Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης
Η υπεροχή της ελεημοσύνης κατά την τελική Κρίση
Η εξέχουσα θέση της ελεημοσύνης έναντι των άλλων αρετών, όπως αποκαλύπτεται από τα κριτήρια της Δευτέρας Παρουσίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η υπεροχή της ελεημοσύνης κατά την τελική Κρίση
Η εξέχουσα θέση της ελεημοσύνης έναντι των άλλων αρετών, όπως αποκαλύπτεται από τα κριτήρια της Δευτέρας Παρουσίας.
Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· καὶ τὰ ἑξῆς. Ὅρα τί λέγει ὁ Ποιητὴς τοῦ κόσμου. Οὐ λέγει, Βασιλεὺς ἤμην, καὶ ἐφοβήθητέ με· οὐδὲ, Ἄρχων, καὶ ἐτιμήσατε· ἀλλὰ, Γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς, καὶ ἐπεσκέψασθέ με. Ὄντως οὐδὲν ἴσον τῆς ἐλεημοσύνης· πένης δαπανᾷ, καὶ ὁ Θεὸς ἀποδίδωσι. Δανεισάμενος ὁ Θεὸς ἀπὸ τῶν πενήτων καὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, οὐκ ἀποδίδωσι μόνον τὸ δάνειον, ἀλλὰ κληρονόμους αὐτοὺς ποιεῖ τοὺς δανειστὰς, λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ πότε, φησὶν, ἡτοιμάσθη; Ὅτε σὺ τοῖς πένησι τροφὰς καὶ ἐνδύματα παρεῖχες, ὅτε σὺ ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ εἰς τὸν οἶκόν σου ὑπεδέχου, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου· ὅτε σὺ ταῦτα ἐποίεις, ἐγώ σοι ταύτην τὴν βασιλείαν ἡτοίμαζον.
Ὅταν μέλλῃς ἐξέρχεσθαι τοῦ βίου, μὴ περιμένῃς τὴν ξενίαν αὐτῆς· οἰκοδεσπότης προσυπαντᾷ σοι λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, πῶς οὐδεμία ἀρετὴ συγκρίνεται αὐτῇ ἢ προτιμᾶται. Οὐκ εἶπε γὰρ, ὅτι Παρθενίαν ἐφυλάξατε, ἢ ὅτι δι᾽ ἐμὲ ἐνηστεύσατε· οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ μόνον, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη δὲ καὶ ἡ νηστεία, καὶ ἡ παρθενία, καὶ αἱ λοιπαὶ ἀρεταὶ, ἀλλ᾽ οὐδὲν ἴσον τῆς ἐλεημοσύνης. Πρόπεμψόν σου τὸν κόσμον εἰς τὸν ἐκεῖ κόσμον τὸν ἀτελεύτητον, καὶ εὑρήσῃ ἐν τῷ αἰῶνι ἐκείνῳ ταῦτα, ἅπερ ἐνταῦθα παρέχεις, καθὼς καὶ ὁ Κύριος λέγει· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν᾽, ὅταν ἐκλίπητε, ὑμᾶς δέξωνται εἰς τὰς αἰωνίους σκηνάς. Ὦ φιλία Δεσπότου, ἡ ἀσυνεσία πλουτούντων· αὐτὸς παρακαλεῖ, καὶ ὁ πλούσιος ὀδυνᾶται. Οὐ συνίης, ἄνθρωπε, τί ἐστι πρόνοια Θεοῦ; οὐκ ἠδύνατο δοῦναι καὶ τῷ πένητι χρήματα ὅσα δέδωκέ σοι, καὶ σὲ πλουτίσαι κἀκεῖνον Θεός; οὐκ ἠδύνατο ὄμβρους χρυσίου κατενέγκαι, καὶ τοὺς πένητας πλουτίσαι; μή σε ἔχει τιμῆσαι ὁ Θεὸς διὰ τὸν πλοῦτον; Νόησον τί σε μέλλει γενέσθαι· βλέπε ἐν τῷ τάφῳ τὰ γεγυμνωμένα ὀστᾶ· τί διαφέρεις ἐκεῖ πλούσιος, ἢ πένης; οὐ πάντες τέφρα; οὐ πάντες κόνις;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.