Κατὰ τὴν ἡμέραν ταύτην τὸ πάσης ἐργασίας ἀφίστασθαι, τὸ φαιδροτέραν γίνεσθαι τὴν ψυχὴν ἐκ τῆς ἀνέσεως, τὸ δὲ πάντων μεῖζον, τὸ μυρίων ἡμᾶς κατ᾽ αὐτὴν ἀπολελαυκέναι καλῶν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ κατελύθη ὁ θάνατος, ἐσβέσθη ἡ κατάρα, ἁμαρτία ἠφανίσθη, ᾅδου πύλαι συνεκλάσθησαν, καὶ δέσμιος ὁ διάβολος γέγονε, καὶ ὁ χρόνιος ἀνῃρήθη πόλεμος, καὶ καταλλαγαὶ Θεοῦ πρὸς ἀνθρώπους ἐγένοντο· καὶ πρὸς τὴν προτέραν, μᾶλλον δὲ πρὸς πολλῷ μείζονα ἐπανῆλθεν εὐγένειαν ἡμῶν τὸ γένος, καὶ τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἐπεῖδε θέαμα ἥλιος, ἄνθρωπον ἀθάνατον γεγενημένον. Τούτων δὲ πάντων ἡμᾶς ἀναμνῆσαι βουλόμενος, καὶ τῶν τοιούτων, τὴν ἡμέραν εἰς μέσον ἤγαγε, μονονουχὶ συνήγορον αὐτὴν λαμβάνων, καὶ πρὸς ἕκαστον λέγων· Ἐννόησον πόσων καὶ ἡλίκων ἀπέλαυσας ἀγαθῶν κατὰ τὴν ἡμέραν ταύτην, ἄνθρωπε· πόσων ἀπηλλάγης κακῶν· τίς ὢν τὸ πρότερον, τίς ἐγένου μετὰ ταῦτα. Εἰ δὲ τὰς γενεθλίους ἡμῶν ἡμέρας, πολλοὶ δὲ τῶν οἰκετῶν κἀκείνας, ἐν αἷς ἠλευθερώθησαν, μετὰ πολλῆς ἄγουσι τῆς τιμῆς, καὶ οἱ μὲν συμπόσια ποιοῦνται, οἱ δὲ ἐλεύθεροι καὶ δῶρα δωροῦνται, πολλὰ τὸν καιρὸν τιμῶντες· πολλῷ μᾶλλον ἡμᾶς χρὴ τιμᾷν τὴν ἡμέραν ταύτην, ἣν οὐκ ἄν τις ἁμάρτοι τῆς ἀνθρωπίνης φύσεως ἁπάσης γενέθλιον προσειπών. Ἀπολωλότες γὰρ ἦμεν, καὶ εὑρέθημεν· νεκροὶ, καὶ ἀνεζήσαμεν· ἐχθροὶ, καὶ κατηλλάγημεν.