Περὶ ἐλεημοσύνης. Φησὶν ἡ θεία Γραφὴ, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ὅρα τίνα χρεωφειλέτην κτῶνται οἱ ἐλεήμονες, πῶς μέγαν, πῶς εὔπορον. Ἀνθρώπῳ μὲν ἐὰν δανείσῃς ἢ χρυσίον, ἢ ἀργύριον, ἢ σῖτον, ποιεῖς γραμματεῖον, καὶ τὴν χεῖρα τὴν δεδομένην δεσμεύεις τοῖς γράμμασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο, ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς καὶ τῷ πένητι, καὶ ὁ Θεὸς προσκαλεῖται καὶ προσφωνεῖ ἀπολαβεῖν τὰ δάνεια, ἃ ἐδάνεισας τῷ πένητι· σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχὶ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας λέγων λέγει, καὶ ἐλάττων πολλοῖ. Ὁμοίως καὶ ὁ ἀγοράζων, ὀλίγον μὲν ἔρχεται διδόναι, περισσότερον δὲ ὁ πωλῶν· καὶ οὕτως εἰς μέσον τιμὴν στήσαντες τὰ σύμφορα πραγματεύονται. Καὶ ὅτε μετὰ τοσούτου κόπου κτήσῃ ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές· πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμος εὑρέθη, καὶ γίνεται διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις, οὐχ ὁδοιπορίας κόπους, οὐ καύσωνα, οὐ χαυνότητα, οὐ λύπην ἀποτυχίας, οὐδὲν τούτων. Ἔσω καθημένου σου εἰς τὴν οἰκίαν, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει σοι· Δὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμον ἱμάτιον, καὶ λάβε βασιλείαν οὐρανῶν. Πλὴν οὐκ ἀναγκάζει σε διδόναι ὃ οὐκ ἔχεις, ἀλλ᾽ ἐξ ὧν ἰσχύεις.