Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ προσωποληψίᾳ χρώμενός τινι, ἀλλὰ χρησίμως καὶ συμφερόντως. Μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Ἐπειδὴ τὰ τῶν Ἰουδαίων μετέπεσε πράγματα, καὶ τὸν Ἰησοῦν σταυρώσαντες, τὴν φωνὴν ἐκείνην καθ᾽ ἑαυτῶν ἐκύρωσαν, λέγοντες, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, καὶ λοιπὸν ὑπὸ τὴν Ῥωμαίων ἐτέθησαν ἀρχὴν, οὔτε αὐτόνομοι ἦσαν, καθάπερ καὶ πρότερον, οὔτε καθόλου δοῦλοι, καθάπερ καὶ νῦν· ἀλλ᾽ ἐν τάξει συμμάχων ὄντες διετέλουν, φόρους μὲν τελοῦντες τοῖς βασιλεῦσιν ἑαυτῶν, καὶ τοὺς παρ᾽ ἐκείνων ἄρχοντας δεχόμενοι· πολλαχοῦ δὲ τοῖς ἰδίοις κεχρημένοι νόμοις, καὶ τοὺς παρ᾽ αὐτοῖς ἁμαρτάνοντας κατὰ τὰ πάτρια κολάζοντες νόμιμα. Καὶ ὅτι μὲν φόρους ἐτέλουν Ῥωμαίοις, δῆλον ἐξ ὧν πειράζοντες τὸν Ἰησοῦν, φησὶν, ἠρώτων, Διδάσκαλε, ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; ὅτε καὶ αὐτὸς δεῖξαι κελεύσας αὐτοῖς νόμισμα, εἶπεν, Ἀπόδοτε, λέγων, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ὁ Λουκᾶς δὲ καὶ ὅτι στρατηγοὺς καὶ χιλιάρχους εἶχε τὸ ἱερὸν, λέγει. Τὸ μὲν οὖν ὑποκεῖσθαι τοὺς Ἰουδαίους Ῥωμαίοις, οὐ μικρὰ ταῦτα δείγματα· ὅτι δὲ καὶ οἰκείοις ἐκέχρηντο νόμοις, δῆλον ἐκεῖθεν· Τὸν Στέφανον ἐλίθασαν, οὐκ εἰς δικαστήριον ἀγαγόντες· τὸν Ἰάκωβον ἀπέκτειναν τὸν ἀδελφὸν τοῦ Κυρίου· τὸν Χριστὸν αὐτὸν ἐσταύρωσαν, καίτοι τοῦ δικαστοῦ συγχωρήσαντος καὶ ἀφέντος πάσης αὐτὸν κατηγορίας.