπιλώσας· φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ ἱδρώτων, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετῆς παρεσκεύαζεν.

Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν. Πρὸ τῆς πλάσεως μερίμνῃ τιμώμεθα. Ἑκάστῳ μὲν γὰρ τῶν ὄντων παρεχόμενος ὕπαρξιν, αὐθεντίαν ἐτήρει προστάττοντος, καὶ πᾶσαν τῶν ὁρωμένων τὴν φύσιν ἐκ προστάγματος ἔκτιζεν, προστακτικῶς τοῖς οὐκ οὖσιν ἐπιφθεγγόμενος· Γενηθήτω φῶς· γενηθήτω στερέωμα· γενηθήτωσαν φωστῆρες εἰς φαῦσιν· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ τετράποδα κατὰ γένος!

Ὡς δὲ ἔδει κτισθῆναι τὸν ἄνθρωπον, ἀφεὶς τὸν προστάττοντα, τὸν αὐτουργὸν ἀνελάμβανεν, ἀφεὶς τὸν σχεδιάζοντα τῶν ὄντων τὴν σύνθεσιν, τὴν ἀνθρωπογένειαν ἐσκέπτετο, ἀφεὶς εἰπεῖν πρὸς τὴν γῆν, ἐξάγαγε ἄνθρωπον! Ὡς κτίσαι τὸν ἄνθρωπον μὴ δυνάμενος μόνος, καὶ κοινωνοὺς συγκαλεῖ πρὸς τὴν πλάσιν, καὶ ὡς συνεργῶν δεόμενος κέκραγεν· Ποιήσωμεν· οὐ μελέτης εἰς τέχνην δεόμενος, οὐ συνεργῶν εἰς διάπλασιν χρῄζων, ἀλλὰ τῷ τῆς μελέτης καὶ συνεργίας σχηματισμῷ μεμεριμνημένον αὐτῷ καὶ πάμμεγα διαπλάττειν ἐνδεικνύμενος γένος.

Ἐν δὲ τῇ τιμῇ καὶ παιδαγωγία τις τῷ γένει πρὸς εὐσέβειαν κέκρυπται. Πᾶσαν γὰρ τὴν κτίσιν θεοποιίας ἐξέβαλεν, εἰκόνι τῆς ἰδίας αὐτὴν παραδοὺς μοναρχίας· εἰκόνος γὰρ βασιλέως ἅπαν μέγα νομιζόμενον. Δεύτερον· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν· καὶ προβλέπων μὲν τὸ ἄγνωμον, τὸ φίλτρον οὐκ ἤμβλυνεν· οὐ γὰρ ἔδει μὴ λάμψαι τὸν ἥλιον διὰ τοὺς πρὸς τὴν ἀκτῖνα τυφλούς· διὰ τοῦτο καὶ προειδὼς τὴν παράβασιν, τὴν φιλανθρωπίαν ἀνέτελλεν· καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀνεῖλεν, καὶ προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα κἂν ὡς πρόσκαιρος ἀπομάθῃ τὸ ἄπληστον, καὶ δῷ πρόφασιν τῷ Θεῷ δευτέρου δώρου πρὸς ἀρχὴν ἀϊδίου. Δεινὸν γὰρ εἰς ἀπληστίας σωφρονισμὸν τελευτή.