Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἱερωσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Γ΄: Το φρικτό μυστήριο της ιερωσύνης και το ύψος της διακονίας

Περιγραφή της ιερωσύνης ως λειτουργήματος ανώτερου της κοσμικής εξουσίας. Αντιπαραβάλλεται η παλαιά με την καινή λατρεία και εξαίρεται το μεγαλείο της θείας Ευχαριστίας και η εξουσία του δεσμείν καί λύειν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 12

ΛΟΓΟΣ Γʹ αʹ. Ὅτι οἱ ὑπονοήσαντες δι᾽ ἀπόνοιαν παρῃτῆσθαι ἡμᾶς τὴν ἑαυτῶν ὑπόληψιν ἔβλαψαν Τῆς μὲν οὖν ὕβρεως ἕνεκεν τῆς εἰς τοὺς τετιμηκότας, καὶ ὅτι αὐτοὺς οὐ καταισχῦναι βουλόμενοι ταύτην ἐφύγομεν τὴν τιμήν, ταῦτα ἂν ἔχοιμεν λέγειν ἅπερ εἰρήκαμεν· ὅτι δὲ οὐδὲ ὑπὸ ἀπονοίας τινὸς φυσηθέντες, καὶ τοῦτο νῦν εἰς δύναμιν τὴν ἐμὴν πειράσομαί σοι ποιῆσαι φανερόν. Εἰ μὲν γὰρ στρατηγίας ἡμῖν ἢ βασιλείας αἵρεσις προὔκειτο, εἶτα ταύτην εἶχον τὴν γνώμην, εἰκότως ἄν τις τοῦτο ὑπέλαβεν, ἢ τότε μὲν ἀπονοίας οὐδείς, ἀνοίας δὲ πάντες ἂν ἡμᾶς ἔκριναν. Ἱερωσύνης δὲ προκειμένης ἣ τοσοῦτον ἀνωτέρω βασιλείας ἕστηκεν ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον, τολμήσει τις ἡμᾶς ὑπεροψίας γράφεσθαι;

Καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν τὰ μικρὰ διαπτύοντας ὡς παραπαίοντας αἰτιᾶσθαι, τοὺς δὲ ἐπὶ τῶν ἄγαν ὑπερεχόντων τοῦτο ποιοῦντας τῶν μὲν τῆς παραπληξίας ἐγκλημάτων ἐξαιρεῖν, ταῖς δὲ τῆς ὑπερηφανίας ὑποβάλλειν αἰτίαις; Ὥσπερ ἂν εἴ τις τὸν ἀγέλης βοῶν καταφρονοῦντα καὶ μὴ βουλόμενον εἶναι βουκόλον, εἰς ὑπερηφανίαν μὲν οὐδαμῶς, εἰς δὲ φρενῶν ἔκστασιν αἰτιώμενος, τὸν ἁπάσης τῆς οἰκουμένης τὴν βασιλείαν καὶ τὸ γενέσθαι κύριον τῶν ἁπανταχοῦ στρατοπέδων μὴ δεχόμενον ἀντὶ τοῦ μαίνεσθαι τετυφῶσθαι φαίη.

Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, οὐδὲ ἡμᾶς μᾶλλον ἢ ἑαυτοὺς οἱ ταῦτα λέγοντες διαβάλλουσι· τὸ γὰρ ἐννοῆσαι μόνον ὅτι δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς ἀξίας ὑπερφρονῆσαι ἐκείνης, δεῖγμα κατὰ τῶν ἐκφερόντων ἐστὶν ἧς ἔχουσι περὶ τοῦ πράγματος δόξης· εἰ γὰρ μὴ τῶν τυχόντων αὐτὸ καὶ ὧν οὐ πολὺς ὁ λόγος ἐνόμιζον εἶναι, οὐδ᾽ ἂν ὑποπτεῦσαι τοῦτο ἐπῆλθεν αὐτοῖς. Διὰ τί γὰρ περὶ τῆς τῶν ἀγγέλων ἀξίας οὐδεὶς ἐτόλμησέ τι τοιοῦτον ὑποπτεῦσαί ποτε καὶ εἰπεῖν ὅτι ἔστιν ἀνθρωπίνη ψυχὴ δι᾽ ἀπόνοιαν οὐκ ἂν ἑλομένη ἐπὶ τὸ τῆς φύσεως ἐκείνης ἀξίωμα ἐλθεῖν; Μεγάλα γάρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναιτ᾽ ἂν ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης, ὥστε αὐτοὺς μᾶλλον δικαίως ἄν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας· οὐ γὰρ ἄν ποτε περὶ ἑτέρων τοῦτο ὑπέλαβον, εἰ μὴ πρότερον αὐτοὶ τοῦ πράγματος, ὡς οὐδενὸς ὄντος, κατέγνωσαν.

βʹ. Ὅτι οὐδὲ διὰ κενοδοξίαν ἐφύγομεν Εἰ δὲ πρὸς δόξαν ὁρῶντας τοῦτο πεποιηκέναι φασί, περιπίπτοντες ἑαυτοῖς ἐλεγχθήσονται καὶ μαχόμενοι φανερῶς· οὐδὲ γὰρ οἶδα ποίους ἂν ἑτέρους πρὸ τούτων ἐζήτησαν λόγους, εἰ τῶν τῆς κενοδοξίας ἡμᾶς ἠθέλησαν ἀπαλλάξαι ἐγκλημάτων.

γʹ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν Εἰ γὰρ οὗτός μέ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν ἢ φυγεῖν. Διά τί; Ὅτι πολλὴν ἡμῖν τοῦτο τὴν δόξαν ἤνεγκεν ἄν· τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε. Νῦν δέ, πλὴν ὀλίγων, τὸ πλέον τῆς Ἐκκλησίας μέρος οὐδὲ ἐξ ὀνόματος ἡμᾶς ἴσασιν, ὥστε οὐδὲ ὅτι παρῃτήμεθα πᾶσιν ἔσται φανερόν, ἀλλ᾽ ὀλίγοις τισὶν οὓς οὐδ᾽ αὐτοὺς οἶμαι τὸ σαφὲς εἰδέναι πάντας· εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ᾽ ὅλως ἡμᾶς ᾑρῆσθαι νομίσαι ἢ παρεώσασθαι μετὰ τὴν αἵρεσιν ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν. ΒΑΣ. Ἀλλ᾽ οἱ τἀληθὲς εἰδότες θαυμάσονται. ΙΩ. Καὶ μὴν τούτους ἔφης ὡς κενοδόξους καὶ ὑπερηφάνους διαβάλλειν ἡμᾶς. Πόθεν οὖν ἐστιν ἐλπίσαι τὸν ἔπαινον; Ἀπὸ τῶν πολλῶν; ἀλλ᾽ οὐκ ἴσασι τὸ σαφές. Ἀλλ᾽ ἐκ τῶν ὀλίγων; ἀλλὰ κἀνταῦθα ἡμῖν εἰς τοὐναντίον τὸ πρᾶγμα περιτέτραπται· οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν ἐνθάδε εἰσῆλθες νῦν, ἀλλ᾽ ἵνα μάθῃς τί πρὸς ἐκείνους ἀπολογήσασθαι δέοι. Καὶ τί τούτων ἕνεκεν ἀκριβολογοῦμαι νῦν;

Ὅτι γάρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθές, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον καὶ τοῦτο εἴσῃ σαφῶς· καὶ πρὸς τούτῳ πάλιν ἐκεῖνο ὅτι οὐ τοῖς ταύτην τολμῶσι τὴν τόλμαν μόνον—εἴπερ τίς ἐστιν ἀνθρώπων, οὐ γὰρ ἔγωγε πείθομαι—, ἀλλὰ καὶ τοῖς περὶ ἑτέρων ὑποπτεύουσι κίνδυνος ἐπικείσεται οὐ μικρός.

δʹ. Ὅτι φρικτὸν ἡ ἱερωσύνη καὶ πολὺ τῆς παλαιᾶς λατρείας ἡ καινὴ φρικωδεστέρα Ἡ γὰρ ἱερωσύνη τελεῖται μὲν ἐπὶ τῆς γῆς, τάξιν δὲ ἐπουρανίων ἔχει πραγμάτων. Καὶ μάλα γε εἰκότως· οὐ γὰρ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις, ἀλλ᾽ αὐτὸς ὁ Παράκλητος ταύτην διετάξατο τὴν ἀκολουθίαν καὶ ἔτι μένοντας ἐν σαρκὶ τὴν τῶν ἀγγέλων ἔπεισε φαντάζεσθαι διακονίαν. Διὸ χρὴ τὸν ἱερωμένον ὥσπερ ἐν αὐτοῖς ἑστῶτα τοῖς οὐρανοῖς μεταξὺ τῶν δυνάμεων ἐκείνων οὕτως εἶναι καθαρόν. Φοβερὰ μὲν γὰρ καὶ φρικωδέστατα καὶ τὰ πρὸ τῆς χάριτος, οἷον οἱ κώδωνες, οἱ ῥοΐσκοι, οἱ λίθοι οἱ τοῦ στήθους, οἱ τῆς ἐπωμίδος, ἡ μίτρα, ἡ κίδαρις, ὁ ποδήρης, τὸ πέταλον τὸ χρυσοῦν, τὰ Ἅγια τῶν ἁγίων, ἡ πολλὴ τῶν ἔνδον ἠρεμία· ἀλλ᾽ εἴ τις τὰ τῆς χάριτος ἐξετάσειε, μικρὰ ὄντα εὑρήσει τὰ φοβερὰ καὶ φρικωδέστατα ἐκεῖνα, καὶ τὸ περὶ τοῦ νόμου λεχθὲν κἀνταῦθα ἀληθὲς ὂν ὅτι «Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.» Ὅταν γὰρ ἴδῃς τὸν Κύριον τεθυμένον καὶ κείμενον, καὶ τὸν ἱερέα ἐφεστῶτα τῷ θύματι καὶ ἐπευχόμενον, καὶ πάντας ἐκείνῳ τῷ τιμίῳ φοινισσομένους αἵματι, ἆρα ἔτι μετὰ ἀνθρώπων εἶναι νομίζεις καὶ ἐπὶ τῆς γῆς ἑστάναι, ἀλλ᾽ οὐκ εὐθέως ἐπὶ τοὺς οὐρανοὺς μετανίστασαι καὶ πᾶσαν σαρκικὴν διάνοιαν ἐκβάλλων, γυμνῇ τῇ ψυχῇ καὶ τῷ νῷ καθαρῷ περιβλέπεις τὰ ἐν οὐρανοῖς;

Ὢ τοῦ θαύματος· ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ὁ μετὰ τοῦ Πατρὸς ἄνω καθήμενος κατὰ τὴν ὥραν ἐκείνην ταῖς ἁπάντων κατέχεται χερσὶ καὶ δίδωσιν αὐτὸν τοῖς βουλομένοις περιπτύξασθαι καὶ περιλαβεῖν, ποιοῦσι δὲ τοῦτο πάντες διὰ τῶν ὀφθαλμῶν τότε. Ἆρά σοι τοῦ καταφρονεῖσθαι ταῦτα ἄξια καταφαίνεται, ἢ τοιαῦτα εἶναι ὡς δυνηθῆναί τινα καὶ ἐπαρθῆναι κατ᾽ αὐτῶν;

Βούλει καὶ ἐξ ἑτέρου θαύματος τῆς ἁγιαστίας ταύτης ἰδεῖν τὴν ὑπερβολήν; Ὑπόγραψόν μοι τὸν Ἠλίαν τοῖς ὀφθαλμοῖς καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον, εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην, θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα. Μετάβηθι τοίνυν ἐκεῖθεν ἐπὶ τὰ νῦν τελούμενα, καὶ οὐ θαυμαστὰ ὄψει μόνον, ἀλλὰ καὶ πᾶσαν ἔκπληξιν ὑπερβαίνοντα· ἕστηκε γὰρ ὁ ἱερεύς, οὐ πῦρ καταφέρων, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἱκετηρίαν ἐπὶ πολὺ ποιεῖται, οὐχ ἵνα τις λαμπὰς ἄνωθεν ἀφεθεῖσα καταναλώσῃ τὰ προκείμενα, ἀλλ᾽ ἵνα ἡ χάρις ἐπιπεσοῦσα τῇ θυσίᾳ δι᾽ ἐκείνης τὰς ἁπάντων ἀνάψῃ ψυχὰς καὶ ἀργυρίου λαμπροτέρας ἀποδείξῃ πεπυρωμένου. Ταύτης οὖν τῆς φρικωδεστάτης τελετῆς τίς μὴ μαινόμενος μηδὲ ἐξεστηκὼς ὑπερφρονῆσαι δυνήσεται; ἢ ἀγνοεῖς ὅτι οὐκ ἄν ποτε ἀνθρωπίνη ψυχὴ τὸ πῦρ ἐκεῖνο τῆς θυσίας ἐβάσταζεν, ἀλλ᾽ ἄρδην ἂν ἅπαντες ἠφανίσθησαν, εἰ μὴ πολλὴ τῆς τοῦ Θεοῦ χάριτος ἦν ἡ βοήθεια;

εʹ. Ὅτι πολλὴ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή Εἰ γάρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἄνθρωπον ὄντα καὶ ἔτι σαρκὶ καὶ αἵματι πεπλεγμένον τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις. διὰ γὰρ ἐκείνων καὶ ταῦτα τελεῖται καὶ ἕτερα τούτων οὐδὲν ἀποδέοντα καὶ εἰς ἀξιώματος καὶ εἰς σωτηρίας τῆς ἡμετέρας λόγον. Οἱ γὰρ τὴν γῆν οἰκοῦντες καὶ ἐν ταύτῃ ποιούμενοι τὴν διατριβὴν τὰ ἐν οὐρανοῖς διοικεῖν ἐπετράπησαν καὶ ἐξουσίαν ἔλαβον ἣν οὔτε ἀγγέλοις οὔτε ἀρχαγγέλοις ἔδωκεν ὁ Θεός· οὐ γὰρ πρὸς ἐκείνους εἴρηται· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Ἔχουσι μὲν γὰρ καὶ οἱ κρατοῦντες ἐπὶ τῆς γῆς τὴν τοῦ δεσμεῖν ἐξουσίαν, ἀλλὰ σωμάτων μόνων· οὗτος δὲ ὁ δεσμὸς αὐτῆς ἅπτεται τῆς ψυχῆς καὶ διαβαίνει τοὺς οὐρανοὺς καὶ ἅπερ ἂν ἐργάσωνται κάτω οἱ ἱερεῖς, ταῦτα ὁ Θεὸς ἄνω κυροῖ καὶ τὴν τῶν δούλων γνώμην ὁ δεσπότης βεβαιοῖ.

Καὶ τί γὰρ ἀλλ᾽ ἢ πᾶσαν αὐτοῖς τὴν οὐράνιον ἔδωκεν ἐξουσίαν; «Ὧν γὰρ ἄν, φησίν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἂν κρατῆτε, κεκράτηνται.» Τίς ἂν γένοιτο ταύτης ἐξουσία μείζων; «Πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ.» Ὁρῶ δὲ πᾶσαν αὐτὴν τούτους ἐγχειρισθέντας ὑπὸ τοῦ υἱοῦ· ὥσπερ γὰρ εἰς οὐρανοὺς ἤδη μετατεθέντες καὶ τὴν ἀνθρωπείαν ὑπερβάντες φύσιν καὶ τῶν ἡμετέρων ἀπαλλαγέντες παθῶν, οὕτως εἰς τοσαύτην ἤχθησαν τὴν ἀρχήν. Εἶτα ἂν μὲν βασιλεύς τινι τῶν ὑπ᾽ αὐτὸν ὄντων ταύτης μεταδῷ τῆς τιμῆς ὥστε ἐμβάλλειν εἰς δεσμωτήριον οὓς ἂν ἐθέλῃ καὶ ἀφιέναι πάλιν, ζηλωτὸς καὶ περίβλεπτος παρὰ πᾶσιν οὗτος· ὁ δὲ παρὰ Θεοῦ τοσούτῳ μείζονα ἐξουσίαν λαβὼν ὅσῳ γῆς τιμιώτερος ὁ οὐρανὸς καὶ σωμάτων ψυχαί, οὕτω μικράν τισιν ἔδοξεν εἰληφέναι τιμὴν ὡς δυνηθῆναι κἂν ἐννοῆσαι ὅτι τῶν ταῦτά τις πιστευθέντων καὶ ὑπερφρονήσει τῆς δωρεᾶς. Ἄπαγε τῆς μανίας· μανία γὰρ περιφανὴς ὑπερορᾶν τῆς τοσαύτης ἀρχῆς ἧς ἄνευ οὔτε σωτηρίας ἡμῖν, οὔτε τῶν ἐπηγγελμένων ἀγαθῶν ἔστι τυχεῖν.

ϛʹ. Ὅτι τῶν παρὰ τοῦ Θεοῦ μεγίστων δωρεῶν εἰσι διάκονοι Εἰ γὰρ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ δι᾽ ὕδατος καὶ πνεύματος ἀναγεννηθῇ, καὶ ὁ μὴ τρώγων τὴν σάρκα τοῦ Κυρίου καὶ τὸ αἷμα αὐτοῦ πίνων ἐκβέβληται τῆς αἰωνίου ζωῆς, πάντα δὲ ταῦτα δι᾽ ἑτέρου μὲν οὐδενός, μόνον δὲ διὰ τῶν ἁγίων ἐκείνων ἐπιτελεῖται χειρῶν, τῶν τοῦ ἱερέως λέγω, πῶς ἄν τις τούτων ἐκτὸς ἢ τὸ τῆς γεέννης ἐκφυγεῖν δυνήσεται πῦρ ἢ τῶν ἀποκειμένων στεφάνων τυχεῖν; Οὗτοι γάρ εἰσιν, οὗτοι οἱ τὰς πνευματικὰς πιστευθέντες ὠδῖνας καὶ τὸν διὰ τοῦ βαπτίσματος ἐπιτραπέντες τόκον· διὰ τούτων ἐνδυόμεθα τὸν Χριστὸν καὶ συνθαπτόμεθα τῷ υἱῷ τοῦ Θεοῦ, μέλη γινόμεθα τῆς μακαρίας ἐκείνης κεφαλῆς, ὥστε ἡμῖν οὐκ ἀρχόντων μόνον οὐδὲ βασιλέων φοβερώτεροι, ἀλλὰ καὶ πατέρων τιμιώτεροι δικαίως ἂν εἶεν· οἱ μὲν γὰρ ἐξ αἱμάτων καὶ ἐκ θελήματος σαρκὸς ἐγέννησαν, οἱ δὲ τῆς ἐκ τοῦ Θεοῦ γεννήσεως ἡμῖν εἰσιν αἴτιοι, τῆς μακαρίας παλιγγενεσίας ἐκείνης, τῆς ἐλευθερίας τῆς ἀληθοῦς καὶ τῆς κατὰ χάριν υἱοθεσίας.

Λέπραν σώματος ἀπαλλάττειν, μᾶλλον δὲ ἀπαλλάττειν μὲν οὐδαμῶς, τοὺς δὲ ἀπαλλαγέντας δοκιμάζειν μόνον εἶχον ἐξουσίαν οἱ τῶν Ἰουδαίων ἱερεῖς, καὶ οἶσθα πῶς περιμάχητον ἦν τὸ τῶν ἱερέων τότε· οὗτοι δὲ οὐ λέπραν σώματος, ἀλλ᾽ ἀκαθαρσίαν ψυχῆς, οὐκ ἀπαλλαγεῖσαν δοκιμάζειν, ἀλλ᾽ ἀπαλλάττειν παντελῶς ἔλαβον ἐξουσίαν, ὥστε οἱ τούτων ὑπερορῶντες πολλῷ καὶ τῶν περὶ Δαθὰν εἶεν ἐναγέστεροι καὶ μείζονος ἄξιοι τιμωρίας· οἱ μὲν γάρ, εἰ καὶ μὴ προσηκούσης αὐτοῖς ἀντεποιοῦντο τῆς ἀρχῆς, ἀλλ᾽ ὅμως θαυμαστήν τινα περὶ αὐτῆς εἶχον δόξαν καὶ τοῦτο τῷ μετὰ πολλῆς ἐφίεσθαι σπουδῆς ἔδειξαν· οὗτοι δέ, ὅτε ἐπὶ τὸ κρεῖττον διεκοσμήθη καὶ τοσαύτην ἔλαβεν ἐπίδοσιν τὸ πρᾶγμα, τότε ἐξ ἐναντίας μὲν ἐκείνοις, πολλῷ δὲ ἐκείνων μείζονα τετολμήκασιν. Οὐδὲ γὰρ ἴσον εἰς καταφρονήσεως λόγον ἐφίεσθαι μὴ προσηκούσης τιμῆς καὶ ὑπερορᾶν τοσούτων ἀγαθῶν, ἀλλὰ τοσούτῳ μεῖζον ἐκεῖνο τούτου ὅσῳ τοῦ διαπτύειν καὶ θαυμάζειν τὸ μέσον ἐστί. Τίς οὖν οὕτως ἀθλία ψυχὴ ὡς τοσούτων ὑπεριδεῖν ἀγαθῶν;

Οὐκ ἄν ποτε φαίην ἐγώ, πλὴν εἴ τις οἶστρον ὑπομείνειε δαιμονικόν. Ἀλλὰ γὰρ ἐπάνειμι πάλιν ὅθεν ἐξέβην· οὐ γὰρ ἐν τῷ κολάζειν μόνον, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν εὖ, μείζονα τοῖς ἱερεῦσιν ἔδωκε δύναμιν τῶν φυσικῶν γονέων ὁ Θεός, καὶ τοσοῦτον ἀμφοτέρων τὸ διάφορον ὅσον τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς· οἱ μὲν γὰρ εἰς ταύτην, οἱ δὲ εἰς ἐκείνην γεννῶσι.

Κἀκεῖνοι μὲν οὐδὲ τὸν σωματικὸν αὐτοῖς δύναιντ᾽ ἂν ἀμύνασθαι θάνατον, οὐ νόσον ἐπενεχθεῖσαν ἀποκρούσασθαι· οὗτοι δὲ καὶ κάμνουσαν καὶ ἀπόλλυσθαι μέλλουσαν τὴν ψυχὴν πολλάκις ἔσωσαν, τοῖς μὲν πραοτέραν τὴν κόλασιν ἐργασάμενοι, τοὺς δὲ οὐδὲ παρὰ τὴν ἀρχὴν ἀφέντες ἐμπεσεῖν, οὐ τῷ διδάσκειν μόνον καὶ νουθετεῖν, ἀλλὰ καὶ τῷ δι᾽ εὐχῶν βοηθεῖν. Οὐ γὰρ ὅταν ἡμᾶς ἀναγεννῶσι μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα συγχωρεῖν ἔχουσιν ἐξουσίαν ἁμαρτήματα. «Ἀσθενεῖ γάρ τις, φησίν, ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.» Ἔπειτα οἱ μὲν φυσικοὶ γονεῖς, εἴ τισι τῶν ὑπερεχόντων καὶ μεγάλα δυναμένων προσκρούσαιεν οἱ παῖδες, οὐδὲν αὐτοὺς ἔχουσιν ὠφελεῖν, οἱ δὲ ἱερεῖς οὐκ ἄρχοντας, οὐδὲ βασιλεῖς, ἀλλ᾽ αὐτὸν αὐτοῖς πολλάκις ὀργισθέντα κατήλλαξαν τὸν Θεόν. Ἔτι οὖν ἡμᾶς μετὰ ταῦτα τολμήσει τις ἀπονοίας κρίνειν; Ἐγὼ μὲν γὰρ ἐκ τῶν εἰρημένων τοσαύτην εὐλάβειαν οἶμαι τὰς τῶν ἀκουόντων κατασχεῖν ψυχὰς ὡς μηκέτι τοὺς φεύγοντας, ἀλλὰ τοὺς ἀφ᾽ ἑαυτῶν προσιόντας καὶ σπουδάζοντας ταύτην ἑαυτοῖς κτήσασθαι τὴν τιμὴν ἀπονοίας καὶ τόλμης κρίνειν.

Εἰ γὰρ οἱ τὰς τῶν πόλεων ἀρχὰς πιστευθέντες, ὅταν μὴ συνετοὶ καὶ λίαν ὀξεῖς τυγχάνωσιν ὄντες, καὶ τὰς πόλεις ἀνέτρεψαν καὶ ἑαυτοὺς προσαπώλεσαν, ὁ τοῦ Χριστοῦ τὴν νύμφην κατακοσμεῖν λαχὼν πόσης σοι δοκεῖ δεῖσθαι δυνάμεως καὶ τῆς παρ᾽ αὐτοῦ καὶ τῆς ἄνωθεν πρὸς τὸ μὴ διαμαρτεῖν;

ζʹ. Ὅτι καὶ Παῦλος περιδεὴς ἦν πρὸς τὸ μέγεθος τῆς ἀρχῆς ὁρῶν Οὐδεὶς μᾶλλον Παύλου τὸν Χριστὸν ἠγάπησεν, οὐδεὶς μείζονα ἐκείνου σπουδὴν ἐπεδείξατο, οὐδεὶς πλείονος ἠξιώθη χάριτος· ἀλλ᾽ ὅμως μετὰ τοσαῦτα πλεονεκτήματα δέδοικεν ἔτι καὶ τρέμει περὶ ταύτης τῆς ἀρχῆς καὶ τῶν ἀρχομένων ὑπ᾽ αὐτοῦ. «Φοβοῦμαι γάρ, φησί, μή πως ὡς ὁ ὄφις Εὖαν ἐξηπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.» Καὶ πάλιν· «Ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.» Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν καὶ ἀπορρήτων κοινωνήσας Θεῷ καὶ τοσούτους ὑπομείνας θανάτους ὅσας μετὰ τὸ πιστεῦσαι ἔζησεν ἡμέρας, ἄνθρωπος μηδὲ τῇ δοθείσῃ παρὰ Χριστοῦ χρήσασθαι ἐξουσίᾳ βουληθείς, ἵνα μή τις τῶν πιστευσάντων σκανδαλισθῇ. Εἰ τοίνυν ὁ τὰ προστάγματα ὑπερβαίνων τοῦ Θεοῦ καὶ μηδαμοῦ τὸ ἑαυτοῦ ζητῶν, ἀλλὰ τὸ τῶν ἀρχομένων, οὕτως ἔμφοβος ἦν ἀεὶ πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἀφορῶν, τί πεισόμεθα ἡμεῖς οἱ πολλαχοῦ τὰ ἑαυτῶν ζητοῦντες, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ οὐ μόνον οὐχ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐκ πλείονος παραβαίνοντες μοίρας; «Τίς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Τοιοῦτον εἶναι δεῖ τὸν ἱερέα, μᾶλλον δὲ οὐ τοιοῦτον μόνον· μικρὰ γὰρ ταῦτα καὶ τὸ μηδὲν πρὸς ὃ μέλλω λέγειν. Τί δὲ τοῦτό ἐστιν; «

Ηὐχόμην, φησίν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα.» Εἴ τις δύναται ταύτην ἀφεῖναι τὴν φωνήν, εἴ τις ἔχει τὴν ψυχὴν ταύτης ἐφικνουμένην τῆς εὐχῆς, ἐγκαλεῖσθαι δίκαιος ἂν εἴη φεύγων. Εἰ δέ τις ἀποδέοι τῆς ἀρετῆς ἐκείνης τοσοῦτον ὅσον ἡμεῖς, οὐχ ὅταν φεύγῃ, ἀλλ᾽ ὅταν δέχηται μισεῖσθαι δίκαιος.

ηʹ. Ὅτι πολλά τις ἁμαρτάνειν προάγεται εἰς τὸ μέσον ἐλθών, ἂν μὴ σφόδρα γενναῖος ᾖ Οὐδὲ γάρ, εἰ στρατιωτικῆς ἀξίας αἵρεσις προὔκειτο, εἶτα χαλκοτύπον ἢ σκυτοτόμον ἤ τινα τῶν τοιούτων δημιουργῶν ἑλκύσαντες εἰς τὸ μέσον οἱ δοῦναι κύριοι τὴν τιμήν, ἐνεχείριζον τὸν στρατόν, ἐπῄνεσα ἂν τὸν δείλαιον ἐκεῖνον οὐ φεύγοντα καὶ πάντα ποιοῦντα ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν ἐμβαλεῖν κακόν.

Εἰ μὲν γὰρ ἁπλῶς τὸ κληθῆναι ποιμένα καὶ μεταχειρίσαι τὸ πρᾶγμα ὡς ἔτυχεν ἀρκεῖ, καὶ κίνδυνος οὐδείς, ἐγκαλείτω κενοδοξίας ἡμῖν ὁ βουλόμενος· εἰ δὲ πολλὴν μὲν σύνεσιν, πολλὴν δὲ πρὸ τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν καὶ τρόπων ὀρθότητα καὶ καθαρότητα βίου καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δεῖ τὴν ἀρετὴν τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μή με ἀποστερήσῃς συγγνώμης μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εἰκῇ.

Καὶ γὰρ εἰ μυριαγωγόν τις ὁλκάδα ἄγων, πεπληρωμένην ἐρετῶν καὶ φορτίων γέμουσαν πολυτελῶν, εἶτα ἐπὶ τῶν οἰάκων καθίσας ἐκέλευε περᾶν τὸ Αἰγαῖον ἢ τὸ Τυρρηνικὸν πέλαγος, ἐκ πρώτης ἂν ἀπεπήδησα τῆς φωνῆς· καὶ εἴ τις ἤρετο, Διὰ τί; Ἵνα μὴ καταδύσω τὸ πλοῖον, εἶπον ἄν. Εἶτα ἔνθα μὲν εἰς χρήματα ἡ ζημία καὶ ὁ κίνδυνος σωματικὸς μέχρι θανάτου, οὐδεὶς ἐγκαλέσει πολλῇ κεχρημένοις προνοίᾳ· ὅπου δὲ τοῖς ναυαγοῦσιν οὐκ εἰς τὸ πέλαγος τοῦτο, ἀλλ᾽ εἰς τὴν ἄβυσσον τοῦ πυρὸς ἀπόκειται πεσεῖν καὶ θάνατος αὐτοὺς οὐχ ὁ τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διαιρῶν, ἀλλ᾽ ὁ ταύτην μετ᾽ ἐκείνου εἰς κόλασιν παραπέμπων αἰώνιον ἐκδέχεται, ἐνταῦθα ὅτι μὴ προπετῶς εἰς τοσοῦτον ἑαυτοὺς ἐρρίψαμεν κακὸν ὀργιεῖσθε καὶ μισήσετε; Μή, δέομαι καὶ ἀντιβολῶ. Οἶδα τὴν ἐμαυτοῦ ψυχήν, τὴν ἀσθενῆ ταύτην καὶ μικράν· οἶδα τῆς διακονίας ἐκείνης τὸ μέγεθος καὶ τὴν πολλὴν τοῦ πράγματος δυσκολίαν.

θʹ. Ὅτι κενοδοξίᾳ καὶ τοῖς ταύτης ἁλίσκεται δεινοῖς Πλείονα γὰρ τῶν τὴν θάλατταν ταραττόντων πνευμάτων χειμάζει κύματα τὴν τοῦ ἱερωμένου ψυχήν. Καὶ πρῶτον ἁπάντων ὁ δεινότατος τῆς κενοδοξίας σκόπελος, χαλεπώτερος ὢν οὗπερ οἱ μυθοποιοὶ τερατεύονται. Τοῦτον γὰρ πολλοὶ μὲν ἴσχυσαν διαπλεύσαντες διαφυγεῖν ἀσινεῖς· ἐμοὶ δὲ οὕτω τοῦτο χαλεπὸν ὡς μηδὲ νῦν, ὅτε οὐδὲ μία μέ τις ἀνάγκη πρὸς ἐκεῖνο ὠθεῖ τὸ βάραθρον, δύνασθαι καθαρεύειν τοῦ δεινοῦ. Εἰ δὲ καὶ τὴν ἐπιστασίαν τις ἐγχειρίζοι ταύτην, μονονουχὶ δήσας ὀπίσω τὼ χεῖρε παραδώσει τοῖς ἐν ἐκείνῳ τῷ σκοπέλῳ κατοικοῦσι θηρίοις καθ᾽ ἑκάστην με σπαράττειν τὴν ἡμέραν. Τίνα δέ ἐστι τὰ θηρία;

Θυμός, ἀθυμία, φθόνος, ἔρις, διαβολαί, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαί, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδέν, ἡδοναὶ ἐπὶ ταῖς τῶν συλλειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος—τοῦτο δὴ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν—, διδασκαλίαι πρὸς ἡδονήν, ἀνελεύθεροι κολακεῖαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς χάριτες, κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτάς, φόβος δουλοπρεπὴς καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παρρησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολύ, ἡ ἀλήθεια δὲ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τῶν δυναστείαν περιβεβλημένων οὐδὲ διᾶραί τις τὰ χείλη τολμᾷ.

Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσαύτην ἀνάγκη καθελκυσθῆναι δουλείαν ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις ἃ μηδὲ εἰπεῖν καλόν. Ὁ μὲν γὰρ θεῖος νόμος αὐτὰς ταύτης ἐξέωσε τῆς λειτουργίας, ἐκεῖναι δὲ ἑαυτὰς εἰσωθεῖν βιάζονται· καὶ ἐπειδὴ δι᾽ ἑαυτῶν ἰσχύουσιν οὐδέν, δι᾽ ἑτέρων ἅπαντα πράττουσι καὶ τοσαύτην περιβέβληνται δύναμιν ὡς τῶν ἱερέων καὶ ἐγκρίνειν καὶ ἐκβάλλειν οὓς ἂν θέλωσι· καὶ τὰ ἄνω κάτω—τοῦτο δὴ τὸ τῆς παροιμίας λεγόμενον ἔστιν ἰδεῖν—τοὺς ἄρχοντας ἄγουσιν οἱ ἀρχόμενοι, καὶ εἴθε μὲν ἄνδρες, ἀλλ᾽ αἷς οὐδὲ διδάσκειν ἐπιτέτραπται. Τί λέγω διδάσκειν; Οὐδὲ λαλεῖν μὲν οὖν αὐταῖς ἐν ἐκκλησίᾳ συνεχώρησεν ὁ μακάριος Παῦλος. Ἐγὼ δέ τινος ἤκουσα λέγοντος ὅτι καὶ τοσαύτης αὑταῖς μετέδωκαν παρρησίας ὡς καὶ ἐπιτιμᾶν τοῖς τῶν Ἐκκλησιῶν προεστῶσι καὶ καθάπτεσθαι πικρότερον ἐκείνων ἢ τῶν ἰδίων οἰκετῶν οἱ δεσπόται. Καὶ μή μέ τις οἰέσθω πάντας ταῖς εἰρημέναις ὑποβάλλειν αἰτίαις· εἰσὶ γάρ, εἰσὶ πολλοὶ οἱ τούτων ὑπερενεχθέντες τῶν δικτύων καὶ τῶν ἁλόντων πλείους.

ιʹ. Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ᾽ ἡ ἡμετέρα ῥαθυμία Ἀλλ᾽ οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν—μή ποτε οὕτω μανείην ἐγώ—, οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οἱ νοῦν ἔχοντες αἰτίους εἶναί φασι καὶ κολάζουσιν. Ἐπεὶ ἥ γε ἱερωσύνη κἂν ἐγκαλέσῃ δικαίως ἡμῖν οὐκ ὀρθῶς αὐτὴν μεταχειρίζουσιν· οὐ γὰρ αὐτὴ τῶν εἰρημένων ἡμῖν αἰτία κακῶν, ἀλλ᾽ ἡμεῖς αὐτὴν τοσούτοις, τό γε εἰς ἡμᾶς ἧκον, κατερρυπάναμεν μολυσμοῖς, ἀνθρώποις τοῖς τυχοῦσιν ἐγχειρίζοντες αὐτήν. Οἱ δὲ οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ᾽ ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς.

Τοῦτο δή, τοῦτο ὅπερ καὶ ἐφ᾽ ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε καὶ τῆς Ἐκκλησίας τῆς αὑτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς. Ἢ πόθεν, εἰπέ μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς Ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλοθέν ποθεν, οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι. Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται, ὅταν δὲ καθ᾽ ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται καὶ τὸ λοιπὸν μεθ᾽ ἑαυτῆς προσαπόλλυσι σῶμα. Ὅπερ ἵνα μὴ καὶ νῦν γένηται, ἐν τῇ τάξει τῶν ποδῶν ἡμᾶς ἐφύλαξεν ὁ Θεὸς ἥνπερ καὶ ἐλάχομεν ἐξ ἀρχῆς.

Πολλὰ γάρ ἐστιν, ὦ Βασίλειε, πρὸς τοῖς εἰρημένοις, πολλὰ ἕτερα ἃ τὸν ἱερωμένον ἔχειν χρή, ἡμεῖς δὲ οὐκ ἔχομεν, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. Πανταχόθεν αὐτῷ τῆς τοῦ πράγματος ἐπιθυμίας καθαρεύειν δεῖ τὴν ψυχήν, ὡς ἐὰν προσπαθῶς πρὸς ταύτην διακείμενος τύχῃ τὴν ἀρχήν, γενόμενος ἐπ᾽ αὐτῆς ἰσχυροτέραν ἀνάπτει τὴν φλόγα καὶ κατὰ κράτος ἁλοὺς ὑπὲρ τοῦ βεβαίαν ἔχειν αὐτὴν μυρία ὑπομένει δεινά, κἂν κολακεῦσαι δέῃ, κἂν ἀγεννές τι καὶ ἀνάξιον ὑπομεῖναι, κἂν χρήματα ἀναλῶσαι πολλά. Ὅτι γὰρ καὶ φόνων τὰς ἐκκλησίας ἐνέπλησάν τινες καὶ πόλεις ἀναστάτους ἐποίησαν ὑπὲρ ταύτης μαχόμενοι τῆς ἀρχῆς, παρίημι νῦν μὴ καὶ ἄπιστα δόξω λέγειν τισίν. Ἐχρῆν δέ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν ὡς καὶ τὴν ἀρχὴν ἐκφυγεῖν τὸν ὄγκον καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῷ μὴ περιμένειν τὰς παρ᾽ ἑτέρων κρίσεις, εἴ ποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημα, ἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆς· οὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν. Τὸ δὲ ἀντέχεσθαι παρὰ τὸ πρέπον τῆς ἀξίας, πάσης ἑαυτὸν ἀποστερεῖν συγγνώμης ἐστὶ καὶ μᾶλλον ἐκκαίειν τοῦ Θεοῦ τὴν ὀργήν, δεύτερον χαλεπώτερον προστιθέντα πλημμέλημα. Ἀλλ᾽ οὐδεὶς ἀνέξεταί ποτε· δεινὸν γὰρ ἀληθῶς, δεινὸν τὸ ταύτης γλίχεσθαι τῆς τιμῆς.