Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐλπίδος

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή της χριστιανικής ελπίδας και ο πνευματικός αγώνας

Η προσδοκία της ουράνιας μακαριότητας που ενισχύει τον χριστιανό, καθώς και η περιγραφή της πνευματικής άσκησης μέσα από τις αλληγορίες του γεωργού, του οικοδόμου, του οδοιπόρου, του ιατρού και του αθλητή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἅπαντες δὲ οὗτοι καὶ οἱ τούτων πλείονες καμάτους τε καὶ κινδύνους ὑπομένουσι διὰ τὴν πρὸς ὀλίγον φαινομένην ἐλπίδα· πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀνδρῶν δὴ λέγω καὶ γυναικῶν (οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ), οὐ τῇ τοῦ σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ διωγμούς τε καὶ λιμοὺς, νηστείαν τε καὶ ἀγρυπνίαν καὶ χαμευνίαν, καὶ τῶν ἄλλων ἀνεκδιηγήτων θλίψεων ἄμφω προθύμως ὑποφέροντες διὰ τὴν ἀκήρατον καὶ μακαρίαν ἐν οὐρανοῖς ἐλπίδα. Ἕκαστος οὖν στηκέτω τῷ ἰδίῳ ἔργῳ, καὶ ἐλπίδι τονούσθω· ὁ γεωργὸς τῆς πνευματικῆς ἀρούρας ἔμβαλε τῆς διδασκαλίας τὸ ἄροτρον εἰς τὸ δεκτὸν τῆς διανοίας χωρίον· εἶτα μετὰ τῶν προκαταβληθέντων τῶν αἱρετικῶν σπερμάτων, τὸ βλάστημα ἔξελε τῶν Ἰουδαϊκῶν καὶ Ἑλληνικῶν σοφισμάτων, ἵνα ἐκκαθάρας τὴν ψυχὴν, ἐπισπείρῃς τὰ τῆς πίστεως ἅγια σπέρματα, τὰ τῆς ἐλπίδος ἀγαλλιάματα, τὰ τῆς ἀγάπης γλυκάσματα Οὐ γὰρ μόνον τῷ Ἱερεμίᾳ ἔδωκεν ἐξουσίαν τοῦ κατασκάπτειν τὰ χείρονα, καὶ καταφυτεύειν τὰ κρείττονα, ἀλλὰ καὶ σοὶ ἐν τῷ λέγειν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ κατέστησά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.

Ἐκρίζου τοίνυν τὰ ἄγρια τῆς λαγνείας κινήματα, καὶ καταφύτευε τὰ ἅγια τῆς ἁγνείας μιμήματα· κατάσκαπτε τοῦ πονηροῦ φυτείαν, καὶ καταφύτευε τὴν τοῦ Χριστοῦ πολιτείαν· ἀπόλλυε τὰ φευκτὰ τῶν διδαγμάτων, στηλίτευε δὲ τὰ σπουδαῖα τῶν νοημάτων. Ὁ οἰκοδόμος, κατάσπα τὰ κακῶς οἰκοδομηθέντα ὑπὸ τῆς τοῦ διαβόλου μηχανῆς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἰνδάλματα, καὶ οἰκοδόμει ναὸν τοῦ Θεοῦ, τιθεὶς θεμέλιον Υἱὸν Χριστὸν τὸν ἀκρογωνιαῖον, ἐφ᾽ ὃν οἰκοδομεῖται τὰ τῆς δικαιοσύνης καλλιεργήματα. Ταῦτα πράττων, κἂν θλίβῃ, ὑπόμενε· κἂν διώκῃ, μὴ ἀπόκαμνε· κἂν λιμώττῃς, μὴ ἀπόφευγε· ἀλλὰ πάντα ὑπόμενε προθύμως διὰ τὴν ἐλπιζομένην ἐν τρυφῇ τοῦ παραδείσου ἀνάκτησιν.

Ὁδοιπόρος εἶ κατὰ τὸν λέγοντα, Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου· φεῦγε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν· λάμβανε τὴν βακτηρίαν τοῦ Πνεύματος δύο πράξεις ἐπιτελοῦσαν, τόν τε ἐγκαθήμενον ἐν τῇ ὁδῷ σκολιὸν δράκοντα ἀποκτείνουσαν, καὶ σέ ποτε ἐν τοῖς πειρασμοῖς ἐκλυόμενον καὶ καταπίπτοντα διαβαστάζουσαν. Φέρε τὸν πειρασμὸν προσφερόμενον· κἂν διψῇς, ἐπὶ τὴν ἀθάνατον πηγὴν τὸν Χριστὸν ἀνάτρεχε· κἂν πεινῇς, τὸν ἄρτον τὸν ζῶντα ἐπιζήτει, ἵνα μὴ ἀποκάμῃς, μηδὲ ἐνδῷς χαυνούμενος ταῖς ἡδοναῖς, ἀλλ᾽ ἐνδυναμοῦ ἀποβλέπων τὸ τέλος τῆς ὁδοῦ, ἐλπίζων τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἰσάγγελον ζωήν. Ὁ ἰατρὸς τῶν ψυχῶν ἔκτεμε τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὰ οἰδαίνοντα καὶ ἡλκωμένα πάθη τῆς ὑπερηφανίας, ἀπόπλυνε τὸν βόρβορον τῶν ἡδονῶν τῷ ὕδατι τῆς διδασκαλίας· θεράπευε τὰς ἐκ τῆς ἁμαρτίας ἐπιτεθείσας πληγὰς ταῖς ψυχαῖς τῶν ἀνθρώπων, οἴνῳ καὶ ἐλαίῳ χρώμενος κατὰ τὸν Κύριον· οἴνῳ στῦφε πρὸς τὸ μηκέτι χαυνούμενον ἐνδιδόναι ταῖς ἐπιθυμίαις, ἐλαίῳ δὲ λῦσον τοὺς πόνους τῆς ψυχῆς, καὶ τῶν προημαρτημένων πταισμάτων τὴν συγχώρησιν ταχεῖαν αὐτοῖς ὑπισχνούμενος.

Μὴ πρὸς τὰ χρηματικὰ κέρδη ἀποβλέπων παρίδῃς τὸν πένητα, μηδὲ πάλιν διὰ τὸν κατάπτυστον πλοῦτον παρίδῃς τὸν πλούσιον, ἀλλὰ πένητα καὶ πλούσιον ὁμοῦ παρακαλεῖ σωφρονεῖν. Μηδένα ἀπέλπιζε, μηδὲ τὸν ἄγαν ἁμαρτωλὸν, ἵνα μὴ τέλεον εἰς τὸν βυθὸν τῆς ἁμαρτίας αὐτοὺς ῥίψωμεν, ἀλλὰ δίδου χεῖρα τῷ πεπτωκότι λέγων· Οὐκ ἦλθεν ὁ Κύριος σῶσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς· ἵνα πρόθυμοι γενόμενοι, ἐκκλίναντες ἀπὸ τοῦ κακοῦ ποιήσωσι τὸ ἀγαθὸν καὶ σωθῶσι. Πάντα πρᾶττε διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, τρεφόμενος τῇ ἐλπίδι τῶν σωζομένων, καὶ τῇ παρὰ Θεῷ ἐλπιζομένῃ ἀγαλλιάσει. Ὡς ἀθλητὴς, νομίμως ἄθλησον· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τοὺς ἀσκητικοὺς πόνους στέργε, τοὺς διαβολικοὺς βρόχους φεῦγε. Ἴδε Παῦλον καὶ τρέχοντα καὶ πυκτεύοντα καὶ παλαίοντα. Οὕτω τρέχω, φησὶν, ἵνα καταλάβω· οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων· ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα, μήπως ἐγὼ ὁ κηρύξας, αὐτὸς ἀδόκιμος ἔσωμαι.