Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἐπιστροφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η πληρότητα της θείας χάριτος στο μυστήριο του βαπτίσματος

Παρέχεται η διαβεβαίωση ότι τα βαπτίσματα που τελέστηκαν κατά την απουσία του ποιμένα είναι πλήρη σε χάρη, καθώς η ενέργεια του Θεού δεν εξαρτάται από τα πρόσωπα των λειτουργών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ πολλοὶ καὶ ἐβαπτίσθησαν μὴ παρόντος σου. Καὶ τί τοῦτο; Οὐδὲν ἔλαττον ἔχει ἡ χάρις, οὐ χωλεύει ἡ δωρεά. Παρόντος ἐμοῦ οὐκ ἐβαπτίσθησαν, ἀλλὰ παρόντος τοῦ Χριστοῦ ἐβαπτίσθησαν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ βαπτίζων; ἄνθρωπος τὴν δεξιὰν δανείζει, Θεὸς τὴν χεῖρα κινεῖ· μὴ ἀμφίβαλλε περὶ τῆς χάριτος, ἀγαπητέ. Διὰ τί; Ἐγὼ λέγω· τὸ βάπτισμα δῶρόν ἐστιν.

Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ὥσπερ ἐὰν πράξῃς δέησιν καὶ λάβῃς αὐτὴν ὑπογεγραμμένην, οὐ περιεργάζῃ εἰς ποῖον κάλαμον ἔγραψεν ὁ βασιλεύς, οὐδὲ εἰς ποῖον χάρτην οὐδὲ εἰς ποῖον μέλανα, (f. 390v) ἀλλ᾽ ἓν μόνον ζητεῖς εἰ ὁ βασιλεὺς ὑπέγραψεν, οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος χάρτης τὸ συνειδός, κάλαμος ἡ γλῶσσα τοῦ ἱερέως, χείρ ἐστιν τοῦ Πνεύματος ἡ χάρις. Εἴτε οὖν δι᾽ ἐμοῦ, εἴτε οὖν δι᾽ ἐκείνου, ἡ αὐτὴ χεὶρ γράφει.

Ἡμεῖς ὑπηρέται ἐσμέν, οὐκ αὐθένται· καὶ Παῦλος ὑπηρέτης ἐστίν· «Οὕτω, φησίν, ἡμᾶς ἄνθρωπος λογιζέσθω ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ». «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἴ τι ἔχω, ἔλαβον· εἰ καὶ ἔλαβον, οὐκ ἐμόν, ἀλλὰ τοῦ δεδωκότος τὸ δῶρον· μὴ τοίνυν, ἀμφίβαλλε ἀγαπητέ. Ἡ χάρις ἀπηρτισμένη, ὁ τόπος οὐκ ἐκώλυσεν, εἴτε ἐν πλοίῳ· ὁ Φίλιππος ἐν ὁδῷ ἐβάπτισεν, ὁ Παῦλος ἐν δεσμωτηρίῳ, ὁ Χριστὸς τὸν λῃστὴν εἰς παράδεισον εἰσήγαγεν.