γʹ. Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆς Ἔπειτα καὶ τὸν ἀγῶνα πολλῷ μείζονα καὶ χαλεπώτερον ἔχει· οὐ γὰρ αὐτῷ πρὸς λύκους ἡ μάχη, οὐδὲ ὑπὲρ λῃστῶν δέδοικεν, οὐδὲ ἵνα λοιμὸν ἀπελάσῃ τῆς ποίμνης φροντίζει. Ἀλλὰ πρὸς τίνας ὁ πόλεμος; μετὰ τίνων ἡ πάλη; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.» Εἶδες πολεμίων πλῆθος δεινὸν καὶ φάλαγγας ἀγρίας, οὐ σιδήρῳ πεφραγμένας, ἀλλ᾽ ἀντὶ πάσης πανοπλίας ἀρκουμένας τῇ φύσει; Βούλει καὶ ἕτερον στρατόπεδον ἰδεῖν ἀπηνὲς καὶ ὠμὸν ταύτῃ προσεδρεῦον τῇ ποίμνῃ; Καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς ὄψει περιωπῆς· ὁ γὰρ περὶ ἐκείνων ἡμῖν διαλεχθείς, οὗτος καὶ τούτους ἡμῖν ὑποδείκνυσι τοὺς ἐχθρούς, ὧδέ πως λέγων· «Φανερά ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις», καὶ ἕτερα τούτων πλείονα· οὐ γὰρ πάντα κατέλεξεν, ἀλλ᾽ ἐκ τούτων ἀφῆκεν εἰδέναι καὶ τὰ λοιπά.