Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η κλήση των Αποστόλων και η πνευματική υπεροχή της εκούσιας πενίας

Τα καινοδιαθηκικά πρότυπα των Αποστόλων και του Προδρόμου ως αποδείξεις της θείας εκλογής των πενήτων, και η σύγκριση της δύναμης των μαρτύρων έναντι των επιγείων αρχόντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

οὐχὶ οἰκτρὸς καὶ ἀπεῤῥιμμένος; οὐκ εὐτελὴς καὶ εὐκαταφρόνητος; οὐχὶ ἁλιεὺς ἦν; Ὁμοίως καὶ Ἰάκωβος καὶ Ἰωάννης οὐ πένητες ἦσαν καὶ ἁλιεῖς; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ῥάπτοντας δίκτυα διεῤῥηγμένα. Ὢ πενίας ὑπερβολή· τοσοῦτον πένητες ἦσαν, ὡς οὐκ ἴσχυον δίκτυα ἀγοράσαι πρὸς τὴν θήραν τὴν ἁλιευτικὴν, ἀλλὰ τὰ παλαιὰ ἔῤῥαπτον καὶ τέχνῃ τέχνην συνέκρουον, τῇ ῥαπτικῇ τὴν ἁλιευτικήν.

Ὁμοίως δὲ καὶ Ματθαῖος οὐ τελώνης ἦν; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτὸν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἔγειρε, καὶ ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ οὐκ ἐνόησεν, ὅτι βασιλικὸν λόγον κατεῖχεν, ἀλλ᾽ ἐνενόησεν ὅτι βασιλεὺς τῶν βασιλευόντων καλεῖ· καὶ ὁ ποτὲ τὰ ἀλλότρια ἁρπάζων, νῦν ξένον ἑαυτὸν πεποίηκε τῶν ἰδίων πραγμάτων· καὶ ὁ ποτὲ λύκος, νῦν πρόβατον. Ἔῤῥιψε Πέτρος τὰ δίκτυα, καὶ ἔλαβε τὰς κλεῖς τῶν οὐρανῶν.

Ἀφῆκε Ματθαῖος τελώνιον, καὶ ἔλαβε τὸ εὐαγγέλιον. Ὁμοίως καὶ ὁ Παῦλος οὐκ ἦν χειροτέχνης; οὐ σμίλην κατεῖχε, καὶ δέρματα ἔτεμεν; οὐκ ἔλαβεν ἐπιστολὰς παρὰ τῶν ἀρχισυναγώγων, ἵνα ἐλθὼν τοὺς ἁγίους αἰχμαλωτίσῃ; Καὶ ὤφθη αὐτῷ ὁ Ἰησοῦς ἐν τῇ ὁδῷ, Καὶ φῶς αὐτὸν περιήστραψε, καὶ λέγει· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὁ δὲ στραφεὶς λέγει· Τίς εἶ, Κύριε; Καὶ λέγει, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καὶ πεσὼν ἐπὶ πρόσωπον ἐτυφλώθη. Διὰ τί προσέθηκεν, Ναζωραῖος; Ἵνα μὴ νομίσῃ, ὅτι ἄλλος μέν ἐστιν ὁ Ἰησοῦς, καὶ ἄλλος δὲ καλεῖ αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. Τοῦτο γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἀνελήφθη ὁ Ἰησοῦς, ἀλλ᾽ ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

Διὰ τοῦτο εἶπεν, Ἰησοῦς ὁ Ναζωραῖος· ἵνα γνῷ, ὅτι αὐτός ἐστιν ὁ τότε καὶ νῦν. Εἰσῆλθεν οὖν χειραγωγούμενος ὁ Παῦλος εἰς Δαμασκὸν, καὶ ἀπῆλθε πρὸς Ἀνανίαν, καὶ ἐπέθηκε τὰς χεῖρας εἰς τοὺς ὀφθαλμοὺς τοῦ Παύλου, καὶ ἰάσατο αὐτόν. Πολλὴ μὲν ἡ ἱστορία, ἀλλὰ διὰ βραχέων βούλομαι διηγήσασθαι ὑμῖν. Ἀναβλέψας δὲ αὐτὸς εὐθὺς ἐδίδασκεν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ἀκούσαντες δὲ οἱ Ἰουδαῖοι ὅτι ὁ Παῦλος διδάσκει ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐζήτουν αὐτὸν πιάσαι. Οἱ δὲ μαθηταὶ τοῦ Παύλου ἰδόντες ἐνέβαλλον αὐτὸν εἰς σπυρίδα, καὶ ἐχάλασαν διὰ τοῦ τείχους κάτω, καὶ οὕτως ἔφυγε καὶ ἀνῆλθεν εἰς Ἱεροσόλυμα. Ὢ μακαρίας ἐκείνης σπυρίδος, ἥτις τοιοῦτον ὀψώνιον τῇ οἰκουμένῃ ἔπεμψεν.

Ὁμοίως δὲ καὶ ὁ μακάριος Ἰωάννης οὐ τὴν ἔρημον οἰκεῖ, καὶ μετὰ ταῦτα οὐρανοπολίτης ἐγένετο; οὐκ ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι; καὶ διὰ τῶν πενήτων τούτων κατεσκεύασε τὴν τῶν ἀνθρώπων σωτηρίαν;

Πόσοι βασιλεῖς, πόσοι τύραννοι, ἢ πόσοι ὕπατοι, πόσοι ἄρχοντες, πόσοι προηγούμενοι ἀπὸ τοῦ αἰῶνος ἐτελεύτησαν, καὶ πάντες λήθῃ παρεδόθησαν; καὶ οὗτοι οἱ οἰκτροὶ, οἱ ἀπεῤῥιμμένοι, οἱ εὐτελεῖς καὶ εὐκαταφρόνητοι λήθῃ οὐ παρεδόθησαν. Ἀλλ᾽ οὗτος ὁ βασιλεὺς, ὁ τὴν πορφυρίδα περικείμενος καὶ τὸ διάδημα ἔχων, δόξαν καὶ περικεφαλαίας χρυσᾶς καὶ στρατιώτας ὑπερασπιστὰς, ἀπέρχεται εἰς τὸν τάφον τοῦ ἁλιέως, τοῦ πένητος, τοῦ οἰκτροῦ, τοῦ εὐκαταφρονήτου, καὶ περιπτύσσεται καὶ κλαίει καὶ εὔχεται εἰς τὸν δοξάσαντα αὐτόν. Τίς πείθει τὸν βασιλέα ταῦτα ποιεῖν; τίς; Ἐγὼ λέγω. Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις.

Ὁ εἰπὼν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· κἀγὼ ἔσομαι μεθ᾽ ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὗτός ἐστιν ὁ τοιαύτην αὐτοῖς χαρισάμενος τέχνην.

Ὁρᾷς πόσον ἰσχύουσιν οἱ πένητες; Οὐ μόνον τοῦτο, ἀλλὰ καὶ δαιμονιῶντες ἀπέρχονται εἰς τοὺς τάφους αὐτῶν, καὶ ἀνακρίνονται. Ὁρᾷς, ὅτι οἱ νεκροὶ τῶν ζώντων δυνατώτεροί εἰσι; Μὴ ἔτι ἀπόῤῥιπτε τοὺς πένητας.