Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντική μέριμνα και διαφάνεια στη διαχείριση της λογίας

Οι μέθοδοι του Αποστόλου Παύλου για τη διευκόλυνση της εισφοράς, η αποφυγή υπονοιών στη διαχείριση των ιερών χρημάτων και οι όροι συμμετοχής του στη μεταφορά τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Καὶ σκόπει πόσοις ἐπεχείρησε κεφαλαίοις τὸ βαρὺ τοῦ πράγματος ἐπιτεμνόμενος. Ἐνὶ μὲν καὶ πρώτῳ, τῷ μὴ παρ᾽ ἑνὸς καὶ δύο ἢ τριῶν, ἀλλὰ παρὰ πάσης αὐτὸ κελεῦσαι εἰσενεχθῆναι τῆς πόλεως. Λογία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ συλλογὴ καὶ ἔρανος παρὰ πάντων ἐπιδιδόμενος. Δευτέρῳ, τῷ τῶν λαμβανόντων ἀξιώματι· οὐ γὰρ εἶπε, Πτωχοὺς, ἀλλ᾽ Ἁγίους. Τρίτῳ, τῷ παραδείγματι τῶν ἤδη πεποιηκότων· Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.

Πρὸς τούτοις, τῇ τῆς ἡμέρας εὐκαιρίᾳ· Κατὰ μίαν γὰρ, φησὶ, σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων. Πέμπτῳ, τῷ μὴ πᾶσαν ὑφ᾽ ἓν κελεῦσαι εἰσενεχθῆναι τὴν ἐλεημοσύνην· ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρόν. Οὐ γάρ ἐστιν ἴσον ἐν ἡμέρᾳ μιᾷ κελεύειν τὸ εἰσφέρειν, καὶ ἐν τοσούτῳ κατακερματίζειν αὐτὸ χρόνῳ· τὸ γὰρ τοιοῦτον οὐδὲ αἴσθησιν παρέχει δαπάνης. Ἕκτῳ, τῷ μὴ μέτρον ὁρίσαι, ἀλλ᾽ ἐπιτρέψαι τῇ γνώμῃ τῶν εἰσφερόντων, καὶ δεῖξαι παρὰ Θεοῦ τοῦτο διδόμενον· τῷ γὰρ εἰπεῖν, Ὅ τι ἂν εὐοδῶται, ἀμφότερα ταῦτα ἐδήλωσε. Προσέθηκε καὶ ἕβδομον ἕτερον τρόπον εἰπὼν, Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὁμοῦ τε γὰρ αὐτοὺς καὶ κατεπείγει προσδοκῶντας αὐτοῦ τὴν παρουσίαν, καὶ παραμυθεῖται, προθεσμίαν αὐτοῖς πολλὴν παρέχων.

Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ὄγδοον προσέθηκεν ἕτερον. Ποῖον δὲ τοῦτο; Ἐπειδὰν δὲ, φησὶ, παραγένωμαι, οὓς ἂν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν· καὶ ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ὅρα τὸ ἄτυφον καὶ ἐπιεικὲς τῆς μακαρίας καὶ γενναίας ἐκείνης ψυχῆς, καὶ τὸ κηδεμονικὸν καὶ φιλόστοργον. Οὐ γὰρ ἠθέλησεν αὐτὸς, οὐδὲ ἠνέσχετο τοὺς διακονησομένους τοῖς χρήμασι τούτους χειροτονῆσαι ἐξ οἰκείας γνώμης· ἀλλ᾽ ἐκείνοις τὴν αἵρεσιν τούτων ἐπέτρεψε, καὶ οὐκ ἐνόμιζεν ὕβριν εἶναι τὸ πρᾶγμα, εἰ τῇ Κορινθίων ψήφῳ καὶ γνώμῃ, ἀλλὰ μὴ τῇ Παύλου μέλλοιεν οὕτω καθίστασθαι· τοὐναντίον μὲν οὖν αὐτῷ ἄτοπον εἶναι ἐφαίνετο, τὴν μὲν εἰσφορὰν ἐκείνων εἶναι, τὴν δὲ αἵρεσιν τῶν ὑπηρετησομένων αὐτοῦ. Διὰ τοῦτο αὐτοῖς τοῦτο ἐπέτρεψεν, ὁμοῦ τε τὴν ἐπιείκειαν ἐπιδεικνύμενος, ὁμοῦ τε πᾶσαν λαβὴν ἀναιρῶν καὶ σκιὰν ὑποψίας ἀτόπου. Εἰ γὰρ καὶ τοῦ ἡλίου λαμπρότερος ἦν, καὶ πάσης πονηρᾶς ὑποψίας ἀπηλλαγμένος, ἀλλ᾽ ὅμως καὶ οὕτως ἐκ περιουσίας ἐσπούδαζε καὶ τῶν ἀσθενεστέρων φείδεσθαι, καὶ τὰς ψευδεῖς ὑπονοίας διαφεύγειν. Διὰ τοῦτό φησιν· Ἐπειδὰν παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν. Τί λέγεις; σὺ δὲ οὐ πλεῖς, οὐδὲ δέχῃ τὰ χρήματα, ἀλλ᾽ ἑτέροις τὸ πρᾶγμα ἐπιτρέπεις;

Ἵν᾽ οὖν μὴ ταῦτα ἐννοοῦντες ῥᾳθυμότεροι γένωνται, ὅρα πῶς καὶ τοῦτο πάλιν διώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὓς ἐὰν δοκιμάσητε πέμψω, ἀλλὰ τί; Δι᾽ ἐπιστολῶν. Κἂν μὴ τῷ σώματι παρῶ, ἀλλὰ τοῖς γράμμασι παρέσομαι τοῖς ἐμοῖς, καὶ συναντιλήψομαι τῆς διακονίας ἐκείνοις.

εʹ. Ἆρα ἄξιοι τῆς σκιᾶς ἐσμεν τῆς τοῦ Παύλου, ἢ τῶν ὑποδημάτων ἐκείνου, ὅταν ἐκεῖνος μὲν τοσαύτην παρὰ πᾶσι δόξαν ἔχων διακρούηται τὰς παρὰ πάντων τιμὰς, ἡμεῖς δὲ καὶ ἀγανακτῶμεν, καὶ δυσχεραίνωμεν, ἂν μὴ τῇ ἡμετέρᾳ γνώμῃ, μηδὲ τῇ κρίσει καὶ τῇ ψήφῳ οἱ τὰ τοιαῦτα διακονούμενοι χρήματα χειροτονῶνται; ὅταν ὕβριν εἶναι νομίζωμεν τὸ μὴ μεθ᾽ ἡμῶν καὶ τῆς ἡμετέρας γνώμης τοὺς τὰ αὐτῶν δαπανῶντας τοῦτο ποιεῖν; Καὶ ὅρα πῶς ἑαυτοῦ πανταχοῦ μέμνηται, καὶ οὐδαμοῦ ἐπιλανθάνεται, οὐδὲ γὰρ ἐνταῦθα ἐντολὴν ἐκάλεσεν, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ, Χάριν· δεικνὺς, ὅτι καθάπερ νεκροὺς ἐγείρειν, καὶ δαίμονας ἐλαύνειν, καὶ λεπροὺς καθαίρειν, χάριτος ἔργον ἐστίν· οὕτω καὶ πενίαν διορθοῦν, καὶ τοῖς δεομένοις χεῖρα ὀρέγειν, καὶ πολλῷ μᾶλλον τοῦτο ἢ ἐκεῖνο· ἀλλ᾽ εἰ καὶ χάρις ἐστὶ, καὶ τῆς ἡμετέρας δεῖται σπουδῆς καὶ προθυμίας, ἵνα ἑλώμεθα καὶ βουληθῶμεν, καὶ τῆς χάριτος ἀξίους ἑαυτοὺς παρασκευάσωμεν.

Ἑνὶ μὲν οὖν τούτῳ παρεμυθήσατο, τῷ τὰ γράμματα αὐτοῦ πέμπειν μετ᾽ ἐκείνων· ἑτέρῳ δὲ μείζονι τοῦ προτέρου πάλιν, τῷ καὶ αὐτὸν ὑποσχέσθαι τῆς ἀποδημίας ταύτης κοινωνήσειν αὐτοῖς. Ἐὰν γὰρ ᾖ ἄξιον, φησὶ, τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Καὶ σκόπει κἀνταῦθα αὐτοῦ τὴν σύνεσιν.

Οὔτε γὰρ ἠρνήσατο συναπιέναι, οὔτε ὑπέσχετο καθάπαξ, ἀλλὰ πάλιν τῇ τῶν διδόντων γνώμῃ τοῦτο ἐπέτρεψε, καὶ κυρίους αὐτοὺς ἐποίησε τῆς ἀποδημίας τῆς ἑαυτοῦ, ἐνδειξάμενος ὅτι εἰ δαψιλὲς εἴη τὸ δεδομένον καὶ τοσοῦτον ὡς καὶ αὐτὸν διαναστῆσαι, πάντως ἅψεται τῆς ὁδοῦ. Τὸ γὰρ εἰπεῖν, Ἐὰν ᾖ ἄξιον, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ μὲν οὖν καθόλου τὴν ἀποδημίαν ταύτην ἠρνήσατο, ἀθυμοτέρους ἂν ἐποίησε καὶ ὀκνηροτέρους αὐτούς· πάλιν εἰ ἀμφιβόλως ὡμολόγησε καὶ ὑπέσχετο, ῥᾳθυμοτέρους ἂν εἰργάσατο.