Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἱερωσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος ΣΤ΄: Σύγκριση της ιερωσύνης με τον μοναχικό βίο

Η ιερωσύνη απαιτεί αγγελική καθαρότητα και είναι απείρως δυσκολότερη από τον μοναχικό βίο. Συγκρίνεται η αμεριμνία των αναχωρητών με τους πολλαπλούς πειρασμούς και την τεράστια ευθύνη του ιερέα μέσα στον κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 12

ΛΟΓΟΣ ϛʹ αʹ. Ὅτι καὶ ταῖς εὐθύναις τῶν ἑτέροις ἁμαρτανομένων ὑπόκεινται οἱ ἱερεῖς Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα οἷάπερ ἤκουσας· τὰ δὲ ἐκεῖ πῶς οἴσομεν, ὅταν καθ᾽ ἕκαστον τῶν πιστευθέντων ἀναγκαζώμεθα τὰς εὐθύνας ὑπέχειν;

Οὐ γὰρ μέχρις αἰσχύνης ἡ ζημία, ἀλλὰ καὶ αἰώνιος ἐκδέχεται κόλασις. Τὸ γὰρ «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν», εἰ καὶ πρότερον εἶπον, ἀλλ᾽ οὐδὲ νῦν σιωπήσομαι· ὁ γὰρ φόβος ταύτης τῆς ἀπειλῆς συνεχῶς κατασείει μου τὴν ψυχήν. Εἰ γὰρ τῷ μόνον ἕνα σκανδαλίζοντι καὶ ἐλάχιστον συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ εἰς τὴν θάλατταν καὶ πάντες οἱ τὴν συνείδησιν τῶν ἀδελφῶν τύπτοντες εἰς αὐτὸν ἁμαρτάνουσι τὸν Χριστόν, οἱ μὴ μόνον ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ πλήθη τοσαῦτα ἀπολλύντες, τί ποτε ἆρα πείσονται καὶ ποίαν δώσουσι δίκην; Οὐδὲ γὰρ ἀπειρίαν ἔστιν αἰτιάσασθαι, οὐδὲ εἰς ἄγνοιαν καταφυγεῖν, οὐδὲ ἀνάγκην προβαλέσθαι καὶ βίαν, ἀλλὰ θᾶττον ἄν τις τῶν ἀρχομένων, εἴ γε ἐνῆν, ἐν ταῖς οἰκείαις ἁμαρτίαις ἐχρήσατο ταύτῃ τῇ καταφυγῇ ἢ ἐν ταῖς ἑτέρων οἱ προεστῶτες. Τί δή ποτε; Ὅτι ὁ ταχθεὶς τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῦν καὶ τὸν διαβολικὸν πόλεμον προμηνύειν ἐρχόμενον οὐ δυνήσεται προβαλέσθαι τὴν ἄγνοιαν, οὐδὲ εἰπεῖν· Οὐκ ἤκουσα τῆς σάλπιγγος, οὐ προῄδειν τὸν πόλεμον. Ἐπὶ τούτῳ γὰρ ἐκάθισεν, ὡς ὁ Ἰεζεκιήλ φησιν, ἵνα καὶ τοῖς ἄλλοις σαλπίζῃ καὶ προμηνύῃ τὰ μέλλοντα δυσχερῆ.

Καὶ διὰ τοῦτο ἀπαραίτητος ἡ κόλασις, κἂν εἷς ὢν ὁ ἀπολωλὼς τύχῃ· «ἐὰν γὰρ τῆς ῥομφαίας ἐρχομένης μὴ σαλπίσῃ τῷ λαῷ, μηδὲ σημάνῃ, φησίν, ὁ σκοπὸς καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ψυχήν, αὐτὴ μὲν διὰ τὴν ἀνομίαν αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.»

βʹ. Ὅτι τῶν μοναζόντων ἀκριβείας δέονται πλείονος Παῦσαι τοίνυν ἡμᾶς ὠθῶν εἰς οὕτως ἄφυκτον δίκην· οὐ γὰρ ὑπὲρ στρατηγίας οὐδὲ βασιλείας ἡμῖν ὁ λόγος, ἀλλ᾽ ὑπὲρ πράγματος ἀγγελικῆς ἀρετῆς δεομένου. Καὶ γὰρ τῶν ἀκτίνων αὐτῶν καθαρωτέραν τῷ ἱερεῖ τὴν ψυχὴν εἶναι δεῖ ἵνα μή ποτε αὐτὸν ἔρημον καταλιμπάνῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα δύνηται λέγειν· «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;

Καὶ γὰρ πολλῷ μείζονος αὐτῷ δεῖ καθαρότητος ἢ ἐκείνοις καὶ ᾧ μείζονος δεῖ, οὗτος πλείοσιν ἀνάγκαις ἐκείνων ὑπόκειται ταῖς δυναμέναις αὐτὸν ῥυποῦν, ἢν μὴ τῇ διηνεκεῖ νήψει καὶ τῷ πολλῷ τόνῳ χρησάμενος ἄβατον αὐταῖς ἐργάσηται τὴν ψυχήν. Καὶ γὰρ προσώπων εὐμορφία καὶ κινημάτων διάθρυψις καὶ βαδίσεως ἐπιτήδευσις καὶ φωνῆς διάκλασις καὶ ὀφθαλμῶν ὑπογραφαὶ καὶ παρειῶν ἐπιγραφαὶ καὶ πλεγμάτων συνθέσεις καὶ τριχῶν βαφαὶ καὶ ἱματίων πολυτέλεια καὶ χρυσίων ποικιλία καὶ λίθων κάλλος καὶ μύρων εὐοδμία καὶ τἄλλα πάντα ἃ τὸ γυναικεῖον ἐπιτηδεύει γένος, ἱκανὰ θορυβῆσαι ψυχήν, ἢν μὴ πολλῇ τῇ τῆς σωφροσύνης αὐστηρότητι ἀπεσκληκυῖα τύχῃ. Ἀλλὰ τὸ μὲν ὑπὸ τούτων ταράττεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ διὰ τῶν τούτοις ἐναντίων δύνασθαι βάλλειν τὸν διάβολον καὶ κατατοξεύειν τὰς τῶν ἀνθρώπων ψυχὰς τοῦτό ἐστι τὸ πολλῆς ἐκπλήξεως καὶ ἀπορίας μεστόν.

γʹ. Ὅτι πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν Ἐκκλησίας προεστῶτα Ἤδη γάρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν· καὶ γὰρ καὶ ἠμελημένη ὄψις καὶ αὐχμῶσα κόμη καὶ ῥυπῶσα στολὴ καὶ σχῆμα ἀνεπίπλαστον καὶ ἦθος ἁπλοῦν καὶ ῥῆμα ἀφελὲς καὶ βάδισις ἀνεπιτήδευτος καὶ ἀσχημάτιστος φωνὴ καὶ τὸ πενίᾳ συζῆν καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ ἀπροστάτευτον καὶ ἡ μόνωσις πρῶτον μὲν εἰς ἔλεον τὸν ὁρῶντα, ἀπ᾽ ἐκείνου δὲ εἰς τὸν ἔσχατον ἤγαγεν ὄλεθρον. Καὶ πολλοὶ τὰ πρότερα ἐκφυγόντες δίκτυα, τὰ διὰ τῶν χρυσίων καὶ τῶν μύρων καὶ τῶν ἱματίων καὶ τῶν λοιπῶν ὧν εἶπον συγκείμενα τούτοις τοῖς τοσοῦτον αὐτῶν ἀφεστηκόσιν εὐκόλως ἐνέπεσαν καὶ ἀπώλοντο. Ὅταν οὖν καὶ διὰ πενίας καὶ διὰ πλούτου καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῇ κειμένου καὶ διὰ τρόπων τῶν τε ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων καὶ ἁπάντων ἁπλῶς ὧν ἀπηριθμησάμην ὁ πόλεμος ἀναρριπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν, πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων; ποίαν κατάδυσιν εὑρεῖν, οὐ λέγω πρὸς τὸ μὴ κατὰ κράτος ἁλῶναι—τοῦτο γὰρ οὐ πάνυ χαλεπόν—, ἀλλὰ καὶ πρὸς τὸ ἀτάραχον τῶν μιαρῶν λογισμῶν τὴν ἑαυτοῦ φυλάξαι ψυχήν; Καὶ παρίημι τὰς τιμάς, τὰς μυρίων αἰτίας κακῶν.

Αἱ μὲν γὰρ παρὰ τῶν γυναικῶν γινόμεναι τῷ τῆς σωφροσύνης λυμαίνονται τόνῳ καὶ καταβάλλουσι πολλάκις ὅταν τις μὴ διαπαντὸς ἀγρυπνεῖν εἰδῇ πρὸς τὰς τοιαύτας ἐπιβουλάς· τὰς δὲ παρὰ τῶν ἀνδρῶν, ἢν μὴ μετὰ πολλῆς τις δέξηται τῆς μεγαλοψυχίας, δύο ἐναντίοις ἁλίσκεται πάθεσι, τῇ τε τῆς θωπείας δουλοπρεπείᾳ καὶ τῇ τῆς ἀλαζονείας ἀνοίᾳ τοῖς μὲν θεραπεύουσιν αὐτὸν ὑποκύπτειν ἀναγκαζόμενος, διὰ δὲ τὰς παρ᾽ ἐκείνων τιμὰς κατὰ τῶν ἐλαττόνων ἐξογκούμενος καὶ εἰς τὸ τῆς ἀπονοίας ὠθούμενος βάραθρον.

Ταῦτα εἴρηται μὲν παρ᾽ ἡμῶν, ὅσην δὲ ἔχει τὴν βλάβην, οὐκ ἄν τις ἄνευ τῆς πείρας μάθοι καλῶς· οὐ γὰρ δὴ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων πολλῷ πλείονα καὶ σφαλερώτερα τῷ ἐν τῷ μέσῳ στρεφομένῳ συμπίπτειν ἀνάγκη γένοιτ᾽ ἄν. Ὁ δὲ τὴν ἐρημίαν στέργων πάντων μὲν ἔχει τὴν ἀτέλειαν· εἰ δέ ποτε αὐτῷ καὶ λογισμὸς ἄτοπος ὑπογράψειέ τι τοιοῦτον, ἀλλ᾽ ἀσθενὴς ἡ φαντασία καὶ ταχέως σβεσθῆναι δυναμένη, διὰ τὸ μὴ προσκεῖσθαι ἔξωθεν τὴν ἀπὸ τῆς θεωρίας ὕλην τῇ φλογί. Καὶ ὁ μὲν μοναχὸς ὑπὲρ ἑαυτοῦ μόνου δέδοικεν· εἰ δὲ καὶ ἑτέρων φροντίζειν ἀναγκασθείη, ἀλλ᾽ εὐαριθμήτων λίαν, εἰ δὲ καὶ πλείονες εἶεν, ἀλλὰ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλάττους τέ εἰσι καὶ τὰς ὑπὲρ ἑαυτῶν φροντίδας πολλῷ κουφοτέρας παρέχουσι τῷ προστάτῃ, οὐ διὰ τὴν ὀλιγότητα μόνον, ἀλλ᾽ ὅτι καὶ πάντες τῶν κοσμικῶν εἰσιν ἀπηλλαγμένοι πραγμάτων καὶ οὔτε παῖδας, οὔτε γυναῖκα, οὔτε ἄλλο τι μεριμνᾶν ἔχουσι τοιοῦτο. Τοῦτο δὲ αὐτοὺς λίαν τε εἶναι εὐπειθεῖς τοῖς ἡγουμένοις καὶ τὸ κοινὴν τὴν οἴκησιν ἔχειν ἐποίησεν ὡς δύνασθαι αὐτῶν τὰ πταίσματα ἀκριβῶς συνορᾶν τε καὶ ἐπανορθοῦν, ὅπερ οὐ μικρὸν πρὸς ἀρετῆς ἐπίδοσιν.

δʹ. Ὅτι τῆς οἰκουμένης τὴν προστασίαν ἐμπιστεύεται ὁ ἱερεὺς καὶ ἕτερα πράγματα φρικτά Τῶν δὲ ὑπὸ τῷ ἱερεῖ τεταγμένων τὸ πλέον βιωτικαῖς πεπέδηται φροντίσι, καὶ τοῦτο αὐτοὺς ἀργοτέρους πρὸς τὴν τῶν πνευματικῶν ἐργασίαν καθίστησιν· ὅθεν ἀνάγκη τῷ διδασκάλῳ σπείρειν καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν, ἵνα τῇ γοῦν συνεχείᾳ δυνηθῇ κρατηθῆναι παρὰ τοῖς ἀκούουσι τῆς διδασκαλίας ὁ λόγος. Καὶ γὰρ πλοῦτος ὑπέρογκος καὶ δυναστείας μέγεθος καὶ ῥαθυμία ἀπὸ τρυφῆς προσγινομένη καὶ πολλὰ ἕτερα πρὸς τούτοις συμπνίγει τὰ καταβαλλόμενα σπέρματα, πολλάκις δὲ ἡ τῶν ἀκανθῶν πυκνότης οὐδὲ μέχρι τῆς ἐπιφανείας ἀφίησι τὸ σπειρόμενον πεσεῖν. Ἤδη δὲ καὶ θλίψεως ὑπερβολὴ καὶ πενίας ἀνάγκη καὶ ἐπήρειαι συνεχεῖς καὶ ἄλλα τοιαῦτα τοῖς προτέροις ἐναντία ἀπάγει τῆς περὶ τὰ θεῖα σπουδῆς, τῶν δὲ ἁμαρτημάτων οὐδὲ τὸ πολλοστὸν αὐτοῖς μέρος δυνατὸν γενέσθαι καταφανές· πῶς γάρ, ὧν τοὺς πλείονας οὐδὲ ἐκ προσόψεως ἴσασι; Καὶ τὰ μὲν πρὸς τὸν λαὸν αὐτῷ τοσαύτην ἔχει τὴν ἀμηχανίαν.

Εἰ δέ τις τὰ πρὸς τὸν Θεὸν ἐξετάσειεν, οὐδὲν ὄντα εὑρήσει ταῦτα, οὕτω μείζονος καὶ ἀκριβεστέρας ἐκεῖνα δεῖται τῆς σπουδῆς. Τὸν γὰρ ὑπὲρ ὅλης πόλεως, τί λέγω πόλεως, πάσης μὲν οὖν τῆς οἰκουμένης πρεσβεύοντα καὶ δεόμενον ταῖς ἁπάντων ἁμαρτίαις ἵλεων γενέσθαι τὸν Θεόν, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀπελθόντων, ὁποῖόν τινα εἶναι χρή;

Ἐγὼ μὲν γὰρ καὶ τὴν Μωϋσέως καὶ τὴν Ἠλίου παρρησίαν οὐδέπω πρὸς τὴν τοσαύτην ἱκετηρίαν ἀρκεῖν ἡγοῦμαι. Καὶ γὰρ ὥσπερ τὸν ἅπαντα κόσμον πεπιστευμένος καὶ αὐτὸς ὢν ἁπάντων πατήρ, οὕτω πρόσεισι τῷ Θεῷ, δεόμενος τοὺς ἁπανταχοῦ πολέμους σβεσθῆναι, λυθῆναι τὰς ταραχάς, εἰρήνην, εὐετηρίαν, τῶν ἑκάστῳ κακῶν ἐπικειμένων καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ταχεῖαν αἰτῶν ἀπαλλαγήν. Δεῖ δὲ πάντων αὐτὸν ὑπὲρ ὧν δεῖται τοσοῦτο διαφέρειν ἐν ἅπασιν ὅσον τὸν προεστῶτα τῶν προστατευομένων εἰκός. Ὅταν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον καλῇ καὶ τὴν φρικωδεστάτην ἐπιτελῇ θυσίαν καὶ τοῦ κοινοῦ πάντων συνεχῶς ἐφάπτηται δεσπότου, ποῦ τάξομεν αὐτόν, εἰπέ μοι; πόσην δὲ αὐτὸν ἀπαιτήσομεν καθαρότητα καὶ πόσην εὐλάβειαν; Ἐννόησον γὰρ ὁποίας τὰς ταῦτα διακονουμένας χεῖρας εἶναι χρή, ὁποίαν τὴν γλῶτταν τὴν ἐκεῖνα προχέουσαν τὰ ῥήματα, τίνος δὲ οὐ καθαρωτέραν καὶ ἁγιωτέραν τὴν τοσοῦτο πνεῦμα ὑποδεξομένην ψυχήν.

Τότε καὶ ἄγγελοι παρεστήκασι τῷ ἱερεῖ καὶ οὐρανίων δυνάμεων ἅπαν τὸ βῆμα καὶ ὁ περὶ τὸ θυσιαστήριον πληροῦται τόπος εἰς τιμὴν τοῦ κειμένου. Καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἐξ αὐτῶν πεισθῆναι τῶν ἐπιτελουμένων τότε.

Ἐγὼ δὲ καί τινος ἤκουσα διηγουμένου ποτὲ ὅτι αὐτῷ τις πρεσβύτης, θαυμαστὸς ἀνὴρ καὶ ἀποκαλύψεις ὁρᾶν εἰωθώς, ἔλεγεν ὄψεως ἠξιῶσθαι τοιαύτης καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἄφνω πλῆθος ἀγγέλων ἰδεῖν, ὡς αὐτῷ δυνατὸν ἦν, στολίδας ἀναβεβλημένων λαμπρὰς καὶ τὸ θυσιαστήριον κυκλούντων καὶ κάτω νευόντων, ὡς ἂν εἴ τις στρατιώτας παρόντος βασιλέως ἑστηκότας ἴδοι· καὶ ἔγωγε πείθομαι. Καὶ ἕτερος δέ τις ἐμοὶ διηγήσατο, οὐ παρ᾽ ἑτέρου μαθών, ἀλλ᾽ αὐτὸς ἰδεῖν ἀξιωθεὶς καὶ ἀκοῦσαι, ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες ἐν καθαρᾷ συνειδήσει, ὅταν ἀποπνεῖν μέλλωσι, δορυφοροῦντες αὐτοὺς δι᾽ ἐκεῖνο τὸ ληφθέν, ἀπάγουσιν ἐνθένδε ἄγγελοι. Σὺ δὲ οὔπω φρίττεις εἰς οὕτως ἱερὰν τελετὴν τοιαύτην εἰσάγων ψυχὴν καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια εἰς τὸ τῶν ἱερέων ἀναφέρων ἀξίωμα ὃν καὶ τοῦ λοιποῦ τῶν δαιτυμόνων χοροῦ ἐξέωσεν ὁ Χριστός; Φωτὸς δίκην τὴν οἰκουμένην καταυγάζοντος λάμπειν δεῖ τοῦ ἱερέως τὴν ψυχήν· ἡ δὲ ἡμετέρα τοσοῦτον ἔχει περικείμενον αὐτῇ σκότος ἐκ τῆς πονηρᾶς συνειδήσεως ὡς ἀεὶ καταδύεσθαι καὶ μηδέποτε δύνασθαι μετὰ παρρησίας εἰς τὸν αὐτῆς ἀτενίσαι δεσπότην.

Οἱ ἱερεῖς τῆς γῆς εἰσιν οἱ ἅλες· τὴν δὲ ἡμετέραν ἄνοιαν καὶ τὴν ἐν ἅπασιν ἀπειρίαν τίς ἂν ἐνέγκοι ῥᾳδίως, πλὴν ὑμῶν τῶν καθ᾽ ὑπερβολὴν ἡμᾶς ἀγαπᾶν εἰθισμένων; Οὐ γὰρ μόνον καθαρὸν οὕτως ὡς τηλικαύτης ἠξιωμένον διακονίας, ἀλλὰ καὶ λίαν συνετὸν καὶ πολλῶν ἔμπειρον εἶναι δεῖ. Καὶ πάντα μὲν εἰδέναι τὰ βιωτικὰ τῶν ἐν μέσῳ στρεφομένων οὐχ ἧττον, πάντων δὲ ἀπηλλάχθαι μᾶλλον τῶν τὰ ὄρη κατειληφότων μοναχῶν.

Ἐπειδὴ γὰρ ἀνδράσιν αὐτὸν ὁμιλεῖν ἀνάγκη καὶ γυναῖκας ἔχουσι καὶ παῖδας τρέφουσι καὶ θεράποντας κεκτημένοις καὶ πλοῦτον περιβεβλημένοις πολὺν καὶ δημόσια πράττουσι καὶ ἐν δυναστείαις οὖσι, ποικίλον αὐτὸν εἶναι δεῖ. Ποικίλον δὲ λέγω, οὐχ ὕπουλον, οὐ κόλακα, οὐχ ὑποκριτήν, ἀλλὰ πολλῆς μὲν ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα δὲ καὶ συγκατιέναι χρησίμως ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις τοῦτο ἀπαιτῇ καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. Οὐ γάρ ἐστιν ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασιν, ἐπειδὴ μηδὲ ἰατρῶν παισὶν ἑνὶ νόμῳ τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης· καὶ γὰρ καὶ ταύτην τὴν ναῦν συνεχεῖς περιστοιχίζονται χειμῶνες, οἱ δὲ χειμῶνες οὗτοι οὐκ ἔξωθεν προσβάλλουσι μόνον, ἀλλὰ καὶ ἔνδοθεν τίκτονται, καὶ πολλῆς χρεία καὶ συγκαταβάσεως καὶ ἀκριβείας. Πάντα δὲ ταῦτα τὰ διάφορα εἰς ἓν τέλος ὁρᾷ, τοῦ Θεοῦ τὴν δόξαν, τῆς Ἐκκλησίας τὴν οἰκοδομήν.

εʹ. Ὅτι πρὸς πάντα ἐπιτήδειον εἶναι χρὴ τὸν ἱερέα Μέγας ὁ τῶν μοναχῶν ἀγὼν καὶ πολὺς ὁ μόχθος· ἀλλ᾽ εἴ τις τῇ καλῶς ἱερωσύνῃ διοικουμένῃ τοὺς ἐκεῖθεν ἱδρῶτας παραβάλοι, τοσοῦτον εὑρήσει τὸ διάφορον ὅσον ἰδιώτου καὶ βασιλέως τὸ μέσον. Ἐκεῖ μὲν γὰρ εἰ καὶ πολὺς ὁ πόνος, ἀλλὰ κοινὸν τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ἀγώνισμα· μᾶλλον δὲ τὸ πλέον τῇ τοῦ σώματος κατορθοῦται κατασκευῇ. Κἂν μὴ τοῦτο ἰσχυρὸν ᾖ, μένει καθ᾽ ἑαυτὴν ἡ προθυμία, οὐκ ἔχουσα εἰς ἔργον ἐξελθεῖν· καὶ γὰρ καὶ νηστεία σύντονος καὶ χαμευνία καὶ ἀγρυπνία καὶ ἀλουσία καὶ ὁ πολὺς ἱδρὼς καὶ τὰ λοιπὰ ὅσα πρὸς τὴν τοῦ σώματος ἐπιτηδεύουσι ταλαιπωρίαν πάντα οἴχεται, τοῦ κολάζεσθαι μέλλοντος οὐκ ὄντος ἰσχυροῦ. Ἐνταῦθα δὲ καθαρὰ τῆς ψυχῆς ἡ τέχνη καὶ οὐδὲν τῆς τοῦ σώματος εὐεξίας προσδεῖται, ὥστε δεῖξαι τὴν αὐτῆς ἀρετήν. Τί γὰρ ἡμῖν ἡ τοῦ σώματος ἰσχὺς συμβάλλεται πρὸς τὸ μήτε αὐθάδεις εἶναι, μήτε ὀργίλους, μήτε προπετεῖς, ἀλλὰ νηφαλίους καὶ σώφρονας καὶ κοσμίους καὶ τἄλλα πάντα δι᾽ ὧν ἡμῖν ὁ μακάριος Παῦλος τὴν τοῦ ἀρίστου ἱερέως ἀνεπλήρωσεν εἰκόνα;

ϛʹ. Ὅτι οὐχ οὕτω τὸ μονάζειν ὡς τὸ πλήθους προεστάναι καλῶς καρτερίας σημεῖον Ἀλλ᾽ οὐκ ἐπὶ τῆς τοῦ μονάζοντος ἀρετῆς ἔχοι τις ἂν τοῦτο εἰπεῖν. Ἀλλὰ καθάπερ τοῖς μὲν θαυματοποιοῖς ὀργάνων δεῖ πολλῶν καὶ τροχῶν καὶ σχοινίων καὶ μαχαιρῶν, ὁ δὲ φιλόσοφος ἅπασαν ἐν τῇ ψυχῇ κειμένην ἔχει τὴν τέχνην, τῶν ἔξωθεν οὐ δεόμενος, οὕτω δὴ καὶ ἐνταῦθα. Ὁ μὲν μοναχὸς καὶ τῆς σωματικῆς εὐπαθείας προσδεῖται καὶ τόπων πρὸς τὴν διαγωγὴν ἐπιτηδείων, ἵνα μήτε ἄγαν ἀπῳκισμένοι τῆς τῶν ἀνθρώπων ὦσιν ὁμιλίας καὶ τὴν ἀπὸ τῆς ἐρημίας ἔχωσιν ἡσυχίαν, ἔτι δὲ καὶ τῆς ἀρίστης μὴ ἀμοιρῶσι κράσεως τῶν ὡρῶν· οὐδὲν γὰρ οὕτως ἀφόρητον τῷ κατατρυχομένῳ νηστείαις ὡς ἡ τῶν ἀέρων ἀνωμαλία, τῆς δὲ τῶν ἱματίων κατασκευῆς καὶ διαίτης ἕνεκεν ὅσα πράγματα ἔχειν ἀναγκάζονται, πάντα αὐτουργεῖν αὐτοὶ φιλονεικοῦντες, οὐδὲν δέομαι λέγειν νῦν.

Ὁ δὲ ἱερεὺς οὐδενὸς τούτων εἰς τὴν αὑτοῦ δεήσεται χρείαν, ἀλλ᾽ ἀπερίεργος καὶ κοινὸς ἐν ἅπασίν ἐστι τοῖς οὐκ ἔχουσι βλάβην, τὴν ἐπιστήμην ἅπασαν ἐν τοῖς τῆς ψυχῆς θησαυροῖς ἀποκειμένην ἔχων. Εἰ δέ τις τὸ μένειν ἐφ᾽ ἑαυτῷ καὶ τὰς τῶν πολλῶν ὁμιλίας ἐκτρέπεσθαι θαυμάζοι, καρτερίας μὲν τοῦτο δεῖγμα καὶ αὐτὸς εἶναι φαίην ἄν, οὐ μὴν ἁπάσης τῆς ἀνδρείας τῆς ἐν τῇ ψυχῇ τεκμήριον ἱκανόν. Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον, τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν φαίη κυβερνήτην ἄριστον εἶναι. Οὐ τοίνυν ἡμῖν οὐδὲ τὸν μοναχὸν θαυμαστέον ἂν εἴη λίαν καὶ μεθ᾽ ὑπερβολῆς ὅτι μένων ἐφ᾽ ἑαυτοῦ οὐ ταράττεται, οὐδὲ διαμαρτάνει πολλὰ καὶ μεγάλα ἁμαρτήματα· οὐδὲ γὰρ ἔχει τὰ παρακνίζοντα καὶ διεγείροντα τὴν ψυχήν.

Ἀλλ᾽ εἴ τις πλήθεσιν ὅλοις ἑαυτὸν ἐκδεδωκὼς καὶ τὰς τῶν πολλῶν φέρειν ἁμαρτίας ἀναγκασθεὶς ἔμεινεν ἀκλινὴς καὶ στερρός, ὥσπερ ἐν γαλήνῃ τῷ χειμῶνι τὴν ψυχὴν διακυβερνῶν, οὗτος κροτεῖσθαι καὶ θαυμάζεσθαι παρὰ πάντων ἂν εἴη δίκαιος· ἱκανῶς γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο.

ζʹ. Ὅτι οὐχ ὑπὲρ τῶν αὐτῶν τῷ τε καθ᾽ ἑαυτὸν ὄντι καὶ τῷ ἐν μέσῳ στρεφομένῳ ἡ ἄσκησίς ἐστιν Μὴ τοίνυν μηδὲ αὐτὸς θαυμάσῃς εἰ τὴν ἀγορὰν φεύγοντες ἡμεῖς καὶ τὰς τῶν πολλῶν συνουσίας οὐκ ἔχομεν τοὺς κατηγοροῦντας πολλούς· οὐδὲ γὰρ εἰ καθεύδων οὐχ ἡμάρτανον, οὐδ᾽ εἰ μὴ παλαίων οὐκ ἔπιπτον, οὐδ᾽ εἰ μὴ μαχόμενος οὐκ ἐβαλλόμην, θαυμάζειν ἐχρῆν. Τίς γάρ, εἰπέ, τίς δυνήσεται κατειπεῖν καὶ ἀποκαλύψαι τὴν μοχθηρίαν τὴν ἐμήν; ὁ ὄροφος οὗτος καὶ ὁ οἰκίσκος; Ἀλλ᾽ οὐκ ἂν δύναιντο ῥῆξαι φωνήν. Ἀλλ᾽ ἡ μήτηρ ἡ μάλιστα πάντων εἰδυῖα τὰ ἐμά; Μάλιστα μὲν οὐδὲ πρὸς αὐτήν ἐστί μοί τι κοινόν, οὐδὲ εἰς φιλονεικίαν ἤλθομεν πώποτε· εἰ δὲ καὶ τοῦτο ἦν συμβάν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος ὡς τοῦτον ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε, μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινός, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν. Ἐπεὶ ὅτι γε, εἴ τις τὴν ἡμετέραν πρὸς ἀκρίβειαν ἐθέλοι βασανίζειν ψυχήν, πολλὰ αὐτῆς εὑρήσει τὰ σαθρά, οὐδὲ αὐτὸς ἀγνοεῖς, ὁ μάλιστα πάντων ἡμᾶς τοῖς ἐγκωμίοις ἐπαίρειν παρὰ πᾶσιν εἰωθώς.

Καὶ ὅτι γε οὐ μετριάζων ταῦτα λέγω νῦν, ἀνάμνησον σαυτὸν ὁσάκις εἶπον πρὸς σέ, λόγου τοιούτου γενομένου πολλάκις ἡμῖν· ὅτι, εἴ τις αἵρεσίν μοι προὐτίθει, ποῦ μᾶλλον βουλοίμην εὐδοκιμεῖν ἐν τῇ τῆς Ἐκκλησίας προστασίᾳ ἢ κατὰ τὸν τῶν μοναχῶν βίον, μυρίαις ἂν ψήφοις τὸ πρότερον ἐδεξάμην ἔγωγε· οὐ γὰρ διέλιπόν ποτε μακαρίζων πρὸς σὲ τοὺς ἐκείνης τῆς διακονίας προστῆναι δυνηθέντας καλῶς. Ὅτι δὲ ὅπερ ἐμακάριζον, οὐκ ἂν ἔφυγον ἱκανῶς ἔχων μετελθεῖν, οὐδεὶς ἀντερεῖ.

Ἀλλὰ τί πάθω; Οὐδὲν οὕτως ἄχρηστον εἰς Ἐκκλησίας προστασίαν ὡς αὕτη ἡ ἀργία καὶ ἡ ἀμελετησία ἣν ἕτεροι μὲν ἄσκησίν τινα εἶναι νομίζουσιν· ἐγὼ δὲ αὐτὴν ὡσπερεὶ παραπέτασμα τῆς οἰκείας ἔχω φαυλότητος, τὰ πλείονα τῶν ἐλαττωμάτων τῶν ἐμαυτοῦ ταύτῃ συγκαλύπτων καὶ οὐκ ἐῶν φαίνεσθαι. Ὁ γὰρ ἐθισθεὶς τοσαύτης ἀπολαύειν ἀπραγμοσύνης καὶ ἐν ἡσυχίᾳ διάγειν πολλῇ, κἂν μεγάλης ᾖ φύσεως, ὑπὸ τῆς ἀνασκησίας θορυβεῖται καὶ ταράττεται καὶ τῆς οἰκείας δυνάμεως περικόπτει μέρος οὐ μικρὸν τὸ ἀγύμναστον.

Ὅταν δὲ ὁμοῦ καὶ βραδείας ᾖ διανοίας καὶ τῶν τοιούτων ἀγώνων ἄπειρος, τοῦτο δὴ τὸ ἡμέτερον, τῶν λιθίνων οὐδὲν διοίσει ταύτην δεξάμενος τὴν οἰκονομίαν. Διὰ τοῦτο τῶν ἐξ ἐκείνης ἐρχομένων τῆς παλαίστρας εἰς τοὺς ἀγῶνας τούτους ὀλίγοι διαφαίνονται· οἱ δὲ πλείους ἐλέγχονται καὶ καταπίπτουσι καὶ πράγματα ὑπομένουσιν ἀηδῆ καὶ χαλεπά. Καὶ οὐδὲν ἀπεικός· ὅταν γὰρ μὴ περὶ τῶν αὐτῶν οἵ τε ἀγῶνες ὦσι καὶ τὰ γυμνάσια, τῶν ἀγυμνάστων ὁ ἀγωνιζόμενος οὐδὲν διενήνοχε. Δόξης μάλιστα δεῖ καταφρονεῖν τὸν εἰς τοῦτο ἐρχόμενον τὸ στάδιον, ὀργῆς ἀνώτερον εἶναι, συνέσεως ἔμπλεων πολλῆς. Τούτῳ δὲ τῷ τὸν μονήρη στέργοντι βίον οὐδεμία γυμνασίας ὑπόθεσις πρόκειται· οὔτε γὰρ τοὺς παροξύνοντας ἔχει πολλοὺς ἵνα μελετήσῃ κολάζειν τοῦ θυμοῦ τὴν δύναμιν, οὔτε τοὺς μακαρίζοντας καὶ κροτοῦντας ἵνα παιδευθῇ τοὺς παρὰ τῶν πολλῶν διαπτύειν ἐπαίνους· τῆς τε ἐν ταῖς Ἐκκλησίαις ἀπαιτουμένης συνέσεως οὐ πολὺς αὐτοῖς λόγος. Ὅταν οὖν ἔλθωσιν εἰς τοὺς ἀγῶνας ὧν μὴ μεμελετήκασι τὴν πεῖραν ἀποροῦνται, ἰλιγγιῶσιν, εἰς ἀμηχανίαν ἐκπίπτουσι καὶ πρὸς τῷ μηδὲν ἐπιδοῦναι πρὸς ἀρετὴν καὶ ἅπερ ἔχοντες ἦλθον πολλοὶ πολλάκις ἀπώλεσαν.

ηʹ. Ὅτι εὐκολώτερον τὴν ἀρετὴν οἱ καθ᾽ ἑαυτοὺς ὄντες ἢ οἱ πολλῶν φροντίζοντες κατορθοῦσιν Καὶ ὁ Βασίλειος· Τί οὖν; τοὺς ἐν τῷ μέσῳ στρεφομένους καὶ πραγμάτων φροντίζοντας βιωτικῶν καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας καὶ μυρίας δεινότητος γέμοντας καὶ τρυφᾶν εἰδότας, ἐπιστήσομεν τῇ τῆς Ἐκκλησίας οἰκονομίᾳ; ΙΩ. Εὐφήμει, ἔφην, ὦ μακάριε σύ· τούτους γὰρ οὐδ᾽ εἰς νοῦν βάλλεσθαι δεῖ, ὅταν ἱερέων ἐξέτασις ᾖ, ἀλλ᾽ εἴ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τήν τε ἁγιωσύνην καὶ καρτερίαν καὶ νῆψιν καὶ τὰ ἄλλα τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθὰ φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων. Ὡς ὅ γε πολλὰ μὲν ἔχων ἐλαττώματα, δυνάμενος δὲ αὐτὰ τῇ μονώσει καλύπτειν καὶ ποιεῖν ἄπρακτα τῷ μηδενὶ καταμιγνύναι ἑαυτόν, οὗτος εἰς μέσον ἐλθὼν οὐδὲν ἕτερον ἢ τὸ καταγέλαστος γενέσθαι κερδανεῖ καὶ κινδυνεύσει μειζόνως, ὃ μικροῦ δεῖν ἐπάθομεν ἂν ἡμεῖς, εἰ μὴ ἡ τοῦ Θεοῦ κηδεμονία τὸ πῦρ ταχέως ἀνέσχε τῆς ἡμετέρας κεφαλῆς· οὐ γὰρ ἔστι λαθεῖν τὸν οὕτω διακείμενον, ὅταν ἐν τῷ φανερῷ καταστῇ, ἀλλὰ πάντα τότε ἐλέγχεται.