Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλεημοσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Η ισότητα των νεκρών και η εσχατολογική ανταπόδοση

Η ματαιότητα των εγκοσμίων διακρίσεων στον τάφο, η ταύτιση του Θεού με τους πτωχούς και η τελική παραβολή του θερισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

ποῦ ἐκεῖ βασιλεύς; ποῦ ἄρχων; ποῦ δυνάστης; ποῦ πένης; ὄντως πάντες ἴσοι νεκροὶ, καὶ ὀστέα ἕρποντα, πλῆθος σκωλήκων. Τί ὑπερηφανεῖς τὸν πένητα, τί βδελύσσῃ τὸν ἀσθενῆ; οὐ θεωρεῖ ὁ Θεὸς κἀκεῖνον, καὶ σέ; οὐκ ἔστι κἀκεῖνος ὁμοίωμά τι αὐτοῦ; Νόησον ὅτι αὐτὸν τὸν πένητα ὁ Θεὸς καλεῖ ἀδελφὸν, καὶ προτιμότερόν σου ποιεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὁ Θεὸς γὰρ ἄδικος οὐκ ἔστιν· οὐκ ἀποστερεῖ τὸν πένητα τὴν αἰώνιον ζωὴν, καὶ βασιλείαν τὴν ἐπουράνιον, εἴ γε ὑπομείνῃ τὴν πενίαν· σοὶ δὲ δύο παραδείσους οὐ δίδωσιν, ἐὰν μὴ προαναπέμψῃς ἐκ τοῦ Θεοῦ δοθέντων σοι χαρισμάτων. Ἐφ᾽ ὅσον γὰρ, φησὶν, οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, οὐδ᾽ ἐμοὶ ἐποιήσατε, Δεῦρο τοίνυν, ἀκούσωμεν, καὶ πλήρωσον τὰς κοιλίας τῶν πενήτων ἐξ ὧν σοι ὁ Θεὸς ἐχορήγησεν, ἵνα εὕρῃς ἐκεῖ τὰς ἀποθήκας σου γεμούσας. Εἰ γὰρ μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἅπαξ, πόσῳ μᾶλλον μακαριώτατος ὁ ἐν αὐτῇ κατοικεῖν ἀξιωθεὶς εἰς τοὺς ἀτελευτήτους αἰῶνας; Μή μοι λέγε, ὅτι οἱ πένητες ἄποροί εἰσι, καὶ οὐκ ἔχουσί τί μοι δοῦναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ ἐγγυητὴς αὐτῶν πλούσιός ἐστι.

Μὴ γὰρ τοὺς πένητας ἀπαίτησαι, ὁ Θεὸς δοῦναί σοι ἐκεῖνος ἀποδίδωσι καὶ τοῖς πένησι τὰς δωρεὰς, ὁ ἐνταῦθα τὴν ζωὴν ἡμῶν κυβερνῶν, καὶ ἐκεῖθεν ἡμᾶς διασώσει, εἴ γε ποιῶμεν τὰ ἀρεστὰ αὐτῷ. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ· κατὰ τὴν προαίρεσιν, λέγει. Ὅπου γὰρ ἀγαθὴ προαίρεσις, ἐκεῖ δαψιλὴς χορηγία. Φοβηθῶμεν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἀποστελεῖ ὁ οἰκοδεσπότης εἰς τὴν **ρίαν τοῦ σίτου, καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

Ὁ γὰρ οἰκοδεσπότης ὁ Κύριός ἐστιν, οἱ δὲ θερισταί εἰσιν οἱ ἄγγελοι, ὁ σῖτος δὲ οἱ δίκαιοι, τὸ δὲ ἄχυρον οἱ ἁμαρτωλοί. Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥριμος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν· μεθ᾽ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.