Ἀλλ᾽ ἐγὼ πατρῷον ἔχω κλῆρον, φησίν. Ἐπεὶ οὖν οὗτος πένης ἐστὶ, καὶ ἐκ πενήτων, καὶ οὐκ ἔσχε προγόνους εὐπόρους, ἀπόλλυσθαι δίκαιος, εἰπέ μοι; Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐλεεῖσθαι καὶ κατοικτείρεσθαι ἄξιος ἂν εἴη παρὰ τῶν ἐχόντων. Σὺ μὲν γὰρ πολλάκις διημερεύων τὴν ἡμέραν ἐν θεάτροις, ἢ ἐν συνεδρίοις καὶ συλλόγοις οὐδὲν ἔχουσι κέρδος, καὶ μυρίοις λέγων κακῶς, οὐδὲν ἡγῇ ποιεῖν δεινὸν, οὐδὲ ἀργεῖν τὸν δὲ ἄθλιον τοῦτον καὶ ταλαίπωρον πᾶσαν ἀναλίσκοντα τὴν ἡμέραν ἐν ἱκετηρίαις, ἐν δάκρυσιν, ἐν μυρίᾳ ταλαιπωρίᾳ, κρίνεις, καὶ εἰς δικαστήριον ἕλκεις, καὶ εὐθύνας ἀπαιτεῖς; Καὶ ποῦ ταῦτα γνώμης ἀνθρωπίνης, εἰπέ μοι; Ὥστε ὅταν λέγῃς, Τί οὖν ἐροῦμεν τῷ Παύλῳ; μὴ τοῖς πένησιν, ἀλλὰ καὶ σαυτῷ διαλεγόμενος ταῦτα λέγε. Ἄλλως δὲ, μὴ τὴν ἀπειλὴν ἀναγίνωσκε μόνον, ἀλλὰ καὶ τὴν συγγνώμην· ὁ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, προσέθηκεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες. Ἀλλὰ τίς αὐτῶν ἡ εὐπρόσωπος πρόφασις· Δραπέται τινές εἰσι, φησὶ, καὶ ξένοι, καὶ μαστιγίαι, καὶ τὰς αὐτῶν ἀφέντες πατρίδας, εἰς τὴν ἡμετέραν πόλιν συῤῥέουσι. Διὰ τοῦτο οὖν ἀγανακτεῖς, εἰπέ μοι, καὶ τὸν στέφανον τῆς πόλεως διατίλλεις, ὅτι κοινὸν λιμένα πάντες αὐτὴν εἶναι νομίζουσι, καὶ τῆς ἐνεγκούσης τὴν ἀλλοτρίαν προτιθέασι;