Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Τα όρια των υλικών αγαθών, η αξία της προαίρεσης και η τελική προτροπή

Η ασταθής φύση του πλούτου μέσα από το παράδειγμα του γεωργού, η σημασία της αγαθής καρδίας κατά το πρότυπο της χήρας και η τελική δοξολογία με επίκεντρο τη φιλαδελφία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ὦ ἄθλιε καὶ ταλαίπωρε, σὺ τῇ γῇ πιστεύεις, καὶ τῷ Θεῷ οὐ πιστεύεις, τῷ λέγοντι, Ὃ ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε; Οὐκ οἶδας, ὅτι εἰσί τινες τῶν γηπόνων πένητες, οἰκτροὶ, τὸν ἡμερινὸν ἄρτον ἐκ τῶν οἰκείων ποριζόμενοι πόνων, καὶ ἐν τῷ καιρῷ τοῦ σπόρου οὐκ ἔχουσι πόθεν σπεῖραι; καὶ λαμβάνει τὸν χιτωνίσκον αὐτοῦ ἢ τῆς γυναικὸς αὐτοῦ, καὶ πολλάκις αὐτὸ τὸ σκάφιον, ἐν ᾧ ἐργάζεται τὴν γῆν, καὶ τίθησιν αὐτὸ ἐνέχυρον, καὶ δανείζεται ἕνα μόδιον ἢ δύο ἢ τρεῖς, ἢ ὅσους δύναται αὐτοῦ ἡ ἄρουρα ὑποδέξασθαι, καὶ δανεισάμενος σκορπίζει αὐτὸ εἰς τὴν γῆν, καὶ πιστεύει τῇ γῇ, καὶ ἐκδέχεται καιρὸν φανερὸν, ἕως ἂν ὁ καρπὸς γένηται ἐν τῇ γῇ; καὶ ἐκεῖνος μὲν δανεισάμενος ἐπίστευσε τῇ γῇ, σὺ δὲ τῷ Θεῷ οὐ πιστεύεις; Ἐκεῖνος τῇ συνδούλῳ ἐπίστευσε, καὶ σὺ τῷ Δεσπότῃ οὐ πιστεύεις;

Ποίαν, εἰπέ μοι, συγγνώμην ἔχεις; Ταῦτα λέγω οὐ πολλῆς ἀπανθρωπίας ὑμῶν καταγινώσκων, μὴ γένοιτο, ἀλλὰ ἀλείφων ὑμᾶς ἑτοίμους εἶναι πρὸς τὸν τῆς ἐλεημοσύνης σπόρον. Χρυσὸν φιλεῖς τὸν αἱμοβόρον, τὸν πᾶσι ποθεινὸν, καὶ πᾶσι πολέμιον, τὸν φιλούμενον ὑπὸ πάντων καὶ τοῖς πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν ἀγνώμονα; ἢ οὐκ οἴδατε, τίς ἐστιν ἡ τούτου συνουσία;

Καθάπερ πόρνη ἀσυνείδητος τούτῳ ὁμιλεῖ, κἀκείνῳ νεύει· ἄλλῳ συντάσσεται σήμερον, καὶ αὔριον πρὸς ἄλλον μεταβαίνει, σήμερον ἄρχων, καὶ αὔριον ἀρχόμενος· σήμερον πλούσιος, καὶ αὔριον πένης· σήμερον δικάζεις, καὶ αὔριον καταδικάζῃ. Ὁρᾷς τὴν τοῦ βίου μεταβολὴν, πῶς ὡς σκιὰ παρατρέχει, καὶ καπνοῦ εὐτελέστερον διαλύεται; οὐχ ὡς ἀράχνη διασπᾶται; Οὐ παύσομαι ἐγὼ παιδεύων ὑμᾶς· κἄν τι ποιῆτε, κἂν δὲ μὴ ποιῆτε, ἐγὼ λέγω, καὶ λέγων οὐ παύσομαι· γέγραπται γάρ· Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων.

Παρακοὴ θάνατον κατεργάζεται. Μιμήσασθε κἂν τὴν χήραν ἐκείνην τὴν πενιχρὰν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, πῶς ἐδικαιώθη διὰ καλὴν προαίρεσιν. Οὐκ ἔχεις δύο ὀβολοὺς δοῦναι; Δὸς ἕνα. Οὐκ ἔχεις ἕνα; Δὸς ἄρτον. Οὐδὲ ἄρτον ἔχεις; Κἂν στέναξον θεασάμενος τὸν πένητα, καὶ δέδεκταί σου ἡ δέησις. Ὁ γὰρ ἐπιστάμενος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσθαι αὐτὰ, οἶδεν ὅτι, εἰ εἶχες, ἐδίδως.

Τὴν προαίρεσιν θέλει, τὴν καρδίαν διερευνᾷ καὶ οἶδεν· ἄνθρωπος γὰρ εἰς πρόσωπον, καὶ Θεὸς εἰς καρδίαν. Παρακαλῶ οὖν, φυλάξατε τὴν παραγγελίαν, ἣν παραγγέλλω ὑμῖν· Ἐν γὰρ τούτῳ ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Αὐτοῦ τοῦ Δεσπότου φωνή ἐστιν, αὐτὸς εἶπε τοῖς μαθηταῖς· καὶ πάλιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· ἐν ταύταις δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται. Παρακαλῶ τοίνυν ἔσεσθαι εἰς ἀλλήλους φιλάνθρωποι, φιλόξενοι, φιλόπτωχοι· ἐξαιρέτως τὴν εἰς Θεὸν διηνεκῶς κρατῶμεν, ἵνα δυνηθῶμεν ἀξιωθῆναι τῆς αἰωνίου ζωῆς, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.