Πειθόμεθα τῇ εἱμαρμένῃ ταῦτα λεγούσῃ, καὶ οὔτε οἰκέτας ἁμαρτάνοντας κολάσομεν, οὔτε ἀσελγείαις διεφθαρμένους ἐπιστρέψομεν, οὔτε τοὺς ἀδικοῦντας εἰς δικαστήριον ἄξομεν, οὐκ ἀκουσόμεθα τῶν νόμων; Ἐβουλόμην κἂν πρὸς βραχὺ τοῦτο γενέσθαι, ἐν ἔργῳ τὴν ὀλεθρίαν ταύτην καὶ ἐπιβλαβῆ διδάσκαλον τῶν κακῶν δυνηθῆτε συνιδεῖν. Εἰ γὰρ ἀνάγκη πάντως τὰ εἱμαρμένα γενέσθαι, καὶ σπουδαζόντων καὶ καθευδόντων, μηδεὶς γεωργὸς ζευγνύτω βοῦς, μηδὲ ἄροτρον ἑλκέτω, μήτε αὔλακα τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπιτηρείτω ἐπιτηδείαν, μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων πρὸς διαμεμετρημένον τὸ ἔτος, μὴ θηγέτω δρεπάνην, μηδὲ ἀμάτω λήϊον, μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω, καὶ πάντα καθευδέτω τὸν χρόνον· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, αὐτόματα εἰς τὴν οἰκίαν ἥξει τὰ ἀγαθά· ἐὰν δὲ εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ τῶν πόνων ἔσται καὶ ἱδρώτων. Τίνος οὖν ἕνεκεν οὔτε παραινεῖτε ταῦτα ποιεῖν, εἴ γε ὄντως εἱμαρμένῃ πιστεύετε; τίνος ἕνεκεν οὐ παραινεῖτε, ἵν᾽ ὄντως ἔργῳ μάθητε τὰ τῆς εἱμαρμένης καλά; Βούλει μοι δεῖξαι τί ὄντως εἵμαρται;