Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η αφορμή του λόγου και το ιστορικό πλαίσιο της αποστολικής λογίας

Η δυσχέρεια των απόρων κατά τον χειμώνα ως αφορμή της ομιλίας, η παύλεια διδασκαλία και η ιστορική αναδρομή στα παθήματα των χριστιανών της Ιουδαίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ Ἐκφωνηθεὶς ἐν τῷ παριέναι αὐτὸν χειμῶνος ὥρᾳ, καὶ ἰδεῖν τοὺς πένητας καὶ πτωχοὺς ἀνεπιμελήτους ἐῤῥιμμένους κατὰ τὴν ἀγοράν. αʹ. Πρεσβείαν τινὰ δικαίαν καὶ λυσιτελῆ καὶ πρέπουσαν ὑμῖν ἀνέστην ποιησόμενος τήμερον πρὸς ὑμᾶς· ἑτέρου μὲν οὐδενὸς, τῶν δὲ τὴν πόλιν οἰκούντων ἡμῖν πτωχῶν ἐπὶ ταύτην με χειροτονησάντων, οὐ ῥήμασι καὶ ψηφίσμασι καὶ κοινῆς γνώμῃ βουλῆς, ἀλλὰ διὰ τῶν θεαμάτων τῶν ἐλεεινῶν καὶ πικροτάτων. Παριὼν γὰρ διὰ τῆς ἀγορᾶς καὶ τῶν στενωπῶν, καὶ πρὸς τὴν ὑμετέραν σύνοδον σπεύδων, εἶτα ὁρῶν ἐν μέσοις ἀμφόδοις ἐῤῥιμμένους πολλοὺς, καὶ τοὺς μὲν τὰς χεῖρας ἐκκεκομμένους, τοὺς δὲ τοὺς ὀφθαλμοὺς, τοὺς δὲ ἑλκῶν καὶ τραυμάτων ἀνιάτων γέμοντας, καὶ ταῦτα μάλιστα προβάλλοντας τῶν μερῶν, ἃ συγκαλύπτειν ἀναγκαῖον ἦν διὰ τὴν ἐναποκειμένην αὐτοῖς σηπεδόνα, ἐσχάτης ἐνόμισα ἀπανθρωπίας εἶναι, τὸ μὴ περὶ τούτων διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ μάλιστα μετὰ τῶν εἰρημένων καὶ τοῦ καιροῦ πρὸς τοῦτο συνωθοῦντος ἡμᾶς. Ἀεὶ μὲν γὰρ ἀναγκαῖον τοὺς περὶ τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγους, ἐπειδὴ καὶ ἡμεῖς πολλῆς ταύτης παρὰ τοῦ ποιήσαντος ἡμᾶς δεόμεθα Δεσπότου· μάλιστα δὲ ἐν τῷ παρόντι καιρῷ, ὅτε πολὺς ὁ κρυμός.

Ἐν μὲν γὰρ τῷ θέρει πολλὴν παρὰ τῆς ὥρας ἔχουσι παραμυθίαν οἱ πένητες· καὶ γὰρ καὶ γυμνοὺς βαδίζειν ἀκίνδυνον, ἀντὶ περιβολῆς τῆς ἀκτῖνος ἀρκούσης αὐτοῖς, ἐπ᾽ ἐδάφους ἁπλῶς καθεύδειν καὶ αἰθρίους διανυκτερεύειν ἀσφαλές· καὶ οὔτε ὑποδημάτων αὐτοῖς χρεία τοσαύτη, οὔτε οἰνοποσίας, οὔτε δαψιλεστέρας τροφῆς, ἀλλ᾽ ἀρκοῦνται μὲν ταῖς τῶν ὑδάτων πηγαῖς, ἀρκοῦνται δὲ οἱ μὲν τῶν λαχάνων τοῖς φαυλοτέροις, οἱ δὲ σπερμάτων ξηρῶν ὀλιγότητι, τῆς ὥρας τοῦ ἔτους ἐσχεδιασμένην αὐτοῖς παρεχούσης τὴν τράπεζαν. Καὶ ταύτης δὲ οὐκ ἐλάττονα ἔχουσιν ἑτέραν παραμυθίαν, τὴν τῆς ἐργασίας εὐκολίαν· οἱ γὰρ τὰς οἰκίας οἰκοδομούμενοι, καὶ οἱ τὴν γῆν σκάπτοντες, καὶ οἱ τὴν θάλασσαν πλέοντες, τῆς τούτων μάλιστα δέονται συνεργίας. Καὶ ὅπερ τοῖς πλουτοῦσιν ἀγροὶ καὶ οἰκίαι καὶ λοιπαὶ πρόσοδοι, τοῦτο τούτοις τὸ σῶμά ἐστι καὶ πᾶσα ἀπὸ τῶν χειρῶν ἡ πρόσοδος, ἑτέρωθεν δὲ οὐδαμόθεν. Διὰ τοῦτο θέρους μὲν ἀπολαύουσί τινος παραμυθίας· ἐν δὲ τῇ τοῦ χειμῶνος ὥρᾳ πολὺς αὐτοῖς πάντοθεν ὁ πόλεμος, καὶ διπλῆ ἡ πολιορκία, τοῦ λιμοῦ κατεσθίοντος ἔνδον τὰ σπλάγχνα, τοῦ κρυμοῦ πηγνύντος τὴν σάρκα ἔξωθεν, καὶ νεκρὰν ἐργαζομένου. Διὸ καὶ πλείονος μὲν αὐτοῖς τροφῆς δεῖ, ἰσχυροτέρας δὲ τῆς περιβολῆς, καὶ στέγης, καὶ στιβάδος, καὶ ὑποδημάτων, καὶ πολλῶν ἑτέρων.

Καὶ τὸ δὴ πάντων χαλεπώτερον, οὐδὲ ἐργασίας τίς ἐστιν αὐτοῖς εὐπορία· οὐ γὰρ ἐπιτρέπει τοῦ ἔτους ἡ ὥρα.

Ἐπεὶ οὖν καὶ πλείων αὐτοῖς ἡ τῶν ἀναγκαίων χρεία, καὶ τὸ ἐργάζεσθαι μετὰ τούτου παρῄρηνται, οὐδενὸς τοὺς ἀθλίους μισθουμένου, οὐδὲ καλοῦντος εἰς διακονίαν, φέρε, τὰς τῶν ἐλεημόνων ἀντεισάγωμεν χεῖρας ἀντὶ τῶν μισθουμένων, τὸν ἀληθῶς προστάτην καὶ κηδεμόνα τῶν ἐν πενίᾳ ζώντων Παῦλον συνεργὸν πρὸς τὴν πρεσβείαν ταύτην λαβόντες. Καὶ γὰρ πολλὴν τοῦ πράγματος ποιεῖται τὴν πρόνοιαν οὗτος, καὶ ὅσην οὐδεὶς ἕτερος. Διά τοι τοῦτο τοὺς μαθητὰς πρὸς τὸν Πέτρον διελόμενος, τὴν τῶν πενήτων οὐ διείλετο προστασίαν· ἀλλ᾽ εἰπὼν, ὅτι Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, ἐπήγαγε, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

Καὶ γὰρ πανταχοῦ τῶν Ἐπιστολῶν τὸν περὶ τούτων εἰσφέρει λόγον, καὶ οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐπιστολὴν ταύτης ἐκτὸς οὖσαν τῆς παραινέσεως. Οἶδε γὰρ, οἶδεν ὅση τοῦ πράγματος ἡ ἰσχύς· διὰ τοῦτο καθάπερ οἰκοδομῇ θαυμαστὴν ὀροφὴν ἐπιτιθεὶς ταῖς λοιπαῖς παραινέσεσι καὶ συμβουλαῖς, τὴν περὶ τούτων εἰσάγει διδασκαλίαν. Ὅπερ οὖν καὶ ἐνταῦθα πεποίηκε διαλεχθεὶς περὶ ἀναστάσεως, καὶ τὰ ἄλλα διορθώσας ἅπαντα, εἰς τὸν περὶ τῆς ἐλεημοσύνης κατέλυσε λόγον, οὕτως εἰπών· Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε· κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν. Σκόπει σύνεσιν ἀποστολικὴν, πῶς εὐκαίρως ταύτης ἥψατο τῆς παραινέσεως. Ἐπειδὴ γὰρ ἀνέμνησε τοῦ μέλλοντος δικαστηρίου, καὶ τοῦ βήματος ἐκείνου τοῦ φοβεροῦ, καὶ τῆς δόξης, ἧς ἀμφιέννυσθαι ἔμελλον οἱ κατωρθωκότες, καὶ τῆς ἀθανάτου διατριβῆς· τότε λοιπὸν εἰς τὸν περὶ τούτων ἐμβάλλει λόγον, ἵνα ταῖς χρησταῖς ἐλπίσιν ἀναπνεύσας καὶ ῥᾴων γενόμενος ὁ ἀκροατὴς, μετὰ πλείονος αὐτὸν καταδέξηται τῆς προθυμίας, ἐνακμάζοντα τὸν φόβον ἔχων τῆς κρίσεως, καὶ γαυριωμένην τὴν ψυχὴν ταῖς τῶν ἀποκειμένων ἀγαθῶν προσδοκίαις.

Ὁ γὰρ περὶ ἀναστάσεως δυνάμενος φιλοσοφεῖν, καὶ μεταστήσας ἑαυτὸν ὅλον πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲν ἡγήσεται τὰ παρόντα εἶναι, οὐ πλοῦτον, οὐκ εὐπορίαν, οὐ χρυσίον, οὐκ ἄργυρον, οὐχ ἱματίων περιβολὴν, οὐ τρυφὴν, οὐ τραπέζας πολυτελεῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ὁ δὲ ταῦτα μηδὲν εἶναι νομίζων, εὐκολώτερον τῆς τῶν πενήτων ἀνθέξεται προστασίας. Διὰ δὲ τοῦτο καὶ Παῦλος καλῶς προπαρασκευάσας αὐτῶν τὴν διάνοιαν τῇ περὶ τῆς ἀναστάσεως φιλοσοφίᾳ, τότε εἰσήγαγε τὴν παραίνεσιν.

Καὶ οὐκ εἶπε, Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς πτωχοὺς, οὐδὲ, τῆς εἰς τοὺς πένητας, ἀλλὰ, τῆς εἰς τοὺς ἁγίους· παιδεύων τοὺς ἀκούοντας καὶ τοὺς ἐν πενίᾳ θαυμάζειν, ὅταν εὐσεβεῖς ὦσι, καὶ τοὺς ἐν πλούτῳ διαπτύειν, ὅταν ἀρετῆς καταφρονῶσιν. Οἶδε γοῦν καὶ βασιλέα βέβηλον καλεῖν καὶ παράνομον, ὅταν ἐχθρὸς ᾖ τῷ Θεῷ, καὶ πτωχοὺς ἁγίους, ὅταν ἐπιεικεῖς ὦσι καὶ μέτριοι. Τὸν γοῦν Νέρωνα μυστήριον τῆς ἀνομίας καλεῖ, λέγων· Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· τούτους δὲ καὶ οὐδὲ τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, ἀλλ᾽ ἐκ τοῦ ἐπαιτεῖν τρεφομένους, ἁγίους ὠνόμασεν. Ἅμα δὲ κἀκείνους λανθανόντως ἐδίδασκε μὴ μέγα φρονεῖν, μηδὲ ἐπαίρεσθαι τῇ τῆς ἐντολῆς δόσει, ὡς εὐτελέσι τισὶ καὶ εὐκαταφρονήτοις παρέχοντας, ἀλλ᾽ εἰδέναι σαφῶς καὶ πείθειν ἑαυτοὺς, ὅτι τιμῆς ἀπολαύουσι μεγίστης, καταξιούμενοι κοινωνεῖν ταῖς ἐκείνων θλίψεσιν.

βʹ. Ἄξιον δὲ κἀκεῖνο ἐξετάζειν, τίνες εἰσὶν οὗτοι οἱ ἅγιοι· οὐδὲ γὰρ ἐνταῦθα αὐτῶν μέμνηται μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν οὕτω λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονήσων τοῖς ἁγίοις. Καὶ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσι, λιμοῦ προσδοκωμένου μεγάλου, τούτων αὐτῶν μεμνημένος τῶν ἁγίων φησί· Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισεν ἕκαστος πέμψαι πρὸς τοὺς πτωχοὺς τῶν ἁγίων ἐν Ἱερουσαλήμ.

Καὶ πάλιν, ὃ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Ἐπειδὴ δὲ διειλόμεθα, ἐγὼ μὲν τοὺς Ἕλληνας, ὁ δὲ Πέτρος τοὺς Ἰουδαίους, κοινῇ γνώμῃ συνεθέμεθα, φησὶν, ὥστε ἐν τοῖς πτωχοῖς μὴ εἶναι τὴν διαίρεσιν ταύτην. Ὅτε μὲν γὰρ ἐκήρυττον, ὁ μὲν τοῖς Ἰουδαίοις, ὁ δὲ τοῖς Ἕλλησιν ἐκήρυττον· ὅτε δὲ πενήτων προΐσταντο, οὐκέτι οὕτως, ὁ μὲν τῶν πενήτων τῶν Ἰουδαίων, ὁ δὲ τῶν πενήτων τῶν Ἑλλήνων μόνον· ἀλλὰ καὶ τῶν παρὰ Ἰουδαίοις πτωχευόντων ἕκαστος πολλὴν ἐποιεῖτο πρόνοιαν. Διὸ καὶ ἔλεγε, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

Τίνες οὖν εἰσιν οὗτοι, περὶ ὧν ἐνταῦθα διαλέγεται, καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ ἐν τῇ πρὸς Γαλάτας, ὑπὲρ ὧν καὶ Μακεδόνας παρεκάλεσεν; Οἱ τῶν Ἰουδαίων πένητες, οἱ ἐν Ἱεροσολύμοις καθήμενοι. Καὶ τίνος οὖν ἕνεκεν τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν; μὴ γὰρ οὐχὶ καὶ καθ᾽ ἑκάστην πόλιν ἦσαν πτωχοὶ καὶ πένητες; τί δήποτε οὖν πρὸς ἐκείνους πέμπει, καὶ πάντας ὑπὲρ αὐτῶν παρακαλεῖ;

Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ προσωποληψίᾳ χρώμενός τινι, ἀλλὰ χρησίμως καὶ συμφερόντως. Μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Ἐπειδὴ τὰ τῶν Ἰουδαίων μετέπεσε πράγματα, καὶ τὸν Ἰησοῦν σταυρώσαντες, τὴν φωνὴν ἐκείνην καθ᾽ ἑαυτῶν ἐκύρωσαν, λέγοντες, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, καὶ λοιπὸν ὑπὸ τὴν Ῥωμαίων ἐτέθησαν ἀρχὴν, οὔτε αὐτόνομοι ἦσαν, καθάπερ καὶ πρότερον, οὔτε καθόλου δοῦλοι, καθάπερ καὶ νῦν· ἀλλ᾽ ἐν τάξει συμμάχων ὄντες διετέλουν, φόρους μὲν τελοῦντες τοῖς βασιλεῦσιν ἑαυτῶν, καὶ τοὺς παρ᾽ ἐκείνων ἄρχοντας δεχόμενοι· πολλαχοῦ δὲ τοῖς ἰδίοις κεχρημένοι νόμοις, καὶ τοὺς παρ᾽ αὐτοῖς ἁμαρτάνοντας κατὰ τὰ πάτρια κολάζοντες νόμιμα. Καὶ ὅτι μὲν φόρους ἐτέλουν Ῥωμαίοις, δῆλον ἐξ ὧν πειράζοντες τὸν Ἰησοῦν, φησὶν, ἠρώτων, Διδάσκαλε, ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; ὅτε καὶ αὐτὸς δεῖξαι κελεύσας αὐτοῖς νόμισμα, εἶπεν, Ἀπόδοτε, λέγων, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ὁ Λουκᾶς δὲ καὶ ὅτι στρατηγοὺς καὶ χιλιάρχους εἶχε τὸ ἱερὸν, λέγει. Τὸ μὲν οὖν ὑποκεῖσθαι τοὺς Ἰουδαίους Ῥωμαίοις, οὐ μικρὰ ταῦτα δείγματα· ὅτι δὲ καὶ οἰκείοις ἐκέχρηντο νόμοις, δῆλον ἐκεῖθεν· Τὸν Στέφανον ἐλίθασαν, οὐκ εἰς δικαστήριον ἀγαγόντες· τὸν Ἰάκωβον ἀπέκτειναν τὸν ἀδελφὸν τοῦ Κυρίου· τὸν Χριστὸν αὐτὸν ἐσταύρωσαν, καίτοι τοῦ δικαστοῦ συγχωρήσαντος καὶ ἀφέντος πάσης αὐτὸν κατηγορίας.

Διὰ γὰρ τοῦτο καὶ τὰς χεῖρας ἐνίψατο, λέγων· Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. Καὶ ἐπειδὴ σφόδρα ἐπικειμένους εἶδεν, αὐτὸς μὲν τὴν ψῆφον οὐκ ἐξήνεγκεν, ἀλλ᾽ ἀπέστη· ἐκεῖνοι δὲ οἰκείᾳ χρησάμενοι τυραννίδι τὸ πᾶν μετὰ ταῦτα εἰργάσαντο· καὶ Παύλῳ δὲ πολλάκις ἐπέθεντο.

Ἐπεὶ οὖν τοῖς ἑαυτῶν ἐκέχρηντο δικαστηρίοις, ἐκ τούτων συνέβαινε τοὺς ἐξ αὐτῶν πιστεύοντας χαλεπώτερα τῶν ἄλλων ἁπάντων πάσχειν κακά. Ἐν μὲν οὖν ταῖς ἄλλαις πόλεσι καὶ δικαστήρια καὶ νόμοι καὶ ἄρχοντες ἦσαν, καὶ οὐκ ἐξῆν τοῖς Ἕλλησι τοὺς ἐξ αὐτῶν ἀποπηδῶντας οἰκείᾳ τυραννίδι ἢ σφάττειν ἢ λιθάζειν, ἢ ἄλλο τι τοιοῦτον διατιθέναι αὐτοὺς κακόν· ἀλλ᾽ εἴ τις ἑάλω τοιοῦτόν τι τολμῶν παρὰ τὴν τῶν δικαζόντων ψῆφον, καὶ αὐτὸς ἐκολάζετο· παρὰ δὲ τοῖς Ἰουδαίοις μετὰ πολλῆς ταῦτα συγκεχώρητο τῆς ἐξουσίας. Διὰ δὴ τοῦτο πάντων δεινότερον ἔπασχον οἱ ἐξ ἐκείνων πιστεύοντες, ὥσπερ ἐν μέσοις ἀπειλημμένοι λύκοις, καὶ οὐδένα τὸν ἐξαιρούμενον ἔχοντες. Οὕτω γοῦν καὶ τὸν Παῦλον ἐμαστίγουν πολλάκις· καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην.

Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, γράφων πρὸς Ἑβραίους ὁ Παῦλός φησιν· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες.

Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες κρείττονα ὕπαρξιν ἔχειν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ Θεσσαλονικέας δὲ παρακαλῶν, τούτους εἰς μέσον ἤγαγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τοιαῦτα ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἐπεὶ οὖν πάντων χαλεπώτερα ἔπασχον, καὶ οὐ μόνον οὐκ ἠλεοῦντο, ἀλλὰ καὶ τὰ ὄντα ἀφῃροῦντο ἅπαντα, καὶ ἤγοντο καὶ ἐφέροντο, καὶ πάντοθεν ἠλαύνοντο, εἰκότως τοὺς πανταχόθεν ἐπὶ τὴν ἐκείνων ἀντίληψιν διεγείρει. Καὶ ἐνταῦθα πάλιν ὑπὲρ τούτων αὐτῶν παρακαλεῖ Κορινθίους, λέγων· Περὶ δὲ τῆς λογίας εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.