Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και αναίρεση των προφάσεων για την ελεημοσύνη

Εισαγωγική προτροπή προς τους πιστούς και απάντηση στις δικαιολογίες των απόρων, αναδεικνύοντας την ελεημοσύνη ως πνευματικό δανεισμό προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Χρυσοστόμου περὶ ἐλεημοσύνης. Πάλιν ἡμῖν παρὰ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδόθη καιρὸς τοῦ καταβαλεῖν ταῖς ὑμετέραις ἀκοαῖς τὰ τῆς ἐλεημοσύνης σπέρματα· πάλιν ἡμῖν ὁ Χριστὸς δέδωκε τὸν σπορέα μιμήσασθαι τὸν ἐπὶ τὴν καλὴν γῆν σπείροντα τὸν σπόρον αὐτοῦ, καὶ ἑκατονταπλασίονα κομισάμενον. Ἰδοὺ γὰρ τὸ τῶν χειρῶν ἐσάλπισε κήρυγμα· ἰδοὺ τὸ τῆς ἐλεημοσύνης θέατρον συνεκροτήθη.

Καλείσθωσαν οὖν εἰς μέσον οἱ φιλόθεοι καὶ φιλότιμοι καὶ φιλοπένητες· καλείσθωσαν οἱ τῶν στεφάνων ἐρασταί. Πάρεστι γὰρ ὁ Θεὸς ὁ τῶν βραβείων χορηγὸς, ὀλίγα χρήματα παρὰ τῶν φιλοπενήτων ὑποδεχόμενος, καὶ βασιλείαν οὐρανῶν αὐτοῖς χαριζόμενος. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ζημιωθῇ τῆς τοιαύτης χάριτος· μηδεὶς τὸ μέγα τοῦτο καὶ ὑπερκόσμιον δῶρον δι᾽ ὀλίγα χρήματα παρίδῃ, μὴ πένης, μὴ πλούσιος, μὴ δοῦλος, μὴ ἐλεύθερος, μὴ σοφὸς, μὴ ἰδιώτης, μὴ ἀνὴρ, μὴ γυνή· ἀλλὰ πάντες, παρακαλῶ, μετὰ προθυμίας ἀγοράσωμεν τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ μή μοί τις τῶν πενήτων λεγέτω· Πτωχός εἰμι· αὐτῶν γὰρ πρῶτον ἀναγκαῖον καθάψασθαι, ἐπειδήπερ νομίζουσιν αὐτῶν τὴν ἀπολογίαν εὐπαράδεκτον παρὰ τῷ Θεῷ φαίνεσθαι.

Τί γάρ φησι πολλάκις ὁ πένης; Οὐκ ἔχω χρήματα, τῆς καθημερινῆς οὐκ εὐπορῶ τροφῆς, ὅλην τὴν ἡμέραν κάμνω καὶ ταλαιπωρῶ, ἵνα μόλις τῆς ζωῆς δυνηθῶ περιγενέσθαι· ὠμοφορῶ, τεκτονεύω, σφυροκοπῶ, καὶ τὴν τοῦ σώματος καταμαραίνω δύναμιν· καὶ σὺ καθέζῃ κατακρίνων με τῶν ἐμῶν καμάτων τοῖς ἀλλοτρίοις χαρίσασθαι; Ὅλως γὰρ, εἰπέ μοι, τῶν σῶν καμάτων λέγεις, καὶ σὸν κτῆμα νομίζεις τὴν ἰσχὺν τοῦ σώματός σου; καὶ οὐ πιστεύεις, ὅτι ἐὰν μικρόν τι τῶν, ὡς λέγεις, καμάτων σου δώσεις, ἐλεημοσύνην ἐκείνῳ παρέχεις τῷ χαρισαμένῳ σοι τὴν ἰσχὺν καὶ δύναμιν τῆς ἐργασίας; Μᾶλλον παρὰ μικρὸν δὸς τῷ σώματί σου, ἵνα τῇ ψυχῇ χαρίσῃς τὸν πολὺν θησαυρόν. Μὴ γὰρ, ἐὰν ἔχων δέκα ὀβολοὺς δώσῃς ἐννέα τῷ σώματι καὶ ἓν τῇ ψυχῇ, παρὰ τοῦτό σοι πάντα τὰ κατὰ τὸν βίον ἀνατρέπεται;

Ἐὰν εὐπορήσῃς ὀβολοὺς πεντήκοντα, καὶ δώσῃς τῷ Θεῷ πέντε διὰ τῶν ἀδυνάτων, καὶ τὰ τεσσαράκοντα πέντε ἑαυτῷ, ἐνίσχυσας τὴν ψυχὴν τῇ πίστει, ἐνεδυνάμωσας καὶ τὸ σῶμα διὰ τὴν ἑτέρων προσευχὴν, καὶ ἔλαβες χάριν πρὸς τὸ πάλιν ἐργάσασθαι, καὶ πάλιν κερδᾶναι πολυπλασίονα, καὶ γέγονας πλουσίων πλουσιώτερος εἰς ἐλεημοσύνην. Ἀλλὰ πάντως ἐρεῖς μοι· Καὶ τί, φησὶ, κερδανῶ ἐκ τούτου; Ὅτι οὐκ ἔτι ὀνομάζῃ πένης, ἀλλὰ δανειστὴς Θεοῦ. Καὶ πόθεν μοι, φησὶ, τοῦτο γενήσεται; Πίστευσον τῇ Γραφῇ τῇ λεγούσῃ· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· καὶ ἔχεις ἀκοῦσαι παρ᾽ αὐτοῦ· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἆρα οὐ πολλάκις καθήμενος ἐπὶ τῆς ἀγορᾶς εἶδες πλούσιον παρερχόμενον, καὶ ἐμακάρισας αὐτὸν λέγων, Μακάριός ἐστιν οὗτος ὁ πλούσιος, ὅτι τῆς τῶν ἑτέρων οὐ χρείαν ἔχει χορηγίας, ἀλλὰ μᾶλλον καὶ δανείζει; Καὶ ἐκεῖνος μὲν ἀνθρώποις δανείζει, σὺ δὲ τῷ Θεῷ· ἐκεῖνος ἑκάστου τὰ ἀπὸ καμάτων λαμβάνει μετὰ κόπου καὶ μετὰ μάχης ἐν ἁμαρτίᾳ· σὺ δὲ ἐκ τοῦ Θεοῦ λαμβάνεις ἀκόπως, ἀμερίμνως, μετὰ χαρᾶς ἑκατονταπλασίονα· ἐκεῖνος εἰς τὸν βραχὺν τοῦτον βίον λαμβάνει, σὺ δὲ εἰς τὸν ἀτελεύτητον βίον ζωὴν αἰώνιον κληρονομεῖς. Εἰ δὲ οὐ πιστεύεις μοι, πίστευσον τῷ Θεῷ τῷ μεθ᾽ ὅρκου σε πληροφορήσαντι, καὶ λέγοντι· Ἀμὴν λέγω ὑμῖν, ἑκατονταπλασίονα λήψεσθε, καὶ ζωὴν αἰώνιον κληρονομήσετε.

Μὴ οὖν νόμιζε ἐλαττοῦσθαι τῇ τῶν πενήτων δόσει· οὐ γὰρ γίνῃ πένης ἐκ τῆς τῶν πενήτων μεταδόσεως. Ἐὰν ὁ πένης ἐλεῇ πένητα, πενέστερος οὐ γίνεται, ἀλλ᾽ ἐπαινετέος, καὶ τὴν πενίαν μᾶλλον ἀσφαλίζεται. Ἤκουσας τοῦ Προφήτου λέγοντος· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους; καὶ πάλιν, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται; Εἰς εὐλογίαν, διὰ τί; Ὅτι ὁ σπείρων ἐπ᾽ εὐλογίας, ἐπ᾽ εὐλογίας καὶ θερίζει· ὃς γὰρ ἐπιμελήσῃ τῶν ἀμφιεσμάτων σου, ἐπιμελήσει καὶ τῆς ψυχῆς σου. Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα. Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ᾽ ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν· ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ. Λέγει γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· καὶ τότε ἔσται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου.