Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ γνώσεως θεοῦ καὶ εἰς τὰ ἅγια θεοφάνια

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της εορτής των Θεοφανίων και η χάρις του Ιορδάνου

Εξαίρεται η σημασία του φωτισμού που καταργεί το σκότος, σκιαγραφώντας παράλληλα την πνευματική πορεία από το σπήλαιο της Βηθλεέμ στα παράδοξα γεγονότα της Βαπτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Καὶ λάβε τοῦ λόγου τὴν ἀπόδειξιν. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ, ἡνίκα τοὺς μαθητὰς ἠρώτα, λέγων· Τίνα με οἱ ἄνθρωποι λέγουσιν εἶναι; Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ οὐράνιος, οὐχ ὁ νομιζόμενος ἐπίγειος. Εἶπες τὸν μακαρισμὸν, δὸς τὴν χάριν τῆς βασιλείας τῶν οὐρανῶν. Εἶδες τὴν χάριν ἑπομένην τῷ λόγῳ; Καὶ ἀρτίως δὲ ἐν τοῖς καταγνωσθεῖσιν ἡμῖν μακαρισμοῖς ἀκηκόαμεν ἕκαστον αὐτῶν τὴν χάριν κατάλληλον ἔχοντα. Ἐπανέλθωμεν δὲ ἐπὶ τὴν προκειμένην τῆς παρούσης ἑορτῆς ὑπόθεσιν. Βασιλέως γὰρ ἐπιγείου παρουσία χαρὰν καὶ εὐφροσύνην τοῖς παροῦσι δωρεῖσθαι εἴωθε· βασιλέως δὲ ἐπουρανίου ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν παραγινομένου ἐνταῦθα, οὐ μόνον ἡμεῖς οἱ παρόντες ἀγαλλιώμεθα, ἀλλὰ καὶ πᾶσα ἡ γῆ εὐφραίνεται. Εἰ γὰρ ἡλίου ἀνατέλλοντος πᾶν τὸ ὑποκείμενον φωτίζεται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, πῶς οὐχὶ πᾶσα ψυχὴ φωτισθήσεται ἐν τῇ φωτοφόρω ταύτῃ νυκτὶ, περὶ ἧς ὁ προφήτης Δαυῒδ ἁγίῳ Πνεύματι βλέπων ἔλεγεν· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· καὶ πάλιν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται; ὥσπερ γὰρ τὸ σκότος αὐτῆς ὁρᾶται τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς, οὕτω τὸ φῶς αὐτῆς φαίνεται τοῖς τῆς ψυχῆς ὄμμασιν. Ὢ φωτοφόρου καὶ θαυμαστῆς νυκτὸς πάσης ἡμέρας φωτεινοτέρας.

Πᾶσαν μὲν ἡμέραν διαδέχεται νὺξ, αὐτὴν δὲ τὴν φωτοφόρον νύκτα νὺξ οὐ διαδέχεται· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μὴ τῷ γράμματι πρόσεχε, ἀλλὰ τῷ πνεύματι κατανόει. Φῶς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός· νὺξ δὲ τὰ τοῦ σκότους ἔργα.

Ὅταν οὖν φωτισθῇς τὴν ἐν σκότει ψυχὴν τῷ παρόντι φωτὶ, οὐκέτι σκότους ἔργα καταλαμβάνειν σε δύναται· διὰ γὰρ τοῦτο παρεγένετο τὸ φῶς, ἵνα τὸ σκότος φυγαδεύσῃ· παρεγένετο ἡ ζωὴ, ἵνα τὸν θάνατον καταργήσῃ· καὶ πρῶτον ποιμένας δι᾽ ἀγγέλων εὐαγγελίζεται, οὐχ ἵνα τοῖς λόγοις ἀνάθωνται τὰ θαύματα, ἀλλ᾽ ἵνα ἀφορμὴν λαβόντες τῶν λογικῶν προβάτων ποιμένες τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τοῖς λαοῖς εὐαγγελίσωνται.

Ἐν τῷ ἁγίῳ τόπῳ τῆς Βηθλεὲμ τὴν ὀφειλομένην προσκύνησιν ἀποδοῦναι ἐσπεύσαμεν τῷ πάντων ἡμῶν Δεσπότῃ Θεῷ τῷ δι᾽ ἡμᾶς ἐνανθρωπῆσαι καταξιώσαντι. Καὶ γὰρ αὐτὸς ἐπὶ τῆς γῆς ὤφθη, διὰ τὴν ἡμετέραν σωτηρίαν ἐξ οὐρανοῦ καταβὰς, οὐκ ἔρημα τῆς ἑαυτοῦ παρουσίας τὰ ἐκεῖσε καταλείψας· Τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, φησὶν ὁ Ἡσαΐας· καὶ πάλιν ὁ Δαυΐδ· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.

Οὔπω ἐπὶ γῆς γέγονεν ἐνανθρωπήσας, καὶ ἤδη τὴν ἐν ᾅδῃ παρουσίαν μηνύει ὁ προφήτης. Οὐ μέγα οὖν, εἰ καὶ ἡμεῖς ἀπὸ τῆς πόλεως τὸ μικρὸν τοῦτο διάστημα διανύσαντες ἤλθομεν ἐπὶ τὸν τόπον τοῦτον προσκυνῆσαι Ἴωμεν πάλιν καὶ πρὸς τὸν Ἰορδάνην ὀψόμενοι τὰ ἐν αὐτῷ τελούμενα μυστήρια, πῶς ἐθεάσατο τὸν ἴδιον Δεσπότην ἡ θάλασσα καὶ ἔφυγεν, Ὁ δὲ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ἴδωμεν πάλιν καὶ τὸν Ἰωάννην βαπτίζοντα τὸν Αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸν Πατέρα ἄνωθεν μαρτυροῦντα τὴν τοῦ ἰδίου Υἱοῦ παράδοξον συγκατάβασιν, καὶ τὸ συγγενὲς Πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ μένον ἐπὶ τὸν μαρτυρούμενον.

Ὦ παραδόξου βασιλέως παράδοξα θαύματα! πῶς ἡ πηλίνη χεὶρ ἁψαμένη τῆς τοῦ παντὸς κόσμου κορυφῆς οὐκ ἐφλέχθη; τίς εἶδεν, ἢ τίς ἤκουσέ ποτε χόρτον πυρὶ προσψαύοντα, καὶ ἐκ τοῦ πυρὸς βλάβην μὴ καταδεχόμενον.