Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐγκρατείας
Εισαγωγή και ο πνευματικός αγώνας της σωφροσύνης
Εισαγωγικές προτροπές για την αναγκαιότητα της σωφροσύνης και παραλληλισμός του πνευματικού αγώνα με τα αθλήματα του σταδίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή και ο πνευματικός αγώνας της σωφροσύνης
Εισαγωγικές προτροπές για την αναγκαιότητα της σωφροσύνης και παραλληλισμός του πνευματικού αγώνα με τα αθλήματα του σταδίου.
Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Περὶ σωφροσύνης. Ἀεὶ μὲν ἐμοὶ δοκεῖ χρησιμώτατος εἶναι καὶ πρέπων τοῖς τοῦ Χριστοῦ δούλοις ὁ περὶ σωφροσύνης λόγος, μάλιστα δὲ νῦν ἐν καιρῷ τοῦτον ποιησόμεθα πρὸς ὑμᾶς, ὅτε τὸν Χριστὸν ἐνδυσάμενοι τῆς ἐκκλησίας οἱ παῖδες σωφροσύνην μάλιστα κεκτῆσθαι πρὸ τῶν ἄλλων ὀφείλουσιν ἀγαθῶν· ἐπεὶ καὶ ὅστις εἶδεν ἀθλητὰς Ὀλυμπίοις νομισθέντας πρέπειν ἀλειψαμένους ἐπὶ τὸ στάδιον καταβαίνοντας, εἶτα περὶ παλαισμάτων καὶ καρτερίας καὶ νίκης διελέχθη πρὸς αὐτούς, ἐν καιρῷ τοῦτο πεποιηκέναι δικαίως ἂν παρὰ πάντων νομίζοιτο· καὶ δὴ καὶ ἡμεῖς ἑωρακότες τοὺς τοῦ σωτῆρος ἀθλητὰς δύναμιν λαβόντας παρὰ τοῦ πνεύματος διὰ τῶν θείων μυστηρίων εἰκότως ἂν ὑπὲρ σωφροσύνης διαλεχθέντες ἐπὶ τὸν ἀγῶνα τὸν πνευματικὸν παραπέμψοιμεν.
Ἐν μὲν οὖν τοῖς ἀνθρωπίνοις ἀγωνίσμασι μετὰ τὴν νίκην οἱ στέφανοι, ἐν δὲ τοῖς τοῦ Χριστοῦ σταδίοις πρὸ τῆς νίκης οἱ στέφανοι. Τίνος οὖν ἕνεκεν στεφανώσας ἡμᾶς ἐπὶ τὸν ἀγῶνα παρέπεμψεν ὁ Χριστός; Ὁμοῦ μὲν φόβον ἐμβαλεῖν τοῖς ἀντιπάλοις βουλόμενος, ὁμοῦ δὲ καὶ τὰ ἡμέτερα διεγείρων φρονήματα, ἵνα πρὸς τὴν τιμὴν ὁρῶντες τὴν παρὰ τοῦ Χριστοῦ δεδομένην ἀξίως τῆς παρὰ τοῦ δεσπότου τιμῆς ἅπαντα καὶ ποιῶμεν καὶ λέγωμεν. Εἰ γάρ τις βασιλεὺς ἁλουργίδα περιθέμενος, στεφάνῳ τὴν κεφαλὴν κοσμηθείς, εἶτα ἐξενεχθεὶς ὑπὸ τῶν τῆς φύσεως παθημάτων ἀνάξιόν τι τῆς βασιλείας ποιῆσαι, ἅμα τε ἀπέβλεψεν εἰς τὴν τοῦ πράγματος στολὴν καὶ κρείττων ἐγένετο τῶν αἰσχρῶν· σὺ δὲ ὁ τὸν Χριστὸν ἐνδεδυμένος, ὅταν ἴδῃς αἰσχρὰν ἐπιθυμίαν τῇ ψυχῇ διενοχλοῦσαν, ἀπόβλεψον εὐθέως εἰς τὴν θείαν στολὴν καὶ ταχέως κρείττων γενήσῃ τῆς τοῦ πονηροῦ μηχανῆς.
Σωφροσύνην τοίνυν καλὸν μὲν ἐγκωμιάζειν, κάλλιον δὲ κεκτῆσθαι· οἱ δὲ συνεχῶς περὶ ταύτης καὶ ἀκούοντες καὶ λέγοντες οὐ μικρὰν ἐγκρατείας παράκλησιν ἀπὸ τῶν λόγων λαμβάνουσι. Διὰ τοῦτο γὰρ καὶ τὰς ἀρετὰς τῶν ἁγίων περιβοήτους γενέσθαι διὰ τῶν θείων γραφῶν προςέταξεν ὁ θεός, ἵνα πάντας ἀνθρώπους εἰς τὸν ἐκείνων ἐπισπάσηται ζῆλον καὶ πείσῃ σωφροσύνην ἀσκεῖν τοῖς ἴχνεσι τῶν δικαίων ἀκριβῶς ἑπομένους. Εἰ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πολλοὶ πολλάκις τοὺς ἀθλητὰς ἐστεφανωμένους ἰδόντες ταχέως ἀποδυσάμενοι τῶν ἀγώνων ἥψαντο καὶ πολλοὺς ἱδρῶτας καὶ πόνους ὑπέμειναν, ἵνα κλάδοις ἐλαίας ἢ δάφνης στεφανωθῶσι, μετὰ πόσης ἡμᾶς προςήκει προθυμίας τοὺς ὑπὲρ τῆς σωφροσύνης ὑπομένειν ἱδρῶτας, ὅταν ἑτέρους ὑπὸ τοῦ θεοῦ ἐστεφανωμένους ἴδωμεν, ἵνα τοὺς οὐρανίους ἀναδησώμεθα στεφάνους ἐπὶ τοῖς καλοῖς καὶ σωτηρίοις ἀνδραγαθήμασι;
Καίτοι πῶς οὐ δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον, εἰ τοὺς μὲν ἀθλητὰς ἐπὶ τὴν νίκην παρακαλεῖ φύλλον ἐλαίας ἢ δάφνης καὶ δόξα κενὴ τῷ βίῳ τούτῳ συνδιαφθείρεσθαι μέλλουσα, ἡμᾶς δὲ μὴ πείθει τὰ δῶρα τοῦ Χριστοῦ πᾶσαν ἡδονὴν ἀπωθεῖσθαι καὶ ταῖς ἐπιθυμίαις ἐφιστάναι τὸν τοῦ θεοῦ φόβον; Οὐ τοίνυν ἐν τοῖς ἀνθρώποις μόνοις ἔστιν ἰδεῖν τῶν ὁμοίων τὸν ζῆλον, ἀλλὰ καὶ περιστεραὶ πολλάκις ἰδοῦσαι μόνην ἀπαρξαμένην τῆς πτήσεως ἀκολουθοῦσιν ὀξέως· καὶ πῶλος γενναῖος ἐν ἵππων ἀγέλῃ σκιρτήσας πᾶσαν ἐπεσπάσατο τὴν ἀγέλην ἐπὶ τὸν δρόμον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.