Μὴ, παρακαλῶ, μὴ τῶν ἀλόγων ὦμεν ἀλογώτεροι, ἀλλ᾽ ἀποπηδῶμεν, καὶ μὴ ἐπικλίνωμεν τὰς ἀκοάς· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· καὶ συγγνώμης οὐκ ἔστι τυχεῖν τοὺς ἀπατηθέντας. Τίνος γὰρ ἕνεκεν, ἂν μὲν λοιμικὸν χωρίον ἴδῃς καὶ ἐπίνοσον, φεύγεις τὴν ἐκεῖ διατριβὴν, κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην, πάντων τὴν τοῦ σώματος ὑγίειαν προτιθείς· ὅταν δὲ λόγου τοῦ λοιμώδους τινὲς ὦσιν ἐμπεπλησμένοι, καὶ νοσήματος, οὐχὶ σῶμα διαφθείροντος μόνον, ἀλλὰ καὶ ψυχὴν ἀπολλύντος, καὶ χείρω καὶ φαυλοτέραν ἐργαζομένου, οὐκ ἀποπηδᾷς; Ἄκουσον, φησί τις σοφὸς ἀνὴρ, μὴ στήσῃς, ἀλλ᾽ ἀποπήδησον, μὴ ἐγχρονίσῃς, καὶ τὴν βραχυτάτην ἐν τούτοις δεδοικὼς διατριβήν. Ταῦτα δὲ λέγομεν, οὐ τὴν ἰσχὺν τῶν παρ᾽ ἐκείνοις δογμάτων δεδοικότες, ἀλλὰ τὴν ὑμετέραν ἀσθένειαν φοβούμενοι. Ἡμῖν γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἀραχνίων ἀσθενέστερα τὰ ἐκείνων φαίνεται, τοῖς τεθεμελιωμένοις τῇ πίστει, κἂν μυριάκις ἡμῶν ἐπᾴδωσι τὰς ἀκοὰς, τοσούτῳ πλείω τὸν γέλωτα ὀφλισκάνουσι παρ᾽ ἡμῶν, καθάπερ οἱ μεμηνότες καὶ τῶν οἰκείων φρενῶν ἐξεστηκότες· τὴν δὲ ὑμετέραν ἀσθένειαν δεδοίκαμεν. Οὐ κατὰ πάντων λέγω τὰ εἰρημένα, ἀλλὰ κατὰ τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων. Ἐπεὶ καὶ Παῦλος, ὁ πάντων κρατῶν, οὐχὶ διδασκαλίαν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀλλοτρίων ἐπιδεικνὺς τῷ μαθητῇ Τιμοθέῳ τὰς λογομαχίας, τὰς κενοφωνίας περιίστασθαι παραινεῖ.