Οὐδὲ γὰρ ἂν, εἰ μὴ μέγα ἦν τὸ πρᾶγμα καὶ πολλῆς ἄξιον σπουδῆς, ὁ τὴν οἰκουμένην πᾶσαν ἐγχειρισθεὶς, καὶ τὰς ὑφ᾽ ἡλίῳ κειμένας μεριμνῶν Ἐκκλησίας, ὑπέσχετο τῇ τῶν χρημάτων οἰκονομίᾳ διακονήσασθαι τούτων. Ταῦτ᾽ οὖν καὶ ἡμεῖς λογιζόμενοι, ἄν τε δοῦναι δέῃ, ἄν τε παρέχουσιν ἑτέροις ὑπηρετεῖν, μὴ κατοκνῶμεν, μηδὲ ἀθυμῶμεν, ὡς τῆς οὐσίας ἡμῖν ἐλαττουμένης. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον τὰ σπέρματα καταβάλλοντα, καὶ τὰ ὄντα κενοῦντα, μὴ δάκνεσθαι, μηδὲ ἀλγεῖν, μηδὲ ἀνάλωμα νομίζειν εἶναι τὸ γινόμενον, ἀλλὰ κέρδος καὶ πρόσοδον, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης· σὲ δὲ οὐκ ἐπὶ τοιούτοις, ἀλλ᾽ ἐπὶ πολλῷ μείζοσι σπείροντα, καὶ αὐτῷ μέλλοντα τὸ ἀργύριον ἐγχειρίζειν τῷ Χριστῷ, ἀναδύεσθαι, καὶ ναρκᾷν, καὶ πενίαν προβάλλεσθαι; Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς κελεῦσαι τῇ γῇ χρυσίον ἀπηρτισμένον ἐκβαλεῖν; Ὁ γὰρ εἰπὼν, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ δείξας αὐτὴν ἐξαίφνης κομῶσαν, ἠδύνατο κελεῦσαι καὶ πηγὰς καὶ ποταμοὺς χρυσίου ῥεῦσαι πάντοθεν. Ἀλλ᾽ οὐκ ἠθέλησεν, ἀλλ᾽ ἀφῆκεν εἶναι πολλοὺς ἐν πτωχείᾳ, διά τε τὸ ἐκείνοις, διά τε τὸ σοὶ συμφέρον.